← 无敌的戴维

哲学导论

§52.31-53.29

四至七数之语源及七之特质

大卫讨论了从四到七的诸数,解释了这些数名的伪语源,并阐明了七为何被称为“节期”(基于人生年龄阶段)以及“雅典娜”(基于其在十元之内不存在乘法生成关系)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.0#1

Εἰπόντες οὖν περὶ τῆς μονάδος καὶ τῆς δυάδος καὶ τῆς τριάδος ἔλθωμεν καὶ περὶ τῶν ἑξῆς ἀριθμῶν διαλάβωμεν. ἰστέον ὅτι τετρὰς λέγεται οἱονεὶ ἕδρας τις οὖσα, τοῦτ’ ἔστιν ἑδραία καὶ μόνιμος· ἰστέον γὰρ ὅτι τὸ τετράγωνον σχῆμα ἡ τετρὰς ἀποτελεῖ, τὸ δὲ τετράγωνον σχῆμα διὰ τὸ κατὰ πολλὰ μέρη τῆς γῆς ἅπτεσθαι δυσμόχλευτόν ἐστι· καὶ γὰρ ὁ τετράγωνος λίθος ὡς κατὰ πολλὰ μέρη τῆς γῆς ἁπτόμενος δυσχερῶς κινεῖται, ὁ δὲ κίων ἐὰν κλιθῇ εἰς τὸ πλάγιον, ἐπειδὴ οὐχ ἅπτεται τῆς γῆς κατὰ πολλὰ μέρη, εὐχερῶς κινεῖται. διὰ τὸ ἑδραῖον οὖν καὶ μόνιμον ἐκλήθη τετράς. πεντὰς δὲ λέγεται οἱονεὶ ἓν καὶ πᾶς· καὶ γὰρ ὁ πέντε ἀριθμὸς ἀπὸ τῆς μονάδος σύγκειται καὶ τῆς τετράδος, ἡ δὲ τετρὰς πᾶς λέγεται, ἢ ἐπειδὴ τέσσαρά εἰσι τὰ στοιχεῖα, ἐξ ὧν πάντα τὰ σώματα σύγκειται, ἢ ἐπειδὴ ὁ τέσσαρα ἀριθμὸς μετὰ τῶν πρὸ αὐτοῦ συντιθέμενος τὴν δεκάδα ἀποτελεῖ· προσλαμβάνων μὲν γὰρ τὸν τρία ἀριθμὸν ἀποτελεῖ τὸν ἑπτά, προσλαμβάνων δὲ τὸν δύο ἀποτελεῖ τὸν ἐννέα, προσλαμβάνων δὲ καὶ τὴν μονάδα ἀποτελεῖ τὴν δεκάδα. ἑξὰς δὲ λέγεται οἱονεὶ ἐξισὰς παρὰ τὸ ἐξισοῦσθαι τοῖς οἰκείοις μέρεσι· καὶ γάρ, ὡς ἐμάθομεν ἀνωτέρω λέγοντες διὰ τί ἕξ εἰσιν οἱ τῆς φιλοσοφίας ὁρισμοί, ὁ ἓξ τέλειός ἐστιν, ἐπειδὴ τὰ μέρη αὐτοῦ συντιθέμενα ἐξισοῦνται τῷ ὅλῳ· πῶς δὲ ἐξισοῦνται τῷ ὅλῳ; ὡς ἐκεῖ εἴρηται. ἑπτὰς δὲ λέγεται οἱονεὶ σεπτὰς παρὰ τὸ σεβάσμιον καὶ τίμιον· καὶ γὰρ ὁ ἑπτὰ ἀριθμὸς τίμιός ἐστιν, ὅθεν καὶ ἑπτά εἰσιν αἱ ἡμέραι τῆς ἑβδομάδος καὶ ἑπτὰ οἱ ἀστέρες οἱ πλανώμενοι καὶ ἑπτὰ 〈τὰ〉 φωνήεντα. ὁ δὲ ἑπτὰ ἀριθμὸς λέγεται καὶ καιρὸς καὶ Ἀθηνᾶ, καὶ καιρὸς μέν, ἐπειδὴ κατὰ τοῦτον τὸν καιρὸν γίνονται αἱ ἡλικίαι (καὶ γὰρ τῷ ἑβδόμῳ μηνὶ ὀδοντοφυοῦσιν οἱ παῖδες καὶ τῷ ἑβδόμῳ ἐνιαυτῷ ἀμείβουσι τοὺς ὀδόντας), Ἀθηνᾶ δὲ λέγεται, ἐπειδὴ ὥσπερ μυθεύουσιν τὴν Ἀθηνᾶν παρθένον εἶναι καὶ ἀμήτορα1 (ἐκ τῆς κεφαλῆς γὰρ τοῦ Διός, ὡς μυθεύουσιν, ἐξῆλθε), τὸν αὐτὸν τρόπον καὶ ὁ ἑπτὰ ἀριθμὸς μόνος ἐκ τῶν ὄντων ἐντὸς τῆς δεκάδος2 οὔτε τίκτεται κατὰ πολλαπλασιασμὸν ἐξ ἄλλου ἀριθμοῦ οὔτε τίκτει κατὰ πολλαπλασιασμὸν ἄλλον ἀριθμὸν ἐντὸς τῆς δεκάδος· δεῖ γὰρ γινώσκειν ὅτι τῶν ἀριθμῶν τῶν ὄντων ἐντὸς τῆς δεκάδος οἱ μὲν τίκτουσι πολλαπλασιαζόμενοι, οἱ δὲ τίκτονται, οἱ δὲ καὶ τίκτουσι καὶ τίκτονται, οἷον ὁ τέσσαρα τίκτεται ἐκ τοῦ δύο (δὶς γὰρ δύο τέσσαρα), ἀλλὰ καὶ τίκτει τὸν ὀκτώ· δὶς γὰρ τέσσαρα ὀκτώ.

因此,在论述了一元、二元和三元之后,让我们进而讨论随后的诸数。应当知晓的是,四元之所以如此命名,仿佛是某种“基座”(hedras),亦即稳固与持久的;因为应当知晓的是,四元生成了正方形,而正方形由于在许多部位接触地面而难以撬动;因为正方形的石块作为在许多部位接触地面者确实难以移动,而圆柱如果侧卧,由于并非在许多部位接触地面,便极易移动。因此,由于其稳固与持久,它被称为四元。而五元之所以被称为五元,仿佛是“一与全”;因为五这个数确实是由一元与四元构成的,而四元被称为“全”,要么是因为构成所有物体的元素有四种,要么是因为四这个数与排在它前面的诸数相加便生成了十元;因为加上三这个数它生成了七,加上二它生成了九,再加上一元它便生成了十元。而六元之所以如此命名,仿佛是“均等元”(exisas),源于它与自身的各部分相等;因为正如我们在上文中探讨为何哲学的定义有六个时所学到的那样,六是完全数,因为它的各部分相加便与整体相等;而它们如何与整体相等?正如在那处所说的那样。而七元之所以如此命名,仿佛是“尊元”(septas),源于庄严与尊贵;因为七这个数确实是尊贵的,由此一周的天数亦为七,游星亦有七颗,元音亦有七个。七这个数又被称为“节期”(kairos)与“雅典娜”;称之为“节期”,是因为依照这个时期人生的各个年龄阶段得以发生(因为确实在第七个月幼儿长牙,在第七年他们换牙);而被称为“雅典娜”,是因为正如人们在神话中所讲述的,雅典娜是处女且无母(因为正如神话所述,她是从宙斯的头颅中生出来的),同样地,在十元之内的诸数中,唯独七这个数既不通过乘法从另一个数产生,亦不通过乘法在十元之内产生另一个数;因为必须知晓的是,在十元之内的诸数中,有些数在相乘时产生他数,有些数被产生,有些数则既产生他数又被产生,例如四由二产生(因为二乘二为四),但它亦产生八(因为二乘四为八)。

语法注2 条
  1. 18.0ὥσπερ μυθεύουσιν τὴν Ἀθηνᾶν παρθένον εἶναι καὶ ἀμήτορα

    ὥσπερ从句与主句中的τὸν αὐτὸν τρόπον καί(“同样地……亦”)构成呼应。τὴν Ἀθηνᾶν是不定式εἶναι的主语宾格(即逻辑主语),παρθένον与ἀμήτορα则作其宾格表语。

  2. 18.0μόνος ἐκ τῶν ὄντων ἐντὸς τῆς δεκάδος

    介词短语ἐκ τῶν ὄντων ἐντὸς τῆς δεκάδος在此相当于附属于形容词μόνος的部分属格,意为“在十元之内的事物中唯一”。其后的οὔτε τίκτεται ... οὔτε τίκτει的主语即为ὁ ἑπτὰ ἀριθμός。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:52.31-53.29