- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:60.10-61.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫以理论哲学中的数学部分为题,提出应当考察的五个要点,并阐述了第一点(数学的四个物种)和第二点(为何是四种的理由)。他将数学所研究的“量”区分为连续量与离散量,并进一步将其细分为静止/运动以及自相/关系,从而推导出算术、音乐、几何学与天文学这四门数学物种的根据。
Διελόντες τὸ θεωρητικὸν εἰς φυσιολογικόν, μαθηματικόν, θεολογικόν, ἔλθωμεν καὶ ἕκαστον τούτων διέλωμεν. ἀλλ’ ἐπειδὴ ἡ διαίρεσις τοῦ φυσιολογικοῦ καὶ θεολογικοῦ πολυσχιδής ἐστι καὶ μείζονος ἀκροάσεως δέεται, ταύτην ταῖς μείζοσι πραγματείαις παραπέμψωμεν,1 ἔλθωμεν δὲ νῦν καὶ τὴν διαίρεσιν τοῦ μαθηματικοῦ εἴπωμεν τὴν σαφεστέραν· ἔστι γὰρ καὶ ἄλλη πολυσχιδής, ἥτις ἐν ταῖς μεγάλαις πραγματείαις λεχθήσεται, πλὴν καὶ ἡ λεχθησομένη διαίρεσις ἀκριβῶς ἔχει. ἰστέον ὅτι πέντε κεφάλαια ἔχομεν περὶ τοῦ μαθηματικοῦ εἰπεῖν, καὶ ἔστι πρῶτον κεφάλαιον ἐν ᾧ λέγομεν πόσα καὶ ποῖά εἰσι τὰ εἴδη τοῦ μαθηματικοῦ, δεύτερον δὲ ἐν ᾧ λέγομεν διὰ τί τοσαῦτά εἰσι, τρίτον ἐν ᾧ λέγομεν τὴν τάξιν αὐτῶν, τέταρτον ἐν ᾧ λέγομεν τίνων εἰσὶν εὑρέματα, πέμπτον δὲ ἐν ᾧ λέγομεν τίνα παράκειται τοῖς τοιούτοις εἴδεσιν. Ἔλθωμεν οὖν ἐπὶ τὸ πρῶτον καὶ εἴπωμεν πόσα καὶ ποῖά εἰσιν εἴδη τοῦ μαθηματικοῦ. ἰστέον οὖν ὅτι τέσσαρά εἰσιν εἴδη τοῦ μαθηματικοῦ, ἀριθμητική, μουσική, γεωμετρία, ἀστρονομία. ἔλθωμεν δὲ καὶ ἐπὶ τὸ δεύτερον καὶ εἴπωμεν διὰ τί τοσαῦτα εἴδη εἰσὶ τοῦ μαθηματικοῦ. ἰστέον ὅτι τὸ μαθηματικὸν περὶ τὸ ποσὸν καταγίνεται· ἢ γὰρ περὶ τοὺς ἀριθμοὺς καταγίνεται ὥσπερ ἡ ἀριθμητική (τοῦτο δὲ ποσόν ἐστιν), ἢ περὶ τὰς σχέσεις τῶν φθόγγων ὥσπερ ἡ μουσική (καὶ τοῦτο δὲ ποσόν ἐστι· ζητεῖ γὰρ ποῖα τὸν διπλάσιον λόγον ἔχουσι καὶ ποῖα τὸν ἐν ἡμιολίῳ), ἢ περὶ τὰ διαστήματα τῆς γῆς καταγίνεται ὥσπερ ἡ γεωμετρία (καὶ τοῦτο δὲ ποσόν ἐστιν), ἢ περὶ τὰς κινήσεις τῶν οὐρανίων σωμάτων καταγίνεται ὥσπερ ἡ ἀστρονομία· καὶ τοῦτο δὲ ποσόν ἐστιν· ἔχουσι γάρ τινα διαστήματα. τούτων οὖν οὕτως ἐχόντων καὶ γνωσθέντων ὅτι τὰ μαθηματικὰ περὶ τὸ ποσὸν καταγίνεται, δεῖ γινώσκειν ὅτι τὸ ποσὸν διττόν ἐστιν· ἢ γὰρ συνεχές ἐστιν ἢ διωρισμένον. καὶ συνεχὲς μὲν ποσόν ἐστιν οὗ τὰ μόρια εἰς ἕνα ὅρον συνάπτονται, ὥσπερ ἐπὶ τοῦ τοίχου· οὗτος γὰρ συνεχὲς ποσόν ἐστι· καὶ γὰρ ἐὰν τέμῃς τοῦτον δυνάμει εἰς πολλοὺς τόμους, πάντα τὰ μόρια τὰ τμηθέντα εἰς ἕνα ὅρον συνάπτονται· καὶ γὰρ τοῦτο τὸ τμῆμα μετὰ τοῦ ἄλλου συνημμένον ἐστὶ διὰ τῆς γραμμῆς τῆς νοητῶς παραληφθείσης ἐν τῷ γενέσθαι τὴν τομήν· καὶ γὰρ τῆς γραμμῆς τῆς δυνάμει τὴν τομὴν ποιησάσης μεταξὺ οὔσης τῶν δυνάμει τμηθέντων2 εὑρίσκεται τόδε τὸ μέρος συναπτόμενον τῇ γραμμῇ καὶ τὸ ἄλλο τῇ γραμμῇ ὁμοίως καὶ διὰ τῆς γραμμῆς συνάπτονται ἀλλήλοις· δυνάμει γὰρ τῇ τομῇ καθυπεβλήθησαν, οὐ μὴν ἐνεργείᾳ, ἵνα καὶ διαχωρισθῶσιν ἀλλήλων. διωρισμένον δὲ ποσόν ἐστι τὸ διακεχωρισμένον καὶ μὴ ἔχον τι μεταξὺ τὸ ὀφεῖλον συνάφειαν ποιήσασθαι τοῦδε πρὸς τόδε, ὡς ἐπὶ τῶν ἀριθμῶν· καὶ γὰρ ὁ δέκα ἀριθμὸς διακεχωρισμένος ἐστίν· εἴτε γὰρ ἀπὸ μονάδων λάβῃς αὐτὸν συγκείμενον εἴτε ἀπὸ τοῦ πέντε καὶ τοῦ πέντε, οὐκ ἔχει ἄλλον ἀριθμὸν μεταξὺ τὸν ὀφείλοντα συνάφειαν τοῦδε τοῦ ἀριθμοῦ ποιήσασθαι πρὸς τόνδε·3 ἐὰν γὰρ προσλάβῃ ἕτερον ἀριθμόν, εὑρίσκεται ἐκπίπτων τοῦ δέκα μείζων γενόμενος. καὶ τούτων δὲ ἑκάτερον διττόν ἐστι· καὶ γὰρ καὶ τὸ διωρισμένον ποσὸν διττόν ἐστι· τὸ μὲν γάρ ἐστι καθ’ ἑαυτό, τὸ δὲ κατὰ σχέσιν. καὶ καθ’ ἑαυτὸ μέν, ὡς ὅταν τοὺς ἀριθμοὺς αὐτοὺς καθ’ ἑαυτοὺς λάβωμεν, οἷον ὡς ὅταν τὸν δέκα αὐτὸν καθ’ ἑαυτὸν λάβωμεν καὶ μὴ ἐξετάσωμεν αὐτὸν πρὸς ἄλλον ἀριθμόν. κατὰ σχέσιν δέ, ὡς ὅταν τόνδε τὸν ἀριθμὸν ἐξετάσωμεν πρὸς τόνδε, οἷον ὡς ὅταν τὸν δέκα ἐξετάσωμεν πρὸς τὸν πέντε λέγοντες ὅτι ὁ δέκα διπλάσιον λόγον ἔχει πρὸς τὸν πέντε. καὶ πάλιν τὸ συνεχὲς ποσὸν διττόν ἐστι· τὸ μὲν γὰρ ἀκίνητόν ἐστι, τὸ δὲ κινητόν. καὶ ἀκίνητον μὲν ὥσπερ ἡ γῆ (αὕτη γὰρ ἀκίνητός ἐστιν· οὐδὲ γὰρ ἀπέρχεται ἐκ τοῦδε τοῦ τόπου εἰς τόνδε τὸν τόπον), κινητὸν δὲ ὥσπερ ὁ οὐρανός· οὗτος γὰρ ἀεὶ κινεῖται. τούτων οὖν οὕτως ἐχόντων ἐπειδὴ τὸ μαθηματικὸν περὶ τὸ ποσὸν καταγίνεται, τὸ δὲ ποσόν, ὡς εἴρηται, διττόν ἐστιν (ἢ γὰρ συνεχές ἐστιν ἢ διωρισμένον), ἑκάτερον δὲ τούτων διττόν ἐστιν (ἔστι γὰρ ποσὸν διωρισμένον καθ’ ἑαυτὸ καὶ ποσὸν διωρισμένον κατὰ σχέσιν καὶ ποσὸν συνεχὲς ἀκίνητον καὶ ποσὸν συνεχὲς κινούμενον), τούτου χάριν πρὸς ἀναλογίαν τῶν τεσσάρων τούτων τῶν συναγομένων ἐκ τοῦ ποσοῦ τοῦ τε διωρισμένου καὶ τοῦ συνεχοῦς τέσσαρά εἰσι τὰ εἴδη τοῦ μαθηματικοῦ, οἷον ἀριθμητική, μουσική, γεωμετρία, ἀστρονομία.
我们既然已将理论部分区分为物理学部分、数学部分和神学部分,就让我们进而对这每一部分也进行区分。但由于物理学部分与神学部分的区分是多方面的,且需要更为宏大的讲课[详尽的听讲],就让我们把这区分留待更宏大的专论去处理,而现在进而阐述关于数学部分的更为明晰的区分;因为虽然另有一种多方面的区分将在那些大型专论中被阐述,然而即将被阐述的这一区分也是严密的。须知关于数学部分我们有五个要点要阐述:第一个要点是我们在其中阐述数学部分的物种有多少以及是哪样的,第二个是我们在其中阐述为何有如此之多,第三个是我们在其中阐述它们的序列,第四个是我们在其中阐述它们是谁的发现,第五个则是我们在其中阐述有哪些事物附随于[毗连于]这类物种。 因此,让我们来到第一点,阐述数学部分的物种有多少以及是哪样的。须知数学部分的物种有四个:算术、音乐、几何学、天文学。让我们也进而来到第二点,阐述为何数学部分的物种有如此之多。须知数学部分是围绕着量而展开的;因为它要么围绕着数而展开,如同算术一样(而这是量);要么围绕着声音的关系而展开,如同音乐一样(这也是量;因为它探究哪些具有二倍比,哪些具有一又二分之一比);要么围绕着大地的距离尺度而展开,如同几何学一样(这也是量);要么围绕着天体的运动而展开,如同天文学一样;而这也是量;因为它们具有一定的距离尺度。既然这些情况如此,并且人们已经认识到数学事物是围绕着量而展开的,就必须知晓量是双重的:因为它要么是连续的,要么是离散的。连续的量是其各部分在一个界限处相接合的量,正如在墙体上所见到的那样;因为这是一连续的量;因为即使你潜在地将它切分为许多切片,所有被切分的部分也都在一个界限处相接合;因为这一切片通过在发生切分时观念上所摄取的线而与另一切片相接合;因为由于在潜在中造成切分的线存在于潜在被切分的部分之间,此一部分被发现与这条线相接合,另一部分同样与这条线相接合,并且通过这条线它们彼此相接合;因为它们是在潜在中服从于切分,决不是在现实中〔服从于切分〕以致它们也会彼此相分离。另一方面,离散的量是已被分离的、且不具有应当使此物与彼物产生接合的中间之物的量,正如在诸数上所见到的那样;因为十这个数是已被分离的;因为无论你将它把握为由单子构成的,还是把握为由五和五构成的,它都不具有应当使这个数与那个数产生接合的另一个中间的数;因为如果它再吸收另一个数,就会因变得更大而被发现脱离了十。并且这两者之中的每一者也是双重的:因为离散的量也是双重的;一种是就其自身而言的,另一种是就关系而言的。就其自身而言的,如同当我们把握数本身就其自身而言时那样,例如当我们把握十本身就其自身而言而不将它对照于另一个数来加以考察时那样。就关系而言的,如同当我们对照于那个数来考察这个数时那样,例如当我们对照于五来考察十并说十对五具有二倍比时那样。再者,连续的量也是双重的;因为一种是静止不动的,另一种则是运动的。静止不动的如同大地(因为这是静止不动的;因为它不会从这个地方离开到那个地方),运动的则如同天空;因为天空永远在运动。因此,既然这些情况如此,数学部分是围绕着量而展开的,而如前所述量又是双重的(因为它要么是连续的,要么是离散的),且这两者之中的每一者也是双重的(因为有就其自身而言的离散量、就关系而言的离散量、静止不动的连续量以及运动的连续量),由于这个缘故,依照从离散量与连续量中推导出来的这四种事物的对应比例,数学部分的物种有四个,即算术、音乐、几何学、天文学。
- 21.0ἐπειδὴ ἡ διαίρεσις τοῦ φυσιολογικοῦ καὶ θεολογικοῦ πολυσχιδής ἐστι καὶ μείζονος ἀκροάσεως δέεται, ταύτην ταῖς μείζοσι πραγματείαις παραπέμψωμεν
主句谓语动词 παραπέμψωμεν 是劝勉虚拟语气,ἐπειδή 引导的原因从句说明其缘由。指示代词 ταύτην 指代前文的名词短语 ἡ διαίρεσις τοῦ φυσιολογικοῦ καὶ θεολογικοῦ,充当动词 παραπέμπω(交付、留待)的直接宾语,ταῖς μείζοσι πραγματείαις 为与格,表示交付的对象或领域。
- 21.0τῆς γραμμῆς τῆς δυνάμει τὴν τομὴν ποιησάσης μεταξὺ οὔσης τῶν δυνάμει τμηθέντων
短语 τῆς γραμμῆς ... μεταξὺ οὔσης τῶν δυνάμει τμηθέντων 构成独立属格结构。τῆς ... ποιησάσης 是限定修饰 τῆς γραμμῆς 的定语分词,而 οὔσης 是独立属格中的表语分词。整个独立属格句为后文的主句(εὑρίσκεται τόδε τὸ μέρος...)提供了原因或前提条件。
- 21.0οὐκ ἔχει ἄλλον ἀριθμὸν μεταξὺ τὸν ὀφείλοντα συνάφειαν τοῦδε τοῦ ἀριθμοῦ ποιήσασθαι πρὸς τόνδε
ἄλλον ἀριθμόν 是动词 ἔχει 的直接宾语,μεταξύ 作副词修饰(“在……之间”)。带有冠词的分词 τὸν ὀφείλοντα 作定语修饰 ἄλλον ἀριθμόν,并支配补充不定式 ποιήσασθαι(“应当建立接合的[数]”)。τοῦδε τοῦ ἀριθμοῦ 为属格,说明接合的所属对象,πρὸς τόνδε 介词短语则表示接合的对向。
