- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:71.8-72.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在补充阐明为何哲学的划分(理论与实践)被视为对同质部分的划分之后,作者论述了理论部分的三个分支(自然学、数学、神学)为何不是从属到种的划分(因先后之别、三分法及相互分有),并驳斥了可能提出的反驳。
καὶ τῷ ὅλῳ μέν, ὅτι1 ὥσπερ ἡ φιλοσοφία λέγεται φιλοσοφία, οὕτως καὶ τὸ θεωρητικὸν λέγεται φιλοσοφία καὶ τὸ πρακτικὸν ὁμοίως, ἀλλήλοις δέ, ὅτι καὶ τὸ πρακτικὸν δύναται λέγεσθαι θεωρητικόν, εἴ γε διὰ τῆς θεωρίας γίνεται ἡ πρᾶξις (τῷ γὰρ λόγῳ τις κεχρημένος ῥυθμίζει ἑαυτόν), καὶ τὸ θεωρητικὸν δύναται λέγεσθαι πρακτικόν· ἐνέργεια γὰρ τῆς ψυχῆς ἡ γνῶσίς ἐστι· καὶ γὰρ κατὰ τὴν γνῶσίν τις ἐνεργεῖ· ὁ γὰρ κεχρημένος τῷ ἀγαθῷ ὡς γινώσκων ὅτι καλόν ἐστι τὸ κεχρῆσθαι αὐτῷ κέχρηται αὐτῷ·2 καὶ γὰρ ὁ κεχρημένος τῇ σωφροσύνῃ ὡς γινώσκων τὴν φύσιν αὐτῆς κέχρηται αὐτῇ· ὅθεν οἱ τῶν μὴ δεόντων ἐρῶντες καὶ γινώσκοντες τὸ ἄχρηστον τῆς τούτων φύσεως ἐοίκασι τοῖς μὴ γινώσκουσιν. ἐμάθομεν οὖν πῶς διῃρέθη ἡ φιλοσοφία εἰς θεωρητικὸν καὶ πρακτικόν· ἐμάθομεν γὰρ ὅτι ὡς ὅλον εἰς μέρη ὁμοιομερῶς· τὸ γὰρ ἀφ’ ἑνός, ὡς εἴρηται ἐν τοῖς προλαβοῦσιν, οὐκ ἔστι κυρίως διαίρεσις. ταῦτα μὲν ἐν τούτοις. Ἔλθωμεν δὲ καὶ εἴπωμεν πῶς διῃρέθη τὸ θεωρητικὸν εἰς φυσιολογικόν, μαθηματικόν, θεολογικόν. καὶ ἰστέον ὅτι ὡς ἀπὸ γένους εἰς εἴδη οὐκ ἐγένετο ἡ διαίρεσις, ἐπειδὴ ἐν τοῖς ἀντιδιαιρουμένοις εἴδεσιν οὐκ ἔστιν, ὡς εἴρηται ἀνωτέρω, τὸ πρότερον καὶ ὕστερον, ἐνταῦθα δέ ἐστι τὸ πρότερον καὶ ὕστερον· καὶ γὰρ πρῶτόν ἐστι τὸ φυσιολογικὸν καὶ δεύτερον τὸ μαθηματικὸν καὶ τρίτον τὸ θεολογικόν. ἄλλως τε δὲ οὐδέποτε τὰ γένη εἰς τρία διαιροῦνται, οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον καὶ πάλιν τὸ χρῶμα εἰς λευκὸν καὶ μέλαν· πῶς οὖν δυνάμεθα ὡς ἀπὸ γένους εἰς εἴδη εἰπεῖν τὴν διαίρεσιν, ὅπου τρία εἰσίν; ἔστι γὰρ τὸ φυσιολογικόν, τὸ μαθηματικὸν καὶ τὸ θεολογικόν. ἔτι δὲ ἐν τοῖς ἀντιδιαιρουμένοις εἴδεσιν οὐδέποτε τὸ ἕτερον μετέχει τοῦ ἑτέρου, οἷον οὔτε τὸ λογικὸν μετέχει τοῦ ἀλόγου οὔτε τὸ ἄλογον τοῦ λογικοῦ· εἰ δὲ τὸ μαθηματικὸν καὶ τοῦ φυσιολογικοῦ καὶ τοῦ θεολογικοῦ μετέχει, καὶ τοῦ φυσιολογικοῦ μὲν ὡς ἐπὶ ἐνύλων τοῦ θεολογικοῦ δὲ ὡς ἐπὶ ἀύλων, δῆλον ὅτι οὐκ ἐγένετο ὡς ἀπὸ γένους εἰς εἴδη ἡ διαίρεσις. πρὸς τοῦτο δὲ λέγουσί τινες ὅτι ἰδοὺ τὸ ἔμψυχον γένος ὂν εἰς τρία διαιρεῖται εἴδη, οἷον εἰς ζῷον, ζωόφυτον καὶ φυτόν, καὶ οὐ μόνον εἰς τρία εἴδη διαιρεῖται, ἀλλὰ καὶ τὸ ἓν τῶν εἰδῶν μετέχει τῶν ἑτέρων· καὶ γὰρ τὸ ζωόφυτον μετέχει τοῦ ζῴου καὶ τοῦ φυτοῦ, ὡς καὶ ἡ ὀνομασία δηλοῖ. πρὸς οὓς ἔστιν εἰπεῖν ὅτι ἐν τοῖς ἑξῆς δείκνυμεν τὴν διαίρεσιν ταύτην κακῶς ἔχουσαν. πάλιν ἀντιτιθέντες λέγουσιν ὅτι ‘ἰδοὺ ἡ ῥητορικὴ γένος οὖσα εἰς τρία εἴδη διαιρεῖται· διαιρεῖται γὰρ εἰς δικανικόν, συμβουλευτικόν, πανηγυρικόν’. πρὸς οὓς ἔστιν εἰπεῖν ὅτι οὐ καλῶς ἔχει αὕτη ἡ διαίρεσις· οὐδέποτε γὰρ τὰ ἀντιδιαιρούμενα εἴδη ἔχουσι χρονικὴν διαφοράν· οἷον τὸ λογικὸν καὶ ἄλογον ἀντιδιαιρούμενα εἴδη ὄντα οὐκ ἔχουσι χρονικὴν διαφοράν· οὐδὲ γὰρ λέγομεν ὅτι τὸ μὲν λογικὸν περὶ τὸν παρελθόντα χρόνον καταγίνεται τὸ δὲ ἄλογον περὶ τὸν μέλλοντα. εἰ ἄρα δὲ ταῦτα ἔχουσι χρονικὴν διαφοράν3 (καὶ γὰρ τὸ μὲν συμβουλευτικὸν περὶ τὸν μέλλοντα χρόνον καταγίνεται· ὁ γὰρ συμβουλεύων περὶ τῶν μελλόντων συμβουλεύει· τὸ δὲ δικανικὸν περὶ τὸν παρεληλυθότα· καὶ γὰρ ὁ κρινόμενος περὶ τῶν παρελθόντων κρίνεται· τὸ δὲ πανηγυρικὸν περὶ τὸν ἐνεστῶτα· αὔξησις γάρ ἐστι τῶν προσόντων καὶ ὑπαρχόντων ἀγαθῶν), δῆλον ὅτι οὐκ εἰσὶν εἴδη κυρίως ὡς ἀπὸ γένους διαιρούμενα.
就整体而言,是因为正如哲学被称为哲学,理论的部分亦被称为哲学,实践的部分亦同样如此;对彼此而言,是因为实践的部分亦可以被称为理论的,如果行动确实是通过观相而产生的(因为凡运用理性的人都规范自身),理论的部分亦可以被称为实践的;因为知识乃是灵魂的现实活动;因为人确实是依照知识而活动的;运用善的人正是因知道运用它是美好的,才去运用它;因为运用节制的人正是因知道其本性,才去运用它;因此,那些爱恋不当之事物并且知道它们本性之无用的人,就类似于不知者。于是,我们了解了哲学是如何被划分为理论的部分与实践的部分的;因为我们了解到这是作为整体到同质部分的划分;因为正如在前文中所说过的,源于一者之物并非严格意义上的划分。关于这些问题就谈到这里。 让我们进而说明理论的部分是如何被划分为自然学的、数学的、神学的[部分]的。而且应当知晓的是,这一划分并非作为从属到种而产生,因为正如上文中所说过的,在互相对立划分的诸种中不存在先后之别,而在此处却存在先后之别;因为自然学的[部分]确实居第一位,数学的居第二位,神学的居第三位。此外,属从来不被划分为三者,例如动物被划分为有理性的与无理性的,颜色又被划分为白色与黑色;在存在三者之处,我们怎能称这种划分为从属到种的划分呢?因为这里存在着自然学的、数学的与神学的[部分]。此外,在互相对立划分的诸种中,一方决不分有另一方,例如有理性的既不分有无理性的,无理性的亦不分有有理性的;但如果数学的[部分]既分有自然学的又分有神学的,分有自然学的是如同在质料性事物上,分有神学的是如同在非质料性事物上,那么显然,划分并非作为从属到种而产生。对此,有人说:看哪,有生命者作为一个属被划分为三个种,即划分为动物、动植物和植物,而且它不仅被划分为三个种,其中一个种甚至还分有其他诸种;因为正如其名称所表明的那样,动植物确实分有动物和植物。对他们可以说,在后文中我们将表明这种划分是有缺陷的。他们再次反对说:“看哪,修辞学作为一个属被划分为三个种;因为它被划分为司法的、审议的、典礼的。”对他们可以说,这种划分并不妥当;因为互相对立划分的诸种绝不具有时间的差异;例如有理性的与无理性的作为互相对立划分的种并不具有时间的差异;因为我们并不说有理性的从事于过去的时间,而无理性的从事于未来的时间。因此,如果这些事物确实具有时间的差异(因为审议的[部分]确实从事于未来的时间;因为审议者审议的是关于未来的事物;司法的[部分]从事于过去的时间;因为被审判者是就过去的事物被审判;典礼的[部分]从事于现在的时间;因为它是对当下的、现存的善的扩扬),那么显然,它们并不是严格意义上作为从属所划分出的种。
- 23.0καὶ τῷ ὅλῳ μέν, ὅτι... ἀλλήλοις δέ, ὅτι...
承接前一节末尾关于“对整体而言与对彼此而言皆同名相称”的两个分支(τῷ ὅλῳ 与 ἀλλήλοις)。这里的 ὅτι 从句省略了主句动词(如 λέγομεν 等),直接引出原因解释。
- 23.0ὡς γινώσκων ὅτι καλόν ἐστι τὸ κεχρῆσθαι αὐτῷ κέχρηται αὐτῷ
ὡς 与分词(γινώσκων)连用,表达主语(ὁ κεχρημένος)的主观动机或认识根据:“因为知道……/ 基于知道……”。紧接着的 ὡς γινώσκων τὴν φύσιν αὐτῆς 亦是完全平行的结构。
- 23.0εἰ ἄρα δὲ ταῦτα ἔχουσι χρονικὴν διαφοράν
带有 ἄρα 的直陈式现在时条件从句(εἰ... ἔχουσι)并非纯粹的假设,而是结合后文括号内的补述确认既成的前提:“既然/如果它们确实具有时间的差异……”,从而导出主句的结论 δῆλον ὅτι...。
