← 无敌的戴维

哲学导论

§72.15-73.32

源于一者的划分与理论哲学各分支

在以修辞学三个分支的目的互相渗透为由否定其属种划分之后,作者论证了理论哲学的三分(自然学、数学、神学)以及数学的四科(算术、音乐、几何学、天文学)均非属到种或整体到部分的划分,而是“源于一者”(aph' henos)的划分,并以此结束本讲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.0#4

ἄλλως τε δὲ ἐν τοῖς ἀντιδιαιρουμένοις εἴδεσι τὰ τέλη οὐ συνυπάρχουσι· καὶ γὰρ τέλος τοῦ μὲν λογικοῦ ἐστι τὸ κεχρῆσθαι λόγῳ τοῦ δὲ ἀλόγου τὸ μὴ κεχρῆσθαι λόγῳ, οὔτε δὲ τὸ τέλος τοῦ λογικοῦ ὑπάρχει ἐν τῷ τέλει τοῦ ἀλόγου οὔτε τὸ τέλος τοῦ ἀλόγου ἐν τῷ τέλει τοῦ λογικοῦ· εἰ ἄρα δὲ τὰ τέλη τούτων συνυπάρχουσι (καὶ γὰρ τοῦ δικανικοῦ μὲν τέλος ἐστὶ τὸ δίκαιον τοῦ δὲ συμβουλευτικοῦ τὸ συμφέρον τοῦ δὲ πανηγυρικοῦ τὸ ἀγαθόν, τὸ δὲ ἀγαθὸν συμφέρον καὶ δίκαιόν ἐστι καὶ τὸ δίκαιον συμφέρον καὶ ἀγαθὸν καὶ τὸ συμφέρον δίκαιον καὶ ἀγαθόν), δῆλον ὅτι οὐκ ἐγένετο ἡ διαίρεσις ὡς ἀπὸ γένους εἰς εἴδη. κακῶς οὖν ἔχει ἡ διαίρεσις τῆς ῥητορικῆς. ταῦτα μὲν οὖν ἐν τούτοις. Ἀλλ’ οὔτε δὲ ὡς ὅλον εἰς μέρη διῃρέθη τὸ θεωρητικόν· οὔτε γὰρ εἰς ὁμοιομερῆ δύναται εἶναι ἡ διαίρεσις οὔτε εἰς ἀνομοιομερῆ· καὶ γὰρ εἰς ὁμοιομερῆ μὲν οὐ δύναται γενέσθαι ἡ διαίρεσις, ἐπειδὴ εἰ καὶ τῷ ὅλῳ ὁμωνύμως λέγονται (λέγονται γὰρ ταῦτα θεωρητικὰ ὁμωνύμως τῷ θεωρητικῷ), ἀλλ’ οὖν ἀλλήλοις οὐ λέγονται ὁμωνύμως· οὔτε γὰρ τὸ φυσιολογικὸν λέγεται μαθηματικὸν οὔτε τὸ μαθηματικὸν λέγεται θεολογικόν· ὁμοιομερῆ δέ εἰσιν, ὡς ἀνωτέρω εἴρηται, τὰ καὶ ἀλλήλοις καὶ τῷ ὅλῳ ὁμωνύμως λεγόμενα. ἀλλ’ οὔτε δὲ εἰς ἀνομοιομερῆ δύναται εἶναι ἡ διαίρεσις, ἐπειδὴ εἰ καὶ ἀλλήλοις μὴ λέγονται ὁμωνύμως (οὐ γὰρ λέγεται τὸ φυσιολογικὸν μαθηματικὸν οὔτε τὸ μαθηματικὸν θεολογικόν), ἀλλ’ οὖν τῷ ὅλῳ ὁμωνύμως λέγονται· καλοῦνται γὰρ θεωρητικὰ ὁμωνύμως τῷ ὅλῳ· ἀνομοιομερῆ δέ εἰσιν, ὡς ἀνωτέρω εἴρηται, τὰ μήτε ἀλλήλοις μήτε τῷ ὅλῳ ὁμωνύμως λεγόμενα. ἀλλ’ οὔτε δὲ ὡς ἀπὸ εἴδους εἰς ἄτομα ἐγένετο ἡ διαίρεσις οὔτε ὡς ἀπὸ οὐσίας εἰς συμβεβηκότα οὔτε ὡς ἀπὸ συμβεβηκότος εἰς οὐσίας οὔτε ὡς ἀπὸ συμβεβηκότος εἰς συμβεβηκότα οὔτε ὡς ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα διὰ τὰς αἰτίας τὰς εἰρημένας περὶ τοῦ θεωρητικοῦ καὶ τοῦ πρακτικοῦ. ἀλλ’ εἰσὶ τῶν ἀφ’ ἑνός·1 ἀφ’ ἑνὸς γὰρ τοῦ θεωρητικοῦ καὶ τὸ φυσιολογικὸν λέγεται θεωρητικὸν καὶ τὸ μαθηματικὸν καὶ τὸ θεολογικόν. ταῦτα μὲν περὶ τῆς διαιρέσεως τοῦ θεωρητικοῦ. Ἔλθωμεν δὲ καὶ ζητήσωμεν περὶ τῆς διαιρέσεως τοῦ μαθηματικοῦ, πῶς διαιρεῖται τὸ μαθηματικὸν εἰς ἀριθμητικήν, μουσικήν, γεωμετρίαν, ἀστρονομίαν. καὶ ἔστιν εἰπεῖν ὅτι οὐκ ἐγένετο ὡς ἀπὸ γένους εἰς εἴδη ἡ διαίρεσις, ἐπειδή, ὡς εἴρηται ἀνωτέρω, ἐν τοῖς ἀντιδιαιρουμένοις εἴδεσιν οὐκ ἔστι τὸ πρότερον καὶ ὕστερον· εἰ ἄρα δὲ ἐνταῦθά ἐστι τὸ πρότερον καὶ ὕστερον (πρώτη γάρ ἐστιν ἡ ἀριθμητικὴ καὶ δευτέρα ἡ μουσικὴ καὶ τρίτη ἡ γεωμετρία καὶ τετάρτη ἡ ἀστρονομία), δῆλον ὅτι οὐκ ἔστιν ἡ διαίρεσις ὡς ἀπὸ γένους εἰς εἴδη. ἀλλ’ οὔτε δὲ ὡς ἀπὸ ὅλου εἰς μέρη, ἐπειδὴ οὔτε εἰς ὁμοιομερῆ δύναται εἶναι οὔτε εἰς ἀνομοιομερῆ διὰ τὴν αἰτίαν τὴν εἰρημένην περὶ τοῦ φυσιολογικοῦ, μαθηματικοῦ, θεολογικοῦ· καὶ γὰρ ταῦτα, φημὶ δὲ ἡ ἀριθμητικὴ καὶ ἡ μουσικὴ καὶ ἡ γεωμετρία καὶ ἡ ἀστρονομία, ἀλλήλοις μὲν οὐ λέγονται ὁμωνύμως (οὔτε γὰρ ἡ ἀριθμητικὴ λέγεται μουσικὴ οὔτε ἡ γεωμετρία ἀστρονομία), τῷ ὅλῳ ὁμωνύμως λέγονται· πάντα γὰρ ὁμωνύμως τῇ μαθηματικῇ μαθηματικὰ λέγονται καὶ τούτου χάριν κωλύονται καὶ ἀνομοιομερῆ εἶναι καὶ ὁμοιομερῆ.2 καὶ ὁμοιομερῆ μέν, ἐπειδή, ὡς εἴρηται, τὰ ὁμοιομερῆ καὶ ἀλλήλοις καὶ τῷ ὅλῳ ὁμωνύμως λέγονται, ταῦτα δὲ μόνῳ τῷ ὅλῳ ὁμωνύμως λέγονται. ἀνομοιομερῆ δὲ κωλύονται εἶναι, ἐπειδή, ὡς εἴρηται, τὰ ἀνομοιομερῆ οὔτε τῷ ὅλῳ οὔτε ἀλλήλοις ὁμωνύμως λέγονται. ἀλλ’ οὔτε δὲ ὡς ἀπὸ εἴδους εἰς ἄτομα δύναται γενέσθαι ἡ διαίρεσις οὔτε ὡς ἀπὸ οὐσίας εἰς συμβεβηκότα οὔτε ὡς ἀπὸ συμβεβηκότος εἰς οὐσίας οὔτε ὡς ἀπὸ συμβεβηκότος εἰς συμβεβηκότα οὔτε ὡς ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα διὰ τὰς αἰτίας τὰς εἰρημένας περὶ τοῦ θεωρητικοῦ καὶ πρακτικοῦ, ἀλλ’ εἰσὶ τῶν ἀφ’ ἑνός· ἀπὸ ἑνὸς γὰρ τοῦ μαθηματικοῦ λέγονται πάντα μαθηματικά. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις.3

此外,在互相对立划分的各属种中,目的并不共存;因为有理性的目的确实是运用理性,而无理性的目的则是不运用理性,并且有理性的目的既不存在于无理性的目的之中,无理性的目的亦不存在于有理性的目的之中;因此,如果这些[修辞学分支的]目的确实共存(因为司法的目的确实是正义,审议的目的确实是益处,典礼的目的确实是善,而善既是有益的又是正义的,正义既是有益的又是善的,益处既是正义的又是善的),那么显然,划分并非作为从属到种而产生。因此修辞学的划分是有缺陷的。关于这些问题就谈到这里。 然而,理论的部分亦非作为整体到部分而被划分;因为它既不能划分为同质部分,亦不能划分为非同质部分;因为它确实不能划分为同质部分,因为即便它们与整体同名被称呼(因为这些分支确实与理论的部分同名被称为理论的),然而它们彼此之间却不是同名被称呼的;因为自然学的既不被称为数学的,数学的亦不被称为神学的;正如上文所言,同质部分乃是彼此之间以及与整体都同名被称呼者。然而它亦不能划分为非同质部分,因为即便它们彼此之间不是同名被称呼的(因为自然学的不被称为数学的,数学的亦不被称为神学的),然而它们与整体却是同名被称呼的;因为它们与整体同名被称为理论的;正如上文所言,非同质部分乃是既不彼此之间、亦不与整体同名被称呼者。再者,由于关于理论的和实践的部分所陈述的那些理由,划分既非作为从种到个体而产生,亦非作为从实体到偶性、从偶性到实体、从偶性到偶性、从同名异义之词到不同所指而产生;相反,它们属于源于一者之物;因为源于唯一理论的部分,自然学的、数学的和神学的都被称为理论的。关于理论的部分的划分就谈到这里。 让我们进而探讨关于数学的部分的划分,即数学的部分是如何被划分为算术、音乐、几何学和天文学的。并且可以说,划分并非作为从属到种而产生,因为正如上文所言,在互相对立划分的各属种中不存在先后之别;因此,如果此处存在先后之别(因为第一确实是算术,第二是音乐,第三是几何学,第四是天文学),那么显然,划分并非作为从属到种。然而它亦非作为从整体到部分,因为由于关于自然学的、数学的和神学的部分所陈述的理由,它既不能是划分到同质部分,亦不能是划分到非同质部分;因为这些分支,我指的是算术、音乐、几何学和天文学,彼此之间虽然不是同名被称呼的(因为算术既不被称为音乐,几何学亦不被称为天文学),然而与整体却是同名被称呼的;因为所有这些都与数学的部分同名被称为数学的,正因如此,它们既被阻碍成为非同质部分,又被阻碍成为同质部分。就同质部分而言,是因为正如所言,同质部分是既彼此之间又与整体同名被称呼的,而这些分支仅与整体同名被称呼。它们又被阻碍成为非同质部分,是因为正如所言,非同质部分是既不与整体、亦不彼此之间同名被称呼的。再者,由于关于理论的和实践的部分所陈述的那些理由,划分既不能作为从种到个体而产生,亦不能作为从实体到偶性、从偶性到实体、从偶性到偶性、从同名异义之词到不同所指而产生,相反,它们属于源于一者之物;因为源于唯一的数学的部分,所有分支都被称为数学的。至此,借着神的相助,本讲亦告结束。

语法注3 条
  1. 23.0ἀλλ’ εἰσὶ τῶν ἀφ’ ἑνός

    属格 τῶν ἀφ’ ἑνός 用作表语性的所属(类别)属格,意为“[它们]属于源于一者之物的范畴”。其主语隐含前文所论及的理论哲学的各个分支。

  2. 23.0τούτου χάριν κωλύονται καὶ ἀνομοιομερῆ εἶναι καὶ ὁμοιομερῆ

    被动语态动词 κωλύονται 统辖两个由 καὶ ... καὶ ... 连接的不定式结构:“正因如此,它们既被阻碍成为非同质部分,又被阻碍成为同质部分(即两者皆非)”。否定含义由 κωλύονται 承担,后文继而分别解释两者均不成立的理由。

  3. 23.0ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις

    注疏文献中每一讲(πρᾶξις)结束时的惯用结语。此句为省略了谓语动词(如 τελευτᾷ 或 πληροῦται)的名词句,意为“在这些要点上,借着神的相助,当下的这一讲亦[告结束]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:72.15-73.32