← 无敌的戴维

哲学导论

§68.21-69.35

哲学划分为理论与实践之诸方式的检视

作者辩证地检验了哲学被划分为理论与实践两部分为何既不属于从属到种、从种到个体,亦不属于从同名异义词到不同含义的划分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.0#1

Εἰπόντες τοὺς διαιρετικοὺς τρόπους, ἔλθωμεν καὶ εἴπωμεν κατὰ ποῖον τρόπον διαιρεῖται ἡ φιλοσοφία εἰς θεωρητικὸν καὶ πρακτικόν. ἰστέον ὅτι ἀπὸ γένους εἰς εἴδη οὐ δύναται διαιρεῖσθαι, ἐπειδὴ ἐν τοῖς ἀντιδιαιρουμένοις εἴδεσιν οὐκ ἔστι τὸ πρότερον καὶ ὕστερον· οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον, καὶ οὔτε τὸ λογικὸν πρότερον ἐγένετο οὔτε τὸ ἄλογον, ἀλλ’ ἅμα ἐγένοντο. εἰ δὲ ἐν τούτοις ἐστὶ τὸ πρότερον καὶ ὕστερον (πρότερον γάρ ἐστι τὸ θεωρητικὸν καὶ ὕστερον τὸ πρακτικόν· διὰ γὰρ τῆς θεωρίας καὶ τοῦ λόγου ἔρχεταί τις ἐπὶ τὴν πρᾶξιν καὶ ῥυθμίζει ἑαυτόν, ἐπεὶ εἰ μὴ τοῦτο γένηται, εὑρίσκεται ἡ πρᾶξις ἄλογος), δῆλον ὅτι οὐκ ἐγένετο ἡ διαίρεσις ὡς ἀπὸ γένους εἰς εἴδη.1 ἄλλως τε δὲ ἐν τοῖς ἀντιδιαιρουμένοις εἴδεσιν οὐ δεῖται τὸ ἕτερον τοῦ ἑτέρου πρὸς σύστασιν, οἷον τὸ λογικὸν οὐ δεῖται τοῦ ἀλόγου πρὸς σύστασιν οὔτε τὸ ἄλογον τοῦ λογικοῦ· εἰ δὲ τὸ πρακτικὸν δεῖται τοῦ θεωρητικοῦ πρὸς σύστασιν (δεῖται γὰρ τῆς θεωρίας τὸ πρακτικόν, δι’ ἧς ἑαυτόν τις ῥυθμίζει), δῆλον ὅτι οὐκ ἐγένετο ἡ διαίρεσις ὡς ἀπὸ γένους εἰς εἴδη. ἔτι δὲ ἐν τοῖς ἀντιδιαιρουμένοις εἴδεσιν οὐ θεωρεῖται τὸ ἕτερον ἐν τῷ ἑτέρῳ, οἷον ἐν τῷ λογικῷ οὐ θεωρεῖται τὸ ἄλογον οὔτε ἐν τῷ ἀλόγῳ τὸ λογικόν· εἰ ἄρα δὲ ἐν τῷ πρακτικῷ θεωρεῖται τὸ θεωρητικόν2 (ἡ γὰρ πρᾶξις διὰ τῆς θεωρίας γίνεται· μετὰ λόγου γὰρ ὑποτάττει 〈τις〉 τὰ πάθη καὶ οὐκ ἀλόγως), δῆλον ὅτι οὐκ ἐγένετο ἡ διαίρεσις ὡς ἀπὸ γένους εἰς εἴδη. ἔτι δὲ ἐν τοῖς ἀντιδιαιρουμένοις εἴδεσιν οὐδέποτε τὰ τέλη συνυπάρχουσιν· οἷον τέλος τοῦ μὲν λογικοῦ ἐστι τὸ κεχρῆσθαι λόγῳ τοῦ δὲ ἀλόγου τὸ μὴ κεχρῆσθαι λόγῳ, καὶ οὐχ ὑπάρχει οὔτε τὸ τέλος τοῦ λογικοῦ ἐν τῷ τέλει τοῦ ἀλόγου οὔτε τὸ τέλος τοῦ ἀλόγου ἐν τῷ τέλει τοῦ λογικοῦ· εἰ ἄρα δὲ τὸ τέλος τοῦ θεωρητικοῦ ἐμπεριέχεται ἐν τῷ τέλει τοῦ πρακτικοῦ, δῆλον ὅτι οὐκ ἐγένετο ἡ διαίρεσις ὡς ἀπὸ γένους εἰς εἴδη· καὶ γὰρ τέλος τοῦ μὲν θεωρητικοῦ ἐστιν ἡ ἀλήθεια (τοῦτο γὰρ βούλεται ὁ θεωρητικὸς τὸ γνῶναι τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν), τοῦ δὲ πρακτικοῦ τέλος ἐστὶ τὸ ἀγαθόν (τοῦτο γὰρ βούλεται ὁ πρακτικὸς τὸ κρατῆσαι τῶν παθῶν καὶ κοσμῆσαι ἑαυτόν, ὅπερ ἀγαθόν ἐστιν), τὸ δὲ ἀληθὲς ἐμπεριέχεται ἐν τῷ ἀγαθῷ· ἀγαθὸν γάρ ἐστι τὸ ἀληθές. ἀλλ’ οὔτε δὲ ὡς ἀπὸ εἴδους εἰς ἄτομα δύναται γενέσθαι ἡ διαίρεσις, ἐπειδὴ τὰ ἄτομα ἄπειρα καὶ ἀπερίληπτά εἰσιν (ὁ γὰρ καθόλου ἄνθρωπος διαιρεῖται εἰς πολλοὺς ἀνθρώπους), ταῦτα δὲ οὐκ εἰσιν ἄπειρα· δύο γὰρ μόνα εἰσίν· ἔστι γὰρ τὸ θεωρητικὸν καὶ πρακτικόν. ἄλλως τε δὲ τὰ ἄτομα δακτύλῳ δείκνυνται (τὸν γὰρ Σωκράτην δακτύλῳ τις δείκνυσι λέγων ὅτι οὗτός ἐστι), ταῦτα δὲ οὐ δείκνυνται δακτύλῳ· πῶς γάρ, ὅπου ἀσώματά εἰσιν;3 ἔτι δὲ τὰ ἄτομα οὐ τέμνονται (ὁ γὰρ Σωκράτης οὐχ ὡς ἄτομον τέμνεται ἀλλ’ ὡς ὅλον εἰς μέρη)· εἰ ἄρα δὲ ταῦτα τέμνονται (καὶ γὰρ καὶ τὸ θεωρητικὸν διαιρεῖται, ὡς ἐδείξαμεν, καὶ τὸ πρακτικόν, ὡς δειχθήσεται), δῆλον ὅτι οὐκ εἰσιν ἄτομα· οὐκ ἄρα οὖν ὡς ἀπὸ εἴδους εἰς ἄτομα ἐγένετο ἡ διαίρεσις. ἀλλ’ οὔτε δὲ ὡς ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα ἐγένετο ἡ διαίρεσις, ἐπειδὴ ἐν τοῖς ὁμωνύμοις οὐκ ἔστι τὸ πρότερον καὶ ὕστερον (οὐδὲ γὰρ λέγουσι τὸν ἀστρῷον κύνα πρὸ τοῦ χερσαίου εἶναι ἢ τὸν χερσαῖον πρὸ τοῦ θαλαττίου, ἀλλ’ ἅμα πάντας λέγουσι γενέσθαι)· εἰ δὲ ἐν τούτοις ἐστὶ τὸ πρότερον καὶ ὕστερον (πρότερον γάρ ἐστι τὸ θεωρητικὸν καὶ ὕστερον τὸ πρακτικόν· διὰ γὰρ τῆς θεωρίας ἔρχεταί τις ἐπὶ τὴν πρᾶξιν), δῆλον ὅτι οὐδὲ ὡς ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα ἐγένετο ἡ διαίρεσις.

在论述了各种划分方式之后,让我们进而说明哲学是按照何种方式被划分为理论部分与实践部分的。应当知道,它不可能作为从属到种被划分,因为在相互对分的各个种之间不存在先与后;例如,动物被划分为理性的与非理性的,既非理性的先产生,亦非非理性的先产生,而是同时产生的。但如果在这两者之中存在先与后——因为理论的是先而实践的是后;因为正是通过观相与理性,人方才走向行动并规整自身,因为如果这一步没有发生,行动就被发现是非理性的——,显而易见,这一划分并非作为从属到种而产生的。此外,在相互对分的各个种之间,一者无需另一者即可成立;例如,理性的无需非理性的即可成立,非理性的亦无需理性的;但如果实践的需要理论的方可成立——因为实践的需要观相,人正是通过观相来规整自身的——,显而易见,这一划分并非作为从属到种而产生的。再者,在相互对分的各个种之间,一者并不在另一者之中被考察;例如,在理性的之中不考察非理性的,在非理性的之中亦不考察理性的;那么,如果理论的在实践的之中被考察——因为行动是通过观相而产生的;因为人乃是带着理性顺服诸激情的,而非非理性地如此——,显而易见,这一划分并非作为从属到种而产生的。再者,在相互对分的各个种之间,目的绝不会共存;例如,理性的目的是运用理性,而非理性的目的是不运用理性,理性的目的既不存在于非理性的目的之中,非理性的目的亦不存在于理性的目的之中;那么,如果理论的目的被包含在实践的目的之中,显而易见,这一划分并非作为从属到种而产生的;因为理论的目的诚然是真理——因为理论之人所愿望的正是这一点,即认识存在者之中的真理——,而实践的目的乃是善——因为实践之人所愿望的正是这一点,即克制诸激情并修整自身,而这正是某种善——,但真者乃是被包含在善之中的;因为真者乃是一种善。 然而,划分亦不可能作为从种到个体而产生,因为各个个体是无限且不可界定的——因为普遍的人被划分为许多人——,而这些却不是无限的;因为只有两个;事实上有理论的部分与实践的部分。此外,个体可以用手指点出来——因为人用手指着苏格拉底说“这就是他”——,而这些是不能用手指点出来的;既然是非肉身的事物,又如何能被指出来呢?再者,个体是不被分割的——因为苏格拉底并非作为个体被分割,而是作为整体被分割为各个部分——;那么,如果这些被分割——因为正如我们所指出的,理论的部分被划分,而正如将要被指出的,实践的部分亦被划分——,显而易见它们便不是个体;因此,划分并非作为从种到个体而产生的。 然而,划分亦非作为从同名异义词到不同含义而产生的,因为在同名异义者之中不存在先与后——因为人们绝不会说天上的犬宿先于陆地上的犬,或者陆地上的犬先于海中的犬,而是说所有这些都是同时产生的——;但如果在这两者之中存在先与后——因为理论的是先而实践的是后;因为正是通过观相,人方才走向行动——,显而易见,划分亦非作为从同名异义词到不同含义而产生的。

语法注3 条
  1. 23.0εἰ δὲ ἐν τούτοις ἐστὶ τὸ πρότερον καὶ ὕστερον ... δῆλον ὅτι οὐκ ἐγένετο ἡ διαίρεσις ὡς ἀπὸ γένους εἰς εἴδη

    条件从句“εἰ δὲ ἐν τούτοις ἐστὶ ...”的主句在插入了较长的理由解释(“πρότερον γάρ ἐστι ...”)之后,接续于“δῆλον ὅτι ...”。这一“εἰ δὲ ... δῆλον ὅτι ...”的论证句式在本节后续对对分种各特征以及个体、同名异义词的反驳中被反复使用。

  2. 23.0εἰ ἄρα δὲ ἐν τῷ πρακτικῷ θεωρεῖται τὸ θεωρητικόν

    助词组合“εἰ ἄρα δέ”引出一个与前述普遍前提相对立的实际反证事实(“然而如果理论的实际上在实践的之中被考察”)。这一推论转换在下文的“εἰ ἄρα δὲ τὸ τέλος...”和“εἰ ἄρα δὲ ταῦτα τέμνονται...”中同样起着相同的作用。

  3. 23.0ὅπου ἀσώματά εἰσιν

    在修辞疑问句“πῶς γάρ”之后的连词“ὅπου”在此并非表示空间地点,而是表示原因或情况(“既然……”,“鉴于它们是非肉身的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:68.21-69.35