← 无敌的戴维

哲学导论

§55.36-57.7

理论与实践哲学的划分原因及二者优劣比较

大卫阐明了哲学划分为理论与实践的第二和第三个原因(对神的同化,以及对灵魂认知能力与生命能力的修饰),随后比较了这两个部分的优劣,指出理论部分在主体对象上占优,而实践部分在目的上因善比真理更为包容而占优。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.0#2

ἐπειδὴ οὖν ἡ φιλοσοφία ὁμοίωσίς ἐστι θεῷ, διττὰς δὲ δυνάμεις ἔχει τὸ θεῖον, τὰς μὲν θεωρητικὰς τὰς δὲ πρακτικάς (καὶ θεωρητικὰς μὲν καθὸ γινώσκει πάντα, πρακτικὰς δὲ καθὸ πάντα δημιουργεῖ), τούτου χάριν καὶ ἡ φιλοσοφία εἰς δύο διαιρεῖται, τοῦτ’ ἔστιν εἰς θεωρητικὸν καὶ πρακτικόν. καὶ διὰ μὲν τοῦ θεωρητικοῦ μιμεῖται τὰς θεωρητικὰς καὶ γνωστικὰς δυνάμεις τοῦ θεοῦ (διὰ γὰρ τούτων πάντα γινώσκει τὰ ὄντα), διὰ δὲ τοῦ πρακτικοῦ μιμεῖται τὰς πρακτικὰς δυνάμεις· διὰ γὰρ τούτων τῶν ἀτελεστέρων ψυχῶν προνοεῖται1 διὰ τὸ ἀπὸ τῆς ἀγνοίας ἐπὶ τὴν γνῶσιν αὐτὰς μεταφέρειν. τρίτη δὲ αἰτία ἐστὶν αὕτη· ἡ φιλοσοφία σκοπὸν ἔχει τὴν ψυχὴν κοσμῆσαι. ἐπειδὴ δὲ ἡ φιλοσοφία σκοπὸν ἔχει τὴν ψυχὴν κοσμῆσαι, διττὰς δὲ δυνάμεις ἔχει ἡ ψυχή, τὰς μὲν γνωστικὰς τὰς δὲ ζωτικάς, καὶ γνωστικὰς μὲν αἴσθησιν φαντασίαν δόξαν διάνοιαν καὶ νοῦν, περὶ ὧν ἀνωτέρω ἐμάθομεν, ζωτικὰς δὲ βούλησιν προαίρεσιν θυμὸν καὶ ἐπιθυμίαν, τούτου χάριν καὶ ἡ φιλοσοφία εἰς δύο διαιρεῖται, τοῦτ’ ἔστιν εἰς θεωρητικὸν καὶ πρακτικόν, ἵνα διὰ μὲν τοῦ θεωρητικοῦ τὰς γνωστικὰς δυνάμεις τῆς ψυχῆς κοσμήσῃ, διὰ δὲ τοῦ πρακτικοῦ τὰς ζωτικάς· καὶ γὰρ τὸ πρακτικὸν διδάσκει ἡμᾶς τὸ κρατεῖν τοῦ θυμοῦ καὶ μὴ ἐρᾶν τῶν μὴ προσηκόντων. Ταῦτα μὲν περὶ τοῦ εἰς δύο διαιρεῖσθαι τὴν φιλοσοφίαν, τοῦτ’ ἔστιν εἰς θεωρητικὸν καὶ πρακτικόν. ἰστέον δὲ ὅτι ἑκάτερον τούτων νικᾷ τὸ ἕτερον καὶ νικᾶται ὑπὸ τοῦ ἑτέρου· καὶ γὰρ τὸ θεωρητικὸν νικᾷ τὸ πρακτικὸν κατὰ τὸ ὑποκείμενον, ὅτι τῷ μὲν θεωρητικῷ πάντα τὰ ὄντα ὑπόκεινται πρὸς γνῶσιν τῷ δὲ πρακτικῷ μόναι αἱ ἀνθρώπιναι ψυχαί· μόνας γὰρ τὰς ἀνθρωπίνας ψυχὰς κοσμεῖ τὸ πρακτικόν, οὐ μὴν καὶ τὰς τῶν ἀλόγων, τὸ δὲ θεωρητικὸν καὶ τὰς τῶν ἀλόγων φύσεις ἐπίσταται. τὸ δὲ πρακτικὸν νικᾷ τὸ θεωρητικὸν κατὰ τὸ τέλος· τέλος μὲν γὰρ τοῦ θεωρητικοῦ ἡ ἀλήθεια, τοῦ δὲ πρακτικοῦ τέλος ἐστὶ τὸ ἀγαθόν· διὰ γὰρ τοῦ πρακτικοῦ κοσμεῖ τις τὸ οἰκεῖον ἦθος καὶ ἐκκόπτει τὰ πάθη (τοῦτο δὲ ἀγαθόν ἐστι), διὰ δὲ τοῦ θεωρητικοῦ θεωρεῖ τις τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν. τὸ δὲ ἀγαθὸν τιμιώτερόν ἐστι τοῦ ἀληθοῦς ὡς περιεκτικώτερον· καὶ γὰρ εἴ τι μὲν ἀληθές, τοῦτο καὶ ἀγαθόν, οὐκ εἴ τι δὲ ἀγαθόν, τοῦτο καὶ ἀληθές· ἔστι γὰρ ὅτε καὶ ψεῦδος ἀγαθόν, ὡς ἐπὶ τούτου τοῦ παραδείγματος· οἷον παρέθετό τίς τινι ξίφος σωφρονῶν καὶ ἐν καιρῷ μανίας ἦλθε θέλων λαβεῖν αὐτό, ἵνα ἄτοπά τινα διαπράξηται, ὁ δὲ γνοὺς ἠρνήσατο λέγων ‘οὐδὲν δέδωκάς μοι’ καὶ ἐψεύσατο, ἵνα μὴ ἐκεῖνος ἄτοπα πράξῃ λαβὼν τὸ ξίφος· καὶ ἰδοὺ ψεῦδος ἀγαθόν. καὶ πάλιν· λῃσταὶ κατεδίωκόν τινα, ἵνα αὐτὸν φονεύσωσιν, οἵτινες ὑπαντηθέντες τινὶ ἠρώτων περὶ τοῦ διωκομένου, ὁ δὲ καίπερ εἰδὼς ἠρνήσατο μὴ ἰδεῖν,2 καὶ ἐσώθη ὁ φεύγων· καὶ ἰδοὺ ψεῦδος ἀγαθόν.

那么,既然哲学是对神的同化,而神性具有双重的能力,一部分是理论的,一部分是实践的(理论的能力在于它认识所有事物,实践的能力在于它制作所有事物),因此哲学也被划分为二,亦即划分为理论的和实践的。通过理论的部分,哲学模仿神的理论和认知的诸能力(因为通过这些能力它认识一切存在之物),而通过实践的部分,它模仿实践的诸能力;因为通过这些能力,哲学通过把更不完满的灵魂从无知引向知识来对其施以关照。第三个原因是这样的:哲学以修饰灵魂为目标。既然哲学以修饰灵魂为目标,而灵魂具有双重的能力,一部分是认知的能力,一部分是生命的能力,并且认知的能力包括感觉、想象、判断、推论与理智(关于这些我们在上文已经学到),而生命的能力包括意愿、抉择、激愤与欲望,因此哲学也被划分为二,亦即划分为理论的和实践的,以便通过理论的部分修饰灵魂的认知能力,通过实践的部分修饰生命的能力;因为实践的部分教导我们克制激愤,并且不要渴望不当的事物。 关于哲学被划分为二——亦即划分为理论的和实践的——就谈这些。应当知道的是,这两者各自胜过另一者,又为另一者所胜;因为理论的部分在主体对象方面胜过实践的部分,原因在于对于理论的部分而言,一切存在之物都作为认识的对象而居于其下,而对于实践的部分而言,仅仅人类灵魂居于其下;因为实践的部分仅仅修饰人类灵魂,绝不修饰无理性者的灵魂,而理论的部分甚至通晓无理性者的本性。而实践的部分则在目的方面胜过理论的部分;因为理论的部分的目的乃是真理,而实践的部分的目的乃是善;因为通过实践的部分,人修饰自身的品性并铲除激情(而这是善的),而通过理论的部分,人观照存在诸事物中的真理。善比真理更为尊贵,因为它更具包容性;因为如果某物是真实的,它也是善的,但并非如果某物是善的,它就也是真实的;因为有时甚至谎言也是善的,正如在这个例子中:例如某人在清醒时把一把剑存放在另一人处,在发狂时前来想要取走它以做下荒唐之事,但后者察觉后予以否认,说“你什么也没有给过我”并且撒了谎,以免那人拿到剑后行荒唐之事;看哪,谎言是善的。又例如:强盗追赶某人想要杀死他,他们遇见某人并询问关于被追赶者的情况,而那人尽管知道,却否认见过他,逃亡者因此得救;看哪,谎言是善的。

语法注2 条
  1. 19.0διὰ γὰρ τούτων τῶν ἀτελεστέρων ψυχῶν προνοεῖται

    τούτων 是指代前文 τὰς πρακτικὰς δυνάμεις(实践诸能力)的阴性代词,由介词 διά 支配表示手段;而名词短语 τῶν ἀτελεστέρων ψυχῶν(更不完满的灵魂)则是动词 προνοεῖται(关照、关怀)所支配的宾格性属格对象。二者虽同为属格,但并非修饰与被修饰关系。

  2. 19.0ἠρνήσατο μὴ ἰδεῖν

    表示否认的动词 ἠρνήσατο 之后,不定式 ἰδεῖν 带有多余否定词 μή(即所谓连带/冗余否定词 μή)。该否定词并不构成双重否定以表达肯定,而是顺应否定动词的意义,意为“否认见过”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:55.36-57.7