← 无敌的戴维

哲学导论

§54.28-55.36

划分法的概念与哲学划分为理论和实践

作为第19讲的开篇,作者阐明了划分法的方法论功用,界定了划分、重划与细分的定义,并提出了哲学之所以被划分为理论与实践两部分的第一个原因(即二者皆植根于人类的本性)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.0#1

Ἐπειδὴ διὰ τῶν ὁρισμῶν ὡς ἕν τι οὖσαν τὴν φιλοσοφίαν μεμαθήκαμεν, ἔλθωμεν καὶ ὡς πολυσχιδῆ αὐτὴν οὖσαν διαιρέσει καθυποβάλωμεν· διὰ γὰρ τῆς διαιρέσεως ἀκριβῶς τὰ μέρη αὐτῆς μανθάνομεν, διὰ δὲ τῶν μερῶν ἀκριβῶς τὸ ὅλον γινώσκομεν. ἄλλως τε δὲ καὶ1 διὰ διαιρέσεως μανθάνομεν τὰ μέρη αὐτῆς, καὶ λοιπὸν γινώσκοντες τὰ μέρη αὐτῆς εὑρίσκομεν ποῖα συγγράμματα τῆς φιλοσοφίας ὑπὸ ποῖα μέρη ἀνάγονται, ἵνα μὴ ἀγνοοῦντες τὰ μέρη αὐτῆς νομίσωμεν τὰ μὲν ὑπὸ τὸ πρακτικὸν ἀναγόμενα ὑπὸ τὸ θεωρητικὸν ἀνάγεσθαι τὰ δὲ ὑπὸ τὸ θεωρητικὸν ἀναγόμενα ὑπὸ τὸ πρακτικὸν ἀνάγεσθαι. ἔλθωμεν οὖν καὶ διαιρέσει καθυποβάλωμεν τὴν φιλοσοφίαν. ἀλλ’ ἐπειδὴ διαιρέσεως ἐμνημονεύσαμεν, ἵνα μὴ περὶ ἀγνοουμένου πράγματος ποιησώμεθα τὴν ζήτησιν, ἔλθωμεν καὶ εἴπωμεν τί ἐστι διαίρεσις καὶ τί ἐπιδιαίρεσις καὶ τί ὑποδιαίρεσις. ἰστέον ὅτι διαίρεσις μέν ἐστιν ἡ πρώτη τομὴ τοῦ ὑποκειμένου πράγματος, οἷον ὡς ὅταν εἴπωμεν ὅτι τῶν ζῴων τὰ μὲν εἰσι λογικὰ τὰ δὲ ἄλογα. ἐπιδιαίρεσις δέ ἐστιν ἡ τοῦ αὐτοῦ πράγματος δευτέρα τομὴ καθ’ ἕτερον τρόπον γινομένη, οἷον ὡς ὅταν πάλιν τὸ ζῷον ἄλλως διέλωμεν λέγοντες ὅτι τῶν ζῴων τὰ μὲν θνητά εἰσι τὰ δὲ ἀθάνατα. ὑποδιαίρεσις δέ ἐστιν ἡ τοῦ διαιρεθέντος σκέλους τομή, οἷον ὡς ὅταν διαιροῦντες τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον τὸ λογικὸν ὑποδιέλωμεν εἴς τε θνητὸν καὶ ἀθάνατον καὶ πάλιν τὸ θνητὸν ὑποδιέλωμεν εἰς ἄνθρωπον ἵππον κύνα καὶ τὰ τοιαῦτα. Οὕτως οὖν καὶ ἡ φιλοσοφία διαιρεῖται εἰς θεωρητικὸν καὶ πρακτικόν. καὶ διὰ μὲν τοῦ θεωρητικοῦ γινώσκει πάντα τὰ ὄντα, διὰ δὲ τοῦ πρακτικοῦ κατόρθωσιν ποιεῖται τῶν ἠθῶν. ἄξιον δὲ ζητῆσαι διὰ τί ἡ φιλοσοφία εἰς δύο διῃρέθη, φημὶ δὴ εἰς θεωρητικὸν καὶ πρακτικόν, καὶ μὴ εἰς ἓν ἢ εἰς πλείονα. καὶ ἔστιν εἰπεῖν ὅτι εἰς ἓν μὲν οὐκ ἠδύνατο διαιρεῖσθαι, ἐπειδὴ οὐδέποτε διαίρεσις περὶ ἓν καταγίνεται ἀλλὰ περὶ διάφορα· διαίρεσις γὰρ λέγεται παρὰ τὸ διαιρεῖν καὶ διαχωρίζειν τόδε ἐκ τοῦδε, οἷον ὡς ὅταν εἴπω ‘τῶν ζῴων τὰ μὲν λογικά εἰσι τὰ δὲ ἄλογα’. εἰς δύο δὲ διῃρέθη καὶ οὐκ εἰς πλείονα διὰ τρεῖς αἰτίας. καὶ πρώτη μέν ἐστιν αὕτη· διὰ τοῦτο ἡ φιλοσοφία εἰς θεωρητικὸν καὶ πρακτικὸν διῃρέθη, ἐπειδὴ συνουσίωται ἡμῖν2 καὶ τὸ θεωρητικὸν καὶ τὸ πρακτικόν, καὶ τὸ θεωρητικὸν μέν, ὡς δηλοῦσι καὶ οἱ παῖδες καὶ ἁπλῶς εἰπεῖν πάντες φιλοπευστεῖς ὄντες, τοῦτ’ ἔστι φιλομαθεῖς (ἕκαστος γὰρ φιλεῖ τὸ μανθάνειν τι), τὸ δὲ πρακτικόν, ὡς δηλοῖ ἡ ψυχὴ μηδέποτε ἠρεμοῦσα· καὶ γὰρ ἐν τῷ καθεύδειν οὐκ ἠρεμεῖ φανταζομένη τὰ ἐνύπνια. ἀλλὰ καὶ ἡνίκα ἠρεμοῦμεν μὴ ἔχοντές τι πρᾶξαι, ἢ τρίχα τίλλομεν ἢ κάρφος κινοῦμεν ἤ τι τοιοῦτον. ἐπειδὴ οὖν συνουσίωται ἡμῖν τὸ θεωρητικὸν καὶ πρακτικόν, τούτου χάριν καὶ ἡ φιλοσοφία εἰς δύο διαιρεῖται, τοῦτ’ ἔστιν εἰς θεωρητικὸν καὶ πρακτικόν. δευτέρα δὲ αἰτία ἐστὶν αὕτη· ἡ φιλοσοφία, ὡς ἐμάθομεν, ὁμοίωσίς ἐστι θεῷ.

既然通过定义我们已经获知哲学是某种单一之物,来吧,让我们也把它当作多分枝之物交由划分来处理;因为通过划分我们能精确地得知它的各个部分,而通过各个部分我们能精确地认识整体。而且特别是,通过划分我们得知它的各个部分,并且从此在认识其各个部分的情况下,我们便能发现哲学的哪些著作归属于哪些部分,以免由于不知其各个部分,我们竟认为那些归属于实践的归属于理论,而那些归属于理论的归属于实践。那么,来吧,让我们把哲学交由划分来处理。但是,既然我们提到了划分,为了不至于就一个未知的事物展开探究,来吧,让我们说一说何为划分,何为重划,何为细分。应当知道的是,划分是基础主体的第一次切割,例如当我们说动物中有的是有理性的,有的是无理性的。而重划则是对同一主体以另一种方式进行的第二次切割,例如当我们又以另一种方式划分动物,说动物中有的是会死的,有的是不死的。细分则是对已划分肢节的切割,例如当我们把动物划分为有理性和无理性时,把有理性的细分为会死的和不死的,又把会死的细分为人、马、狗以及诸如此类者。因此,哲学也是这样被划分为理论的和实践的。通过理论的部分,它认识所有存在之物,而通过实践的部分,它实现品性的端正。但值得探讨的是,为何哲学被划分为二者——我是指理论的和实践的——而不是一个,也不是更多。可以这样说:它不可能被划分为一个,因为划分绝不是关于单一者,而是关于不同事物的;因为划分得名于把这一个从那一个中分出并隔开,例如当我说“动物中有的是有理性的,有的是无理性的”。而它被划分为二而非更多,是由于三个原因。第一个原因是这样的:哲学之所以被划分为理论的和实践的,是因为理论者与实践者二者皆与我们同构共存;理论的部分正如小孩子们以及简而言之所有人都乐于探询、亦即乐于求知所表明的那样(因为每个人都乐于学习某事物);实践的部分则如灵魂绝不安歇所表明的那样;因为即使在睡眠中它也没有安歇,而是在幻想着梦境。甚至当我们无事可做而处于安歇状态时,我们不是拔一根头发,就是摆弄一根草屑,或者做类似的事情。那么,既然理论者和实践者与我们同构共存,因此哲学也被划分为二,亦即划分为理论的和实践的。第二个原因是这样的:正如我们所学到的,哲学是对神的同化。

语法注2 条
  1. 19.0ἄλλως τε δὲ καί

    意为“并且特别是”、“此外还”的固定短语。在承接前句所言划分的认识论益处(通过部分认识整体)之外,引入并强调了将哲学著作正确归入相应组成部分的实践功用。

  2. 19.0συνουσίωται ἡμῖν

    动词 συνουσιόω 的完成时被动态直陈语气第三人称单数,支配与格 ἡμῖν。主语为并列的中性概念 καὶ τὸ θεωρητικὸν καὶ τὸ πρακτικόν(视作统一整体)。意为“在本质上与我们同构/结合”,完成时态表达了生来即恒常具备的内在状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:54.28-55.36