- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:69.36-71.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫论证了哲学的划分既不符合实体与偶性之间的关系,亦不符合标准意义上的整体到部分的划分;在提出源于一者(aph' henos)的解释模型之后,他最终赞同亚里士多德的看法,即这是整体到部分的划分,且具体而言是对同质部分的划分。
ἀλλ’ οὔτε δὲ ὡς ἀπὸ οὐσίας εἰς συμβεβηκότα ἐγένετο ἡ διαίρεσις, ἐπειδὴ οὐκ ἔστιν ἡ φιλοσοφία οὐσία· γνῶσις γάρ ἐστιν, ἡ δὲ γνῶσις ποιότης καὶ συμβεβηκός τί ἐστιν. ἀλλ’ οὔτε δὲ ὡς ἀπὸ συμβεβηκότος εἰς οὐσίας ἐγένετο ἡ διαίρεσις, ἐπειδὴ τὸ θεωρητικὸν καὶ πρακτικὸν οὐκ εἰσιν οὐσίαι· γνώσεις γὰρ καὶ αὐτά εἰσιν· ἡ δὲ γνῶσις, ὡς εἴρηται, ποιότης καὶ συμβεβηκός τί ἐστιν. ἀλλ’ οὔτε δὲ ὡς ἀπὸ συμβεβηκότος εἰς συμβεβηκότα ἐγένετο ἡ διαίρεσις, ἐπειδή, ὡς ἐν τοῖς προλαβοῦσιν ἐδείξαμεν, ἐν τῷ διαιρετικῷ τρόπῳ τῷ λεγομένῳ ἀπὸ συμβεβηκότος εἰς συμβεβηκότα ἢ ὡς ἀπὸ γένους εἰς εἴδη ἐστὶν ἡ διαίρεσις ἢ ὡς ἀπὸ οὐσίας εἰς οὐσίας. οὔτε δὲ ὡς ἀπὸ γένους εἰς εἴδη δύναται ἐπὶ τοῦ θεωρητικοῦ καὶ πρακτικοῦ γενέσθαι ἡ διαίρεσις, ὡς δέδεικται, οὔτε ὡς ἀπὸ οὐσίας εἰς οὐσίας· ἐδείξαμεν γὰρ ὅτι οὔτε ἡ φιλοσοφία οὐσία ἐστὶ καθὸ γνῶσίς ἐστι (πᾶσα δὲ γνῶσις ποιότης καὶ συμβεβηκός τί ἐστιν), οὔτε τὸ θεωρητικὸν καὶ πρακτικὸν οὐσίαι εἰσί, καθὸ καὶ αὐτὰ γνώσεις εἰσίν. οὔτε δὲ ὡς ἀπὸ ὅλου εἰς μέρη ἐγένετο ἡ διαίρεσις· οὔτε γὰρ εἰς ὁμοιομερῆ, ἐπειδὴ ὁμοιομερῆ λέγονται τὰ καὶ ἀλλήλοις καὶ τῷ ὅλῳ ὁμωνύμως1 λεγόμενα, οἷον ὡς ὅταν τέμωμεν τὴν φλέβα εἰς πολλὰς φλέβας· αὗται γὰρ αἱ μικραὶ φλέβες καὶ ὁμοίως τῷ ὅλῳ φλέβες λέγονται καὶ ὁμοίως ἀλλήλαις· πάντα γὰρ τὰ τμηθέντα φλέβες λέγονται. ἐνταῦθα δὲ οὐκ ἐγένετο εἰς ὁμοιομερῆ ἡ διαίρεσις, ἐπειδὴ τῷ μὲν ὅλῳ ὁμωνύμως λέγονται (καὶ γὰρ τὸ θεωρητικὸν ὁμωνύμως τῇ φιλοσοφίᾳ λέγεται καὶ τὸ πρακτικὸν ὁμοίως), ἀλλήλοις δὲ οὐ λέγονται ὁμωνύμως· οὔτε γὰρ τὸ θεωρητικὸν λέγεται πρακτικὸν οὔτε τὸ πρακτικὸν θεωρητικόν. ἀλλ’ οὔτε δὲ εἰς ἀνομοιομερῆ ἐγένετο ἡ διαίρεσις, ἐπειδὴ ἀνομοιομερῆ λέγονται τὰ μήτε τῷ ὅλῳ μήτε ἀλλήλοις ὁμωνύμως λεγόμενα, οἷον ὥσπερ ἐπὶ τῆς κεφαλῆς· αὕτη γὰρ διαιρεῖται εἰς ὦτα ῥῖνα καὶ ὀφθαλμούς, ταῦτα δὲ οὔτε ὁμωνύμως τῷ ὅλῳ λέγονται (οὔτε γὰρ τὸ οὖς λέγεται κεφαλὴ οὔτε ἡ ῥὶν οὔτε οἱ ὀφθαλμοί), οὔτε δὲ ἀλλήλοις ὁμωνύμως λέγονται· οὔτε γὰρ τὸ οὖς λέγεται ῥὶν οὔτε ἡ ῥὶν ὀφθαλμός. ἐνταῦθα δὲ οὐκ ἐγένετο εἰς ἀνομοιομερῆ ἡ διαίρεσις, ἐπειδὴ εἰ καὶ ἀλλήλοις μὴ λέγονται ὁμωνύμως (καὶ γὰρ οὐ λέγεται τὸ θεωρητικὸν πρακτικὸν οὔτε τὸ πρακτικὸν θεωρητικόν), ἀλλ’ οὖν τῷ ὅλῳ ὁμωνύμως λέγονται· καὶ γὰρ καὶ τὸ θεωρητικὸν λέγεται φιλοσοφία ὁμωνύμως τῇ φιλοσοφίᾳ καὶ τὸ πρακτικὸν ὁμοίως. λείπεται οὖν λέγειν ὅτι ὡς τὰ ἀφ’ ἑνός εἰσιν·2 ἀπὸ γὰρ τῆς φιλοσοφίας ὠνομάσθησαν· καὶ γὰρ καὶ τὸ θεωρητικὸν ἀπὸ τῆς φιλοσοφίας λέγεται φιλοσοφία καὶ τὸ πρακτικὸν ὁμοίως. ὁ μέντοι Ἀριστοτέλης λέγει ὅτι ὡς ἀπὸ ὅλου εἰς μέρη ἐγένετο ἡ διαίρεσις. καὶ καλῶς λέγει· καὶ γάρ φησιν ὅτι τὸ θεωρητικὸν καὶ πρακτικὸν μέρη τῆς φιλοσοφίας εἰσίν· ὥσπερ 〈γὰρ〉 ἑνὸς τῶν μερῶν ἀπολιμπανομένου ἀτελὲς τὸ ὅλον γίνεται3 (καὶ γὰρ χειρὸς ἀπούσης ἀτελὲς τὸ ὅλον σῶμά ἐστι), τὸν αὐτὸν τρόπον καὶ τοῦ θεωρητικοῦ ἀπόντος ἢ τοῦ πρακτικοῦ ἀτελής ἐστιν ἡ φιλοσοφία· δεῖ γὰρ τὸν τέλειον φιλόσοφον μὴ μόνον τῇ θεωρίᾳ κοσμεῖσθαι, ἀλλὰ καὶ τῇ πράξει ἐγκαλλωπίζεσθαι. Εἰ δέ τις εἴποι ‘καὶ εἰς τί ἐγένετο ἡ διαίρεσις; εἰς ὁμοιομερῆ ἢ εἰς ἀνομοιομερῆ;’ λέγομεν ὅτι εἰς ὁμοιομερῆ· καὶ γὰρ ταῦτα καὶ τῷ ὅλῳ καὶ ἀλλήλοις ὁμωνύμως λέγονται, ὅπερ ἴδιόν ἐστιν, ὡς εἴρηται, τῶν ὁμοιομερῶν.
然而,划分亦非作为从实体到偶性而产生的,因为哲学并不是实体;因为它是知识,而知识乃是一种性质和某种偶性。然而,划分亦非作为从偶性到实体而产生的,因为理论的部分与实践的部分并不是实体;因为它们自身也是知识;而正如所说过的,知识乃是一种性质和某种偶性。然而,划分亦非作为从偶性到偶性而产生的,因为正如我们在前文中指出的,在被称为从偶性到偶性的划分方式中,划分要么是作为从属到种,要么是作为从实体到实体。但对于理论的部分与实践的部分而言,正如已被表明的那样,划分既不可能作为从属到种而产生,亦不可能作为从实体到实体而产生;因为我们已经表明,哲学就其作为知识而言并非实体(一切知识都是性质和某种偶性),理论的部分与实践的部分就其自身也是知识而言亦非实体。 然而,划分亦非作为从整体到部分而产生的;因为这并非是对同质部分的划分,因为所谓的同质部分乃是既对彼此而言又对整体而言同名相称的事物,例如当我们把一条静脉切分成许多静脉时;因为这些细小的静脉既与整体一样被称为静脉,彼此之间亦同样被称为静脉;因为所有被切分出来的部分都被称为静脉。但在此处划分并非是对同质部分的划分,因为就整体而言它们固然同名相称(因为理论的部分确实与哲学同名相称,实践的部分亦同样如此),但对彼此而言它们却非同名相称;因为既非理论的部分被称为实践的,实践的部分亦不被称为理论的。然而,划分亦非是对异质部分的划分,因为所谓的异质部分乃是既不对整体而言亦不对彼此而言同名相称的事物,例如在头部的情形中;因为头部被划分为耳朵、鼻子和眼睛,而这些事物既不对整体同名相称(因为耳朵既不被称为头部,鼻子和眼睛亦不被称为头部),彼此之间亦非同名相称;因为耳朵既不被称为鼻子,鼻子亦不被称为眼睛。但在此处划分并非是对异质部分的划分,因为即便它们对彼此而言不是同名相称(因为理论的部分确实不被称为实践的,实践的部分亦不被称为理论的),但至少对整体而言它们是同名相称的;因为理论的部分确实与哲学同名而被称为哲学,实践的部分亦同样如此。 因此,剩下的只有说它们乃是作为源于一者之物而存在的;因为它们是源于哲学而被命名的;因为理论的部分确实源于哲学而被称为哲学,实践的部分亦同样如此。 然而,亚里士多德却说,这一划分乃是作为从整体到部分而产生的。而他说得很好;因为他确实说理论的部分与实践的部分乃是哲学的各部分;因为正如当诸部分之一缺失时整体便成为不完全的一样(因为当手缺失时整个身体便是不完全的),以同样的方式,当理论的部分缺失或实践的部分缺失时,哲学亦是不完全的;因为完全的哲学家不仅必须以观照修整自身,而且必须以行动美化自身。 如果有人说:“那么划分究竟是对何者的划分?是对同质部分的划分还是对异质部分的划分?”我们回答说是对同质部分的划分;因为这些事物确实既对整体而言又对彼此而言同名相称,而正如所说过的,这正是同质部分的固有属性。
- 23.0ὁμωνύμως
此处的 ὁμωνύμως(后接与格,意为“与……同名”)并非狭义技术意义上的“同名异义地”,而是简单地指“共享同一名称(被称为同一名字)”。它在此充当判定同质部分与异质部分的界定标准。
- 23.0λείπεται οὖν λέγειν ὅτι ὡς τὰ ἀφ’ ἑνός εἰσιν
不定词 λέγειν 作为非人称动词 λείπεται 的主语,并由 ὅτι 从句引出其内容。在 ὅτι 从句内部,省略了主语(哲学的两部分),ὡς τὰ ἀφ’ ἑνός(“作为源于一者之物”)与动词 εἰσιν 构成表语关系。
- 23.0ὥσπερ 〈γὰρ〉 ἑνὸς τῶν μερῶν ἀπολιμπανομένου ἀτελὲς τὸ ὅλον γίνεται
ἑνὸς τῶν μερῶν ἀπολιμπανομένου 是属格独立结构,表条件或时间(“当部分之一缺失时”)。后文以 τὸν αὐτὸν τρόπον καί 引出的 τοῦ θεωρητικοῦ ἀπόντος ἢ τοῦ πρακτικοῦ 构成结构对称的另一组属格独立结构。
