← 无敌的戴维

哲学导论

§51.27-52.29

奇数的成因与三元作为真正的数

大卫反驳了关于二元亦产生奇数的反诘,指出使奇数产生的真正原因是加入的一元,随后探讨了“三”的字源,并根据数项标准论证了三不同于一元与二元,是真正的数。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.0#3

εἰ δέ τις εἴποι ‘τί οὖν; μόνους τοὺς ἀρτίους ἀριθμοὺς ἀποτελεῖ ἡ δυάς; καὶ μὴν καὶ περιττοὺς ἀποτελεῖ· ἰδοὺ γὰρ προσλαμβάνουσα τὴν μονάδα τὸν τρία ἀποτελεῖ, ὅστις περιττός ἐστιν· οὐ διαιρεῖται γὰρ εἰς ἴσα· εἰς μονάδα γὰρ καὶ δυάδα διαιρεῖται· οὐδὲ γὰρ δυνάμεθα διαιρεῖν εἰς ἓν ἥμισυ καὶ ἓν ἥμισυ, ἐπειδή, ὡς εἴρηται, οἱ ἀριθμητικοὶ οὐ τέμνουσι τὴν μονάδα’, λέγομεν ὅτι οὐκ ἔστιν αἴτιος τοῦ ἀποτελεσθῆναι τὸν περιττὸν ἀριθμὸν εἰ μὴ ἡ μονὰς προσελθοῦσα,1 ἐπειδὴ ἡ δυὰς πάντως ἄρτιον ἀριθμὸν ἀποτελεῖ, ὡς εἴρηται ἀνωτέρω· πρὸς ἑαυτὴν γὰρ διπλασιαζομένη καὶ τριπλασιαζομένη καὶ ἁπλῶς εἰπεῖν πολλάκις πρὸς ἑαυτὴν πολλαπλασιαζομένη πάντως ἀρτίους ἀριθμοὺς ἀποτελεῖ. καὶ ἄλλως δὲ ἡ δυὰς οὐκ ἔστιν ἀριθμός, εἴπερ πᾶς ἀριθμὸς καὶ ἀρχὴν ἔχει καὶ μέσον καὶ τελευταῖον2 * *. ταῦτα μὲν περὶ τῆς δυάδος. Ὁ δὲ τρία ἀριθμὸς οὕτως ὠνομάσθη παρὰ τὸ ἀτειρής τις εἶναι καὶ ἀκαταπόνητος.3 οὕτω δὲ λέγεται διὰ τὸ μὴ δύνασθαι αὐτὸν εἰς ἴσα διαιρεῖσθαι· εἰς μονάδα γὰρ καὶ δυάδα διαιρεῖται· οὐδὲ γὰρ δυνάμεθα διαιρεῖν αὐτὸν εἰς ἓν ἥμισυ καὶ ἓν ἥμισυ, ἐπειδή, ὡς εἴρηται, οἱ ἀριθμητικοὶ οὐ τέμνουσι τὴν μονάδα. εἰ δέ τις εἴποι ‘τούτῳ τῷ λόγῳ ἕκαστος περιττὸς ἀριθμὸς οὕτως ὤφειλε λέγεσθαι παρὰ τὸ ἀτειρὴς εἶναι καὶ ἀκαταπόνητος, τοῦτ’ ἔστι παρὰ τὸ μὴ δύνασθαι διαιρεῖσθαι εἰς ἴσα, οἷον ὡς ἐπὶ τοῦ πέντε καὶ τοῦ ἑπτά· οὗτοι γὰρ οὐ διαιροῦνται εἰς ἴσα· ὁ μὲν γὰρ πέντε εἰς τρία καὶ δύο διαιρεῖται, ὁ δὲ ἑπτὰ εἰς τρία καὶ τέσσαρα’, λέγομεν ὅτι ὁ τρία ὡς προτερεύων αὐτῶν τούτου χάριν τὴν ὀνομασίαν προϋφήρπασεν. ἰστέον δὲ ὅτι ὁ τρία ἀριθμός ἐστιν· ἐὰν γὰρ τὸν τρία μὴ εἴπωμεν εἶναι ἀριθμόν, ἐπειδὴ ὁ δύο οὐκ ἔστιν ἀριθμός, τούτῳ τῷ λόγῳ οὐδὲ ὁ τέσσαρά ἐστιν ἀριθμός, ἐπειδὴ οὐκ ἔστιν ὁ τρία ἀριθμός, ἀλλ’ οὐδὲ ὁ πέντε ἐστὶν ἀριθμός, ἐπειδὴ οὐδὲ ὁ τέσσαρα, καὶ ἐπέκεινα εἰς ἀπέραντον. ἀλλ’ οὖν ὁ τρία ἀριθμός ἐστι· καὶ γὰρ πολυπλασιαζόμενος μείζονα ἀριθμὸν ἀποτελεῖ ἤπερ συντιθέμενος· τρία γὰρ ἐπὶ τρία ἐννέα, τρία δὲ καὶ τρία ἕξ· ἰδοὺ πολυπλασιασθεὶς μὲν τὸν ἐννέα ἀριθμὸν ἀπετέλεσε, συντεθεὶς δὲ τὸν ἕξ, ὁ δὲ ἐννέα μείζων ἐστὶ τοῦ ἕξ. τοῦτο δέ, ὡς εἴρηται ἀνωτέρω, ἴδιόν ἐστι τῶν ἀριθμῶν, οἷον τετράκις τέσσαρα δεκαέξ, τέσσαρα δὲ καὶ τέσσαρα ὀκτώ, ὅθεν ἐδείχθη ἡ μονὰς καὶ ἡ δυὰς μὴ οὖσαι ἀριθμοί. ἄλλως τε δὲ ὁ τρία ἀριθμός ἐστιν, καθὸ ἐκ πλήθους μονάδων σύγκειται, ὅπερ ἴδιόν ἐστιν ἀριθμοῦ· πᾶς γὰρ ἀριθμὸς ἐκ πλήθους μονάδων σύγκειται, οἷον ὁ τέσσαρα καὶ ὁ πέντε καὶ ὁ ἓξ καὶ οἱ ἑξῆς. κατὰ τοῦτο δὲ δοκεῖ ὁ τρία μὴ εἶναι ἀριθμός, καθὸ οὐκ ἔχει ἐφ’ ἑκάτερα αὐτοῦ τὰ μέρη ἀριθμούς· ὁ γὰρ τρία μεταξὺ τοῦ τέσσαρα καὶ τοῦ δύο ἐστίν, ὁ δὲ δύο, ὡς δέδεικται, οὐκ ἔστιν ἀριθμός. πλὴν ἀριθμός ἐστιν ὁ τρία διὰ τὰς προλεχθείσας αἰτίας.

但若有人说:“那么究竟如何?难道二元仅产生偶数吗?然而它其实亦产生奇数;因为看哪,它加上一元便产生了三,而三是奇数;因为它不能被均分为相等部分;因为它被分为一个一元与一个二元;因为我们无法将它分为一又二分之一与一又二分之一,因为正如所说的那样,算术家并不分割一元”,我们便回答说,奇数之得以产生,其原因无非是那加进来的一元,因为二元必定产生偶数,正如上文所说;因为它对自身翻倍、变为三倍,简而言之多次乘以自身,都必定产生偶数。且从另一角度而言,二元亦不是数,如果确实每一个数都既有始、亦有中、亦有终[而二元则无]的话。关于二元的事便是这些。而三这个数之所以如此得名,是由于其某种坚不可摧与不知疲倦的特性。它之所以如此被称呼,是因为它不能被均分为相等部分;因为它被分为一个一元与一个二元;因为我们无法将它分为一又二分之一与一又二分之一,因为正如所说的那样,算术家并不分割一元。但若有人说:“按照这一理路,每一个奇数都理应由于坚不可摧与不知疲倦——亦即由于不能被均分为相等部分——而如此被称呼,例如在五和七的情况中;因为它们亦不能被均分为相等部分;因为五被分为三和二,而七被分为三和四”,我们便回答说,三作为优先于它们者,正是为此之故预先夺取了这一名称。但应当知晓的是,三是数;因为如果我们因为二不是数就说三不是数,按照这一理路,四亦不是数,因为三不是数,五亦不是数,因为四亦不是数,并且由此推至无穷。然而三终究是数;因为它在相乘时比相加时产生更大的数;因为三乘三为九,而三加三为六;看哪,相乘时产生了九这个数,而相加时产生六,九大于六。而这正如上文所说,是数所特有的属性,例如四乘四为十六,而四加四为八,由此证明了一元与二元并非数。且在另一意义上三亦是数,因其由一元的多数性构成,而这正是数所特有的;因为每一个数都是由一元的多数性构成,例如四、五、六及其后的诸数。但从这一点来看,三似乎不是数,因其两侧并未都拥有数;因为三介于四与二之间,而正如已被证明的那样,二并不是数。然而,基于前述诸原因,三确实是数。

语法注3 条
  1. 17.0οὐκ ἔστιν αἴτιος τοῦ ἀποτελεσθῆναι τὸν περιττὸν ἀριθμὸν εἰ μὴ ἡ μονὰς προσελθοῦσα

    结构 οὐκ... εἰ μή 表达“除……之外别无(仅有……才是)”。αἴτιος(阳性主格)作谓语,支配属格冠词不定式短语 τοῦ ἀποτελεσθῆναι...(奇数得以产生),而实际主语是位于 εἰ μή 之后的 ἡ μονὰς προσελθοῦσα(加入的一元)。

  2. 17.0εἴπερ πᾶς ἀριθμὸς καὶ ἀρχὴν ἔχει καὶ μέσον καὶ τελευταῖον * *

    在由 εἴπερ 引导的条件从句末尾存在星号标记的文本脱落(lacuna)。从上下文来看,缺失的部分补充了关于二元缺乏这些特质的陈述(即“而二元并无此三者”,从而得出二元不是数的结论)。

  3. 17.0παρὰ τὸ ἀτειρής τις εἶναι καὶ ἀκαταπόνητος

    παρά 接带冠词的中性宾格不定式(τὸ ... εἶναι)用于解释字源的渊源(“源于……特性”)。形容词 ἀτειρής(坚不可摧、不屈)反映了古代将 τρία(三)与否定前缀 ἀ- 及动词 τείρω(磨损、消耗)相联系的民间词源法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:51.27-52.29