← 无敌的戴维

哲学导论

§53.29-54.26

七的乘法特性与八至十的数论性质

大卫论证了七在乘法上的独特性,继而阐释了八、九、十这几个数名称的词源及其数学特性(对半平分、乘法中个位数的规律性递减、以及对前面诸数的包容),并以此结束了本节讲座。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.0#2

καὶ πάλιν ὁ ἐννέα τίκτεται (τρὶς γὰρ τρία ἐννέα), αὐτὸς δὲ ὁ ἐννέα πολλαπλασιαζόμενος οὐ τίκτει ἀριθμὸν ἐντὸς τῆς δεκάδος· δὶς γὰρ ἐννέα ὀκτωκαίδεκα, ὁ δὲ ὀκτωκαίδεκα οὐκ ἔστιν ἐντὸς τῆς δεκάδος. καὶ πάλιν ὁ πέντε τίκτει τὸν δέκα· δὶς γὰρ πέντε δέκα. τούτων οὖν οὕτως ἐχόντων ὁ ἑπτὰ οὐ τίκτει κατὰ πολλαπλασιασμὸν ἄλλον ἀριθμὸν πρὸ τῆς δεκάδος (δὶς γὰρ ἑπτὰ δεκατέσσαρα, ὁ δὲ δεκατέσσαρα ἀριθμὸς οὐκ ἔστιν ἐντὸς τῆς δεκάδος), οὔτε δὲ τίκτεται ἐξ ἄλλου ἀριθμοῦ κατὰ πολλαπλασιασμόν. εἰ δέ τις εἴποι ὅτι ὁ ἑπτὰ καὶ τίκτει καὶ τίκτεται (προσλαμβάνων γὰρ μονάδα ἀποτελεῖ τὸν ὀκτώ, ἀποτελεῖται δὲ ἐκ τοῦ ἓξ προσελθούσης τῆς μονάδος), λέγομεν ὅτι αὕτη σύνθεσίς ἐστιν, οὐ μὴν πολλαπλασιασμός. ὀγδοὰς δὲ λέγεται οἱονεὶ ἀγοδυὰς παρὰ τὸ δύο ἄγειν· καὶ γὰρ διχοτομουμένη ἔρχεται ἄχρι τῆς μονάδος· διαιρεῖται γὰρ εἰς τέσσαρα καὶ τέσσαρα, καὶ πάλιν εἰς δύο καὶ δύο, καὶ αὖθις εἰς μονάδα καὶ μονάδα. εἰ δέ τις εἴποι ὅτι τούτῳ τῷ λόγῳ καὶ ἡ τετρὰς ὤφειλεν ὀγδοὰς λέγεσθαι, διότι καὶ αὕτη διχοτομουμένη ἔρχεται ἄχρι τῆς μονάδος (καὶ γὰρ διαιρεῖται εἰς δύο καὶ δύο, καὶ πάλιν εἰς μονάδα καὶ μονάδα), λέγομεν ὅτι αἱ ἐτυμολογίαι οὐκ ἀντιστρέφουσιν·1 ἰδοὺ γὰρ λέγεται σῖτος παρὰ τὸ σείεσθαι, καὶ οὐ μόνον ὁ σῖτος σείεται ἀλλὰ καὶ ἡ κριθὴ καὶ οἱ ἄλλοι καρποί, καὶ οὐ παρὰ τοῦτο λέγει τις ὅτι ὤφειλον καὶ οἱ ἄλλοι καρποὶ σῖτος λέγεσθαι. διὰ τοῦτο οὖν λέγεται ὀγδοάς, διότι διὰ μέσου ἄλλου ἀριθμοῦ ἄγει τὸν δύο· διὰ μέσου γὰρ τοῦ τέσσαρα ἄγει τὸν δύο ὁ ὀκτώ· καὶ γὰρ ὁ ὀκτὼ ἀπὸ τοῦ τέσσαρα συνίσταται (δὶς γὰρ τέσσαρα ὀκτώ), ὁ δὲ τέσσαρα ἔχει ἐν ἑαυτῷ τὸν δύο. παρὰ οὖν τὸ διὰ μέσου ἄλλου ἀριθμοῦ ἄγειν τὸν δύο λέγεται ὀγδοὰς οἱονεὶ ἀγοδυάς τις οὖσα. ἐννεὰς δὲ λέγεται παρὰ τὸ ἓν καὶ νέον. καὶ γὰρ αὕτη πολλαπλασιαζομένη ἕνα νέον ἀριθμὸν φέρει καθ’ ὕφεσιν μιᾶς μονάδος ἀπὸ τοῦ ἐννέα ἄχρι τῆς μονάδος, οἱονεὶ δὶς ἐννέα δεκαοκτώ, τρὶς ἐννέα εἰκοσιεπτά, τετράκις ἐννέα τριακονταέξ, καὶ ἑξῆς ὁμοίως. ὅρα οὖν πῶς ὁ ἐννέα πολλαπλασιαζόμενος κατὰ πρόβασιν ἀφαίρεσιν πάσχει μιᾶς μονάδος. δεκὰς δὲ λέγεται οἱονεὶ δεχάς τις οὖσα· καὶ γὰρ ὁ δέκα δέχεται ἤγουν περιέχει ἐν ἑαυτῷ ἅπαντας τοὺς πρὸ αὐτοῦ ἀριθμούς· περιέχει γὰρ καὶ τὴν μονάδα καὶ τὴν δυάδα καὶ τοὺς ἑξῆς. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις.2

又,九是被产生的(因为三乘三为九),但九自身在相乘时并不在十元之内产生一个数;因为二乘九为十八,而十八并不在十元之内。又,五产生十;因为二乘五为十。那么,既然这些情况如此,七便不通过乘法在十元之前产生另一个数(因为二乘七为十四,而十四这个数并不在十元之内),亦不通过乘法由另一个数产生。但如果有人说七既产生又被产生(因为加上一元它便生成八,而当一元加上时它便由六生成),我们则说这是加法,绝非乘法。而八元之所以如此命名,仿佛是“导二元”(agodyas),源于导引(agein)二元;因为确实,它在被对半平分时一直达到一元;因为确实,它被分为四和四,又被分为二和二,再次被分为一元和一元。但如果有人说,依照这个道理四元也应当被称为八元,因为四元在被对半平分时亦一直达到一元(因为确实,它被分为二和二,又被分为一元和一元),我们则说词源并不可逆换;因为看哪,谷物(sitos)之所以如此命名是源于被筛动(seiesthai),而不仅谷物被筛动,大麦和其他农作物亦被筛动,没有人因此便说其他农作物也应当被称为谷物。因此,它被称为八元,是因为它通过中间的另一个数来导引二元;因为八是通过四作为中介来导引二元的;因为八确实由四构成(因为二乘四为八),而四自身包含着二。因此,由于通过中间的另一个数导引二元,它被称为八元,仿佛是某种“导二元”。而九元之所以如此命名,是源于“一”(hen)与“新”(neon)。因为确实,它在相乘时,依照从九到一元每次递减一个单位,带来一个新的数,例如二乘九为十八,三乘九为二十七,四乘九为三十六,依此类推亦然。因此,你看九在相乘时如何随着推进而承受一元的扣减。而十元之所以如此命名,仿佛是某种“容受元”(dechas);因为十确实接纳、亦即在其自身中包含排在它前面的所有数;因为它确实包含了一元、二元以及随后的诸数。借着这些,在神助之下,本次讲座亦告[结束]。

语法注2 条
  1. 18.0αἱ ἐτυμολογίαι οὐκ ἀντιστρέφουσιν

    述谓动词 ἀντιστρέφουσιν 在此处作为逻辑学与文法学专业术语,意为“可换位”或“相互可逆”。它指明了一条规则:即便某个词源特征适用于被命名的对象,也绝不意味着具有该特征的其他事物都必须以同名相称(即逆命题不成立)。

  2. 18.0ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις

    这是讲座(πρᾶξις)末尾程式化的结语,省略了限定动词(如 τελειοῦται“结束”)。关系代词与格复数 ἐν οἷς 指代前文对直到十为止的诸数的讨论,意为“借助这些”或“在这些之中”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:53.29-54.26