← 无敌的戴维

哲学导论

§58.28-60.8

理论哲学的顺位与数学的中介作用

阐明理论哲学三部分(物理学、数学、神学)的位次关系,论证数学作为中间环节联结物理学与神学的必然性,并就为何唯独数学被称为“可学的(数学的)”这一疑难给出了三条解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.0#2

τὸ δὲ μαθηματικὸν μέσον ἐστὶ τοῦ τε φυσιολογικοῦ καὶ θεολογικοῦ ὡς καὶ τῶν δύο μετέχον· καὶ γὰρ ἔνυλόν ἐστιν ὁμοίως τῷ φυσιολογικῷ καὶ ἄυλον ὁμοίως τῷ θεολογικῷ· ὡς εἴρηται γάρ, τὸ μαθηματικὸν τῇ μὲν ὑποστάσει ἔνυλόν ἐστι τῇ δὲ ἐπινοίᾳ ἄυλον. τὸ δὲ θεολογικὸν ἐξ ἀνάγκης ὕστερόν ἐστιν· οὐδὲ γὰρ δύναται εἶναι μετὰ τὸ φυσιολογικόν, ἐπειδὴ οὐ δεῖ ἀπὸ τῶν πάντῃ ἐνύλων εὐθέως ἐπὶ τὰ πάντῃ ἄυλα ἔρχεσθαι, ἐπεὶ πάσχομεν ὃ πάσχουσιν1 οἱ πολὺν χρόνον ἐν σκότει διάγοντες καὶ εὐθὺς πρὸς τὸν ἥλιον θεωροῦντες· οἱ γὰρ πολὺν χρόνον ἐν σκότει διατρίβοντες καὶ εὐθέως εἰς τὸν ἥλιον θεωροῦντες ἀποτυφλοῦνται. οὕτως οὖν οὐ δεῖ ἀπὸ τῶν πάντῃ ἐνύλων εὐθέως ἐπὶ τὰ πάντῃ ἄυλα ἔρχεσθαι· οὕτω γὰρ αἰνιττομένη ἡ ποίησις λέγει περὶ Ὤτου καὶ Ἐφιάλτου ταῦτα· Ὄσσαν ἐπ’ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ’ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον, ἵν’ οὐρανὸς ἀμβατὸς εἴη. καὶ κατὰ μὲν τὸ φαινόμενον τοῦτο λέγει ὅτι ὁ Ὦτος καὶ ὁ Ἐφιάλτης ἠθέλησαν θεῖναι ὄρη ἐπάνω ἀλλήλων, βουλόμενοι μηχανήσασθαι τὴν εἰς οὐρανὸν ἄνοδον, ἀλληγορικῶς δὲ νοούμενα ταῦτα δηλοῦσιν ὅτι ἐκεῖνοι εὐθέως ἀπὸ τῶν φυσικῶν καὶ πάντῃ ἐνύλων πραγμάτων ἐπὶ τὴν γνῶσιν τῶν θείων ἠβουλήθησαν ἐπιπηδῆσαι. ἀπὸ οὖν τοῦ μαθηματικοῦ δεῖ ἐπὶ τὰ θεολογικὰ ἔρχεσθαι. ὅτι δὲ τοῦτο ἀληθές ἐστιν, δηλοῖ ὁ Πλάτων περὶ τοῦ μαθηματικοῦ διαλεγόμενος καὶ λέγων ὅτι ‘αὕτη ὁδός, ταῦτα μαθήματα, εἴτε ῥᾴδια εἴτε χαλεπά, ταύτῃ ἰτέον, ἀμελεῖν δὲ οὐ δεῖ’, τοῦτ’ ἔστιν ὅτι ὁδῷ κεχρημένους τοῖς μαθήμασι διὰ τούτων δεῖ βαδίσαι2 ἐπὶ τὰ θεολογικά. καὶ ὁ Πλωτῖνος δὲ τοῦτο δηλοῖ λέγων ‘παραδοτέον δὲ τοῖς νέοις τὰ μαθήματα πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως, δι’ ὧν τὴν ἀσώματον φύσιν γινώσκουσιν.’ ἰστέον δὲ ὅτι ἐοίκασι τὰ μαθηματικὰ κλίμακι καὶ γεφύρᾳ· ὥσπερ γὰρ ἐν τῇ κλίμακι ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω ἐρχόμεθα καὶ ἐν τῇ γεφύρᾳ δὲ ἀπὸ τοῦδε τοῦ μέρους εἰς τὸ ἐξ ἐναντίας μέρος ἐρχόμεθα, οὕτω καὶ διὰ τοῦ μαθηματικοῦ ἐπὶ τὸ θεολογικὸν ἐρχόμεθα· καὶ γὰρ συμβάλλεται τὸ μαθηματικὸν εἰς τὴν εἴδησιν τοῦ θεολογικοῦ. ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες· εἰ ἄρα οὐ μόνον τὸ μαθηματικὸν μανθάνεται ἀλλὰ καὶ τὸ φυσιολογικὸν καὶ τὸ θεολογικόν, διὰ τί τοῦτο μόνον λέγεται μαθηματικὸν καὶ μὴ κἀκεῖνα λέγονται μαθηματικά; καὶ ἐπιλύονται λέγοντες ὅτι τὸ φυσιολογικὸν οὐ δύναται λέγεσθαι μαθηματικόν, ἐπειδὴ τοῦτο πάντῃ ἔνυλον ὂν καὶ ἀεὶ ἐν ῥοῇ καὶ ἀπορροῇ ὂν καὶ ἄλλοτε ἄλλως ἔχον οὐχ ὑποπίπτει ἀκριβεῖ γνώσει, ἀλλὰ τυχὸν σήμερον μὲν τοιῶσδε γινώσκεται αὔριον δὲ τοιῶσδε διὰ τὸ ἄλλως ἔχειν. ἀλλ’ οὔτε δὲ τὸ θεολογικὸν δύναται λέγεσθαι μαθηματικόν, ἐπειδὴ τὰ θεῖα ἅτε δὴ ἀόρατα ὄντα καὶ ἀκατάληπτα εἰκασμῷ μᾶλλον γινώσκονται ἤπερ ἀκριβεῖ γνώσει. ἐξ ἀνάγκης οὖν τοῦτο λέγεται μαθηματικὸν μόνον. ἄλλως τε δὲ διὰ τοῦτο αὐτὸ μόνον λέγεται μαθηματικόν, ἐπειδὴ αὐτὸ διδάσκει ἡμᾶς πῶς δεῖ μανθάνειν τὰ πράγματα· εἰ γὰρ καὶ ἐν τῇ λογικῇ τοῦτο διδάσκει ἡμᾶς ὁ Ἀριστοτέλης, ἀλλ’ οὖν ἐκ τοῦ μαθηματικοῦ ἔλαβε τὴν ἀφορμήν. ἔτι δέ, ὥς φασιν οἱ Πυθαγόρειοι, διὰ τοῦτο μόνον λέγεται μαθηματικόν, ἐπειδὴ ἐν τῇ διανοίᾳ ἔχει τὴν ὕπαρξιν· μόνη γὰρ ἡ διάνοια μανθάνει· ὁ γὰρ νοῦς ἁπλῇ προσβολῇ πάντα γινώσκει. ταῦτα ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις.3

另一方面,数学部分处于物理学部分与神学部分之间,因为它兼具二者;因为正如物理学部分一样它是有质料的,正如神学部分一样它是无质料的;因为如前所述,数学部分在实在上是有质料的,但在观念上是无质料的。而神学部分必然是处在最后;因为它不能紧接在物理学部分之后,既然不应当直接从全然有质料的事物进到全然无质料的事物,否则我们就会遭受那些长期处在黑暗中而立刻直视太阳的人所遭受的苦难;因为长期逗留在黑暗中而立刻直视太阳的人会被炫目致盲。因此,正像这样,不应当直接从全然有质料的事物进到全然无质料的事物;因为诗歌也这样隐晦地谈及俄托斯与厄菲阿尔忒斯道:“他们渴望将奥萨山置于奥林匹斯山上,又将枝叶摇曳的珀利翁山置于奥萨山上,以使上天可以攀登。”而就表面字义而言,这是说俄托斯与厄菲阿尔忒斯企图将诸山堆叠在彼此之上,想要设计出登天之路;但若以寓意理解,这些话表明他们企图直接从物理学的、全然有质料的事物跳跃到对神圣事物的认识。因此,应当从数学部分进到神学部分。柏拉图在讨论数学部分时也表明了这一点是真实的,他说:“这是道路,这些是学习课题,无论平易还是艰难,都必须沿此路前行,决不可懈怠”;这就是说,将这些课题当作道路来使用,必须通过它们走向神学事物。普罗提诺也表明了这一点,他说:“应当将这些学业传授给年轻人,以使他们习惯于非肉体的本性,并通过这些课题认识非肉体的本性。”并且须知,数学事物宛如梯子与桥梁;因为正如在梯子上我们从低处走向高处,在桥梁上我们从此岸走向对岸,同样地,通过数学部分我们也走向神学部分;因为数学部分对神学部分的认知确有助益。关于这些就谈到这里。 然而有人提出疑难说:如果不仅数学事物是被学习(被习得)的,而且物理学事物与神学事物也是被学习的,为何唯独这一部分被称为数学的(可学的),而那些部分不被称为数学的呢?他们化解说:物理学部分不能被称为数学的,因为它是全然有质料的,永远处在流变与流失之中,且时常变异,因而不属于确切认识的范围,而是今天碰巧被如此认识,明天又因其发生变化而被彼样认识。另一方面,神学部分也不能被称为数学的,因为神圣事物既然不可见且难以把握,更多是凭猜测而非凭确切认识而被认知的。因此必然地,唯独这一部分被称为数学的。此外,唯独它自身被称为数学的,也是由于这个缘故:因为它教导我们应当如何学习诸事物;因为即使亚里士多德在逻辑学中教导我们这一点,但他终究是从数学部分获得了出发点。再者,正如毕达哥拉斯派所言,唯独它被称为数学的,是因为它在推论思维中拥有其实在;因为唯独推论思维在学习;而理智则以单一直观认识一切事物。以上这些就是托神之庇佑本讲所包含的内容。

语法注3 条
  1. 20.0ἐπεὶ πάσχομεν ὃ πάσχουσιν

    ἐπεί 在此处紧跟前文的否定性要求(οὐ δεῖ... ἔρχεσθαι),具有“否则”、“若不然则”之意,引出违反该规则所导致的后果。主句动词 πάσχομεν 的宾语是由关系代词 ὅ 所引导的名词性从句 ὃ πάσχουσιν οἱ...。

  2. 20.0ὁδῷ κεχρημένους τοῖς μαθήμασι διὰ τούτων δεῖ βαδίσαι

    由非人称动词 δεῖ 所统辖的不定词 βαδίσαι,其逻辑主语由宾格分词短语 ὁδῷ κεχρημένους([人们]将课业作为道路来使用)充当。分词 κεχρημένους 支配与格名词 τοῖς μαθήμασι,ὁδῷ 则作补足性的述语(“作为道路”)。

  3. 20.0ταῦτα ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις

    此句为讲义(πρᾶξις)结尾处的惯用结语。它构成长句省略形式,省略了系词及表示结束的动词(即 ταῦτα [ἐστὶν] ἐν οἷς [συντελεῖται] σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις,“这些就是托神之庇佑本讲所完结之处”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:58.28-60.8