← 无敌的戴维

哲学导论

§57.9-58.28

理论哲学的划分与亚里士多德的三分法

大卫论述了理论哲学的细分,指出了将数学视作预备练习的柏拉图与确立三分法(物理学、数学、神学)的亚里士多德之间的分歧,进而依据存在之物在实在与观念中的质料性状态论证了亚里士多德的三分法,并说明了物理学为何居于首位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.0#1

Ἐπειδὴ τὴν φιλοσοφίαν εἰς θεωρητικὸν καὶ πρακτικὸν διείλομεν, ἕκαστον δὲ τούτων τῶν διαιρεθέντων σκελῶν ὑποδιαιρεῖται, ἔλθωμεν καὶ ὑποδιέλωμεν1 αὐτά. ἀλλὰ πρῶτον τὸ θεωρητικὸν ὑποδιέλωμεν· καὶ γὰρ τοῦτο δοκεῖ τιμιώτερον εἶναι τοῦ πρακτικοῦ, ἐπειδὴ τῷ μὲν θεωρητικῷ πάντα τὰ ὄντα ὑπόκεινται πρὸς γνῶσιν, τῷ δὲ πρακτικῷ μόναι αἱ ἀνθρώπιναι ψυχαί· μόνας γὰρ τὰς ἀνθρωπίνας ψυχὰς κοσμεῖ, οὐ μὴν καὶ τὰς τῶν ἀλόγων. ἰστέον δὲ ὅτι ἄλλως ὁ Πλάτων τὸ θεωρητικὸν διαιρεῖ καὶ ἄλλως ὁ Ἀριστοτέλης· καὶ γὰρ ὁ Πλάτων ὑποδιαιρεῖ τὸ θεωρητικὸν εἰς φυσιολογικὸν καὶ θεολογικόν, τὸ δὲ μαθηματικὸν οὐκ ἠβούλετο μέρος εἶναι τῆς φιλοσοφίας ἀλλὰ προγύμνασμά τι, ὥσπερ ἡ γραμματικὴ καὶ ἡ ῥητορική, ὅθεν καὶ πρὸ τοῦ ἀκροατηρίου τοῦ οἰκείου ἐπέγραφεν “ἀγεωμέτρητος μηδεὶς εἰσίτω.” τοῦτο δὲ ἐπέγραφεν, ἐπειδὴ εἰς τὰ πολλὰ ὁ Πλάτων θεολογεῖ καὶ περὶ θεολογίαν καταγίνεται, συμβάλλεται δὲ εἰς εἴδησιν τῆς θεολογίας τὸ μαθηματικόν, οὗτινος μέρος ἐστὶν ἡ γεωμετρία. ὁ δὲ Ἀριστοτέλης ὑποδιαιρεῖ τὸ θεωρητικὸν εἰς φυσιολογικόν, μαθηματικόν, θεολογικόν· καὶ γὰρ τὸ μαθηματικὸν μέρος τῆς φιλοσοφίας ἐδόξασε· καὶ αὐτὸ γὰρ ἐπιστήμη ἐστί. ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δὲ ζητῆσαι διὰ τί εἰς τρία ὑποδιαιρεῖται τὸ θεωρητικόν, τοῦτ’ ἔστιν εἰς φυσιολογικόν, μαθηματικόν, θεολογικόν. καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τῷ θεωρητικῷ πάντα τὰ ὄντα ὑπόκεινται πρὸς γνῶσιν, τὰ δὲ ὄντα τριττά ἐστιν· ἢ γὰρ καὶ τῇ ὑποστάσει καὶ τῇ ἐπινοίᾳ2 ἔνυλά εἰσιν ὥσπερ ξύλον, λίθος, ὀστοῦν (ταῦτα γὰρ καὶ τῇ ὑποστάσει ἔνυλά εἰσι καὶ τῇ ἐπινοίᾳ· οὐδὲ γὰρ δύναταί τις ξύλον ἢ λίθον ἢ ὀστοῦν ἐπινοῆσαι ἄυλον), ἢ καὶ τῇ ὑποστάσει καὶ τῇ ἐπινοίᾳ ἄυλά εἰσιν ὥσπερ ἄγγελος, θεός, ψυχὴ ἡ ἄνευ σώματος οὖσα (ταῦτα γὰρ καὶ τῇ ὑποστάσει ἄυλά εἰσι καὶ τῇ ἐπινοίᾳ· οὐδὲ γὰρ δύναταί τις ἐπινοῆσαι θεὸν ἢ ἄγγελον ἢ ψυχὴν ἄνευ σώματος οὖσαν ἔνυλον), ἢ τῇ μὲν ὑποστάσει ἔνυλά εἰσι τῇ δὲ ἐπινοίᾳ ἄυλα ὥσπερ τὰ σχήματα· καὶ γὰρ ταῦτα τῇ μὲν ὑποστάσει ἔνυλά εἰσιν (οὐδὲ γὰρ δύναται τρίγωνον ἢ τετράγωνον ἤ τι τοιοῦτον σχῆμα ἄνευ ὕλης συστῆναι· ἢ γὰρ ἐν ξύλῳ ἔχει τὴν ὕπαρξιν ἢ ἐν λίθῳ ἢ ἐν χαλκῷ ἢ ἔν τινι τοιούτῳ), τῇ δὲ ἐπινοίᾳ ἄυλά εἰσι· καὶ γὰρ ἡνίκα τις φαντάζεται καὶ ἀναπολεῖ τὸ σχῆμα αὐτὸ καθ’ ἑαυτό, ἀνατυποῖ αὐτὸ ἐν τῇ οἰκείᾳ διανοίᾳ· ὥσπερ γὰρ ὁ κηρὸς ἀναματτόμενος τὴν σφραγῖδα ἐκ τοῦ δακτυλίου αὐτὴν μόνην τὴν σφραγῖδα ἀναμάττεται,3 οὐ μὴν ἀφαιρεῖταί τι ἐκ τοῦ δακτυλίου, τὸν αὐτὸν τρόπον καὶ ἡ διάνοια φανταζομένη τὰ σχήματα οὐκ ἀφαιρεῖταί τι ἐκ τῆς ὕλης, ἀλλ’ αὐτὸ μόνον τὸ σχῆμα φαντάζεται καὶ διατυποῖ ἐν ἑαυτῇ. ἐπειδὴ οὖν τῷ θεωρητικῷ πάντα τὰ ὄντα ὑπόκεινται πρὸς γνῶσιν, τὰ δὲ ὄντα, ὡς εἴρηται, τριττά εἰσι, τούτου χάριν καὶ τὸ θεωρητικὸν εἰς τρία διαιρεῖται, εἰς φυσιολογικόν, μαθηματικόν, θεολογικόν. καὶ ἰστέον ὅτι τὸ μὲν φυσιολογικὸν καταγίνεται περὶ τὰ καὶ τῇ ὑποστάσει καὶ τῇ ἐπινοίᾳ ἔνυλα (ζητεῖ γὰρ περὶ τῶν τεσσάρων στοιχείων πῶς σύγκεινται), τὸ δὲ θεολογικὸν καταγίνεται περὶ τὰ καὶ τῇ ὑποστάσει καὶ τῇ ἐπινοίᾳ ἄυλα, τὸ δὲ μαθηματικὸν καταγίνεται περὶ τὰ τῇ μὲν ὑποστάσει ἔνυλα τῇ δὲ ἐπινοίᾳ ἄυλα. Τούτων οὖν οὕτως ἐχόντων ἔλθωμεν καὶ εἴπωμεν περὶ τῆς τάξεως αὐτῶν. ἰστέον ὅτι τὸ φυσιολογικὸν πρώτην ἔχει τάξιν ὡς σύντροφον καὶ πλησιάζον ἡμῖν, ἅτε δὴ πάντῃ ἔνυλον ὄν.

既然我们已将哲学区分为理论的部分与实践的部分,而这些被区分出来的各支又各自被进一步细分,那么就让我们着手来细分它们。但让我们先细分理论的部分;因为这部分似乎比实践的部分更为尊贵,既然对理论的部分而言,一切存在之物都作为认识的对象而居于其下,而对实践的部分而言,则只有人的灵魂居于其下;因为它只规整人的灵魂,却绝不规整无理性〔动物〕的灵魂。然而须知,柏拉图与亚里士多德对理论部分的区分是不同的;因为柏拉图将理论部分细分为物理学(自然学)的和神学的,并不希望数学部分成为哲学的一个组成部分,而只是某种预备练习,正如文法与修辞术一样,因此他也在自己的讲堂门前题写道:“未习几何者不得入内。”他之所以题写这句话,是因为柏拉图在大多数情况下进行神学探讨并致力于神学,而数学——几何学是其一部分——对神学的认知有所助益。而亚里士多德则将理论部分细分为物理学的、数学的和神学的;因为他认为数学部分也是哲学的一个组成部分;因为它本身也是一门科学。关于这些就谈到这里。然而值得探讨的是,为何理论部分要细分为三部分,即物理学的、数学的和神学的。可以给出这样一种辩护:对理论部分而言,一切存在之物都作为认识的对象而居于其下,而存在之物有三类:或者在实在与观念(思索)上都是有质料的,正如木、石、骨(因为这些在实在上与观念上都是有质料的;没有人能够把木、石或骨思索为无质料的);或者在实在与观念上都是无质料的,正如天使、神以及离体存在的灵魂(因为这些在实在与观念上都是无质料的;没有人能够把神、天使或离体存在的灵魂思索为有质料的);或者在实在上是有质料的,但在观念上是无质料的,正如诸图形。因为这些在实在上也是有质料的(因为无论三角形、四边形还是任何此类图形,离开质料都不能成立;它或者存在于木中,或者在石中,或者在青铜中,或者在某种此类事物中),但在观念上却是无质料的;因为当有人独自想象并思索图形本身时,他在自己的思想中将其构型。正如蜡从指环上印取印记时,仅仅印取印记本身,绝不从指环上剥除任何东西,以同样的方式,思想在想象诸图形时,也不从质料中剥除任何东西,而是仅在自身中想象并塑造图形本身。因此,既然对理论部分而言一切存在之物都作为认识的对象而居于其下,而如前所述,存在之物有三类,由于这个缘故,理论部分也被区分为三部分:物理学的、数学的和神学的。并且须知,物理学部分致力于在实在和观念上都有质料之物(因为它探究四元素是如何构成的),神学部分致力于在实在和观念上都无质料之物,而数学部分则致力于在实在上有质料但在观念上无质料之物。既然情况如此,就让我们接着来谈论它们的次序。须知,物理学部分拥有第一位次,因为它是天然与我们相伴且与我们相近的,毕竟它全然是有质料的。

语法注3 条
  1. 20.0ἔλθωμεν καὶ ὑποδιέλωμεν

    同为不定过去时虚拟语气的 ἔλθωμεν 与 ὑποδιέλωμεν 并列构成的劝诱句式。这是用于引出下一论题或过渡的程式化表达(“让我们着手来细分”)。

  2. 20.0τῇ ὑποστάσει καὶ τῇ ἐπινοίᾳ

    两个与格均为表示限定(或视角)的与格,意为“无论在实在(客观存在)方面,还是在观念(思索)方面”。

  3. 20.0ὥσπερ γὰρ ὁ κηρὸς ἀναματτόμενος τὴν σφραγῖδα ἐκ τοῦ δακτυλίου αὐτὴν μόνην τὴν σφραγῖδα ἀναμάττεται

    分词 ἀναματτόμενος 与主要动词 ἀναμάττεται 均为动词 ἀναμάσσω 的中动态,支配直接宾格补足语 τὴν σφραγῖδα(“将印记拓印到自身上”)。这与主句中的 διάνοια φανταζομένη τὰ σχήματα... διατυποῖ 形成严密的平行呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:57.9-58.28