- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:50.18-51.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者讨论了二元为何不是数而是数的原理,驳斥了基于两侧数之和折半的反论,并从奇偶数的分割入手,说明一元是一切数的原理,而二元仅为偶数的原理。
καὶ ἄλλως οὐκ ἔστιν ἀριθμὸς ἡ δυάς, ἐπειδὴ πᾶς ἀριθμὸς ἐκ πλήθους μονάδων σύγκειται, ἡ δὲ δυὰς οὐ σύγκειται ἐκ πλήθους μονάδων· ἀπὸ γὰρ τριῶν ἐστι τὸ πλῆθος. τινὲς δὲ λέγουσιν ὅτι ἡ δυὰς ἀριθμός ἐστι· καὶ γὰρ πᾶς ἀριθμὸς τῶν ἐφ’ ἑκάτερα αὐτοῦ συντιθεμένων ἀριθμῶν τὸ ἥμισυ ποιεῖ·1 οἷον ὁ πέντε μεταξὺ τοῦ τέσσαρα καὶ τοῦ ἕξ ἐστι, ταῦτα συντιθέμενα τὸν δέκα ἀριθμὸν ἀποτελοῦσιν, οὗτινος ἥμισύ ἐστιν ὁ πέντε. καὶ πάλιν ὁ ἕξ μεταξὺ τοῦ πέντε καὶ τοῦ ἑπτά ἐστι, ταῦτα συντιθέμενα τὸν δώδεκα ἀποτελοῦσιν, οὗτινος ἥμισύ ἐστιν ὁ ἕξ. πάλιν δὲ ὁ ἑπτὰ μεταξὺ τοῦ ἕξ καὶ τοῦ ὀκτώ ἐστι, ταῦτα συντιθέμενα τὸν δεκατέσσαρα ἀποτελοῦσιν, οὗτινος ἥμισύ ἐστιν ὁ ἑπτά. εἰ ἄρα οὖν ὁ δύο τῶν ἐφ’ ἑκάτερα αὐτοῦ συντιθεμένων ἀριθμῶν τὸ ἥμισυ ποιεῖ (μεταξὺ γὰρ τῆς μονάδος καὶ τοῦ τρία ὁ δύο ἐστί, ταῦτα δὲ συντιθέμενα τὸν τέσσαρα ἀριθμὸν ἀποτελοῦσιν, οὗτινος ἥμισύ ἐστιν ὁ δύο), δῆλον ὅτι ὁ δύο ἀριθμός ἐστιν. ταῦτα μὲν ἐκεῖνοι. ἰστέον δὲ ὅτι εἴ τις τὴν ἀκρίβειαν σκοπήσει, εὑρήσει ὅτι οὐχ ἁρμόζει οὗτος ὁ κανὼν τῷ δύο ἀριθμῷ· καὶ γὰρ ἡ δυὰς οὐκ ἔχει ἐφ’ ἑκάτερα μέρη ἀριθμόν· μεταξὺ γὰρ τῆς μονάδος καὶ τοῦ τρία ἐστὶν ἀριθμοῦ, ἡ δὲ μονὰς οὐκ ἔστιν ἀριθμός, ὡς δέδεικται. ἰστέον δὲ ὅτι καὶ ἡ δυὰς ἀρχή ἐστιν ἀριθμοῦ. καὶ ἀποροῦσί τινες λέγοντες· πῶς ἐνδέχεται τὴν δυάδα εἶναι ἀρχὴν ἀριθμοῦ, ὅπου ἅπαξ τὴν μονάδα εἴπατε ἀρχὴν ἀριθμοῦ;2 ἀλλ’ ἵνα τὴν ἀπορίαν ταύτην ἐπιλυσώμεθα, ὀλίγα τινὰ ἔξωθεν εἴπωμεν. Ἰστέον ὅτι τῶν ἀριθμῶν οἱ μὲν ἄρτιοί εἰσιν οἱ δὲ περιττοί. καὶ περιττοὶ μέν εἰσιν οἱ μὴ δυνάμενοι εἰς ἴσα διαιρεῖσθαι, οἷον ὥσπερ ὁ πέντε· οὗτος γὰρ οὐ διαιρεῖται εἰς ἴσα· εἰς τρία γὰρ καὶ δύο διαιρεῖται· οὐ δυνάμεθα γὰρ διαιρεῖν αὐτὸν εἰς δύο ἥμισυ καὶ εἰς δύο ἥμισυ, ἐπειδὴ οἱ ἀριθμητικοὶ οὐ τέμνουσι τὴν μονάδα. καὶ πάλιν ὁ ἑπτά· οὐδὲ οὗτος γὰρ εἰς ἴσα διαιρεῖται· εἰς τρία γὰρ καὶ τέσσαρα διαιρεῖται. ἄρτιοι δέ εἰσιν οἱ δυνάμενοι εἰς ἴσα διαιρεῖσθαι, ὥσπερ ὁ τέσσαρα ἀριθμός· οὗτος γὰρ εἰς ἴσα διαιρεῖται· εἰς δύο γὰρ καὶ δύο διαιρεῖται. καὶ πάλιν ὡς ἐπὶ τοῦ ἕξ· καὶ οὗτος γὰρ εἰς ἴσα διαιρεῖται· εἰς τρία γὰρ καὶ τρία διαιρεῖται. δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι οἱ μὲν περιττοὶ ἀριθμοὶ μόνως εἰς ἄνισα διαιροῦνται, οἷον ὡς ἐπὶ τοῦ πέντε (οὗτος γὰρ εἰς τρία καὶ δύο διαιρεῖται), οἱ δὲ ἄρτιοι καὶ εἰς ἴσα καὶ εἰς ἄνισα διαιροῦνται· καὶ γὰρ τὸν ἕξ ἀριθμὸν δύναμαι καὶ εἰς ἴσα διαιρεῖν, οἷον εἰς τρία καὶ τρία, δύναμαι καὶ εἰς ἄνισα, οἷον εἰς τέσσαρα καὶ δύο. ὅθεν καὶ κατὰ τοῦτο οὐκ ἔστιν ἡ δυὰς κυρίως ἀριθμός, καθὸ ἄρτιος ἀριθμὸς οὖσα εἰς ἴσα μόνον διαιρεῖται3 (εἰς μονάδα γὰρ καὶ μονάδα διαιρεῖται), οὐ μὴν καὶ εἰς ἄνισα. τούτων οὕτως ἐχόντων ἡ μὲν μονὰς ἀρχὴ πάντων τῶν ἀριθμῶν ἐστι, τοῦτ’ ἔστι καὶ τῶν περιττῶν καὶ τῶν ἀρτίων, ἡ δὲ δυὰς μόνων τῶν ἀρτίων ἀριθμῶν ἐστιν ἀρχή· αὕτη γὰρ ἀποτελεῖ τοὺς ἀρτίους ἀριθμούς· καὶ γὰρ διπλασιαζομένη μὲν τὸν τέσσαρα ἀριθμὸν ἀποτελεῖ, ὅστις ἄρτιός ἐστι, τριπλασιαζομένη δὲ τὸν ἓξ ἀποτελεῖ, καὶ αὐτὸς δὲ ἄρτιός ἐστιν, καὶ ἐπὶ τῶν ἑξῆς ὁμοίως.
且从另一角度而言,二元亦不是数,因为每一个数都是由一元的多数性构成的,而二元并非由一元的多数性构成;因为多数性是从三开始的。然而有些人说二元是数;因为每一个数构成了位于其两侧的诸数相加起来的一半;例如五介于四与六之间,这两者相加造出十这个数,而五是它的半数。又如六介于五与七之间,这两者相加造出十二,而六是它的半数。再如七介于六与八之间,这两者相加造出十四,而七是它的半数。那么,如果二构成了位于其两侧的诸数相加起来的一半(因为二介于一元与三之间,而这两者相加造出四这个数,二正是它的半数),显而易见二便是数。那些人所言便是这些。但应当知晓的是,如果有人严格审视,就会发现这一规则并不适用于二这个数;因为二元并未在两侧都拥有数;因为它介于一元与数三之间,而一元并非数,正如已被证明的那样。又应当知晓的是,二元亦是数的原理。有些人提出疑难说:“既然你们已一度称一元为数的原理,二元又怎么可能是数的原理?”但为了让我们化解这一疑难,且让我们从外部略陈数事。应当知晓的是,在诸数字中,有些是偶数,有些是奇数。奇数是那些不能被均分为相等部分的数,例如像五那样;因为它不能被均分为相等部分;因为它被分为三和二;因为我们无法将它分为二又二分之一与二又二分之一,因为算术家并不分割一元。又如七;因为这亦不能被均分为相等部分;因为它被分为三和四。而偶数则是那些能被均分为相等部分的数,例如数四;因为这能被均分为相等部分;因为它被分为二和二。又如在六的情况中;因为这亦能被均分为相等部分;因为它被分为三和三。还必须知晓的是,奇数仅能被分为不相等的部分,例如在五的情况中(因为它被分为三和二),而偶数则既能被分为相等部分,亦能被分为不相等部分;因为我既能将数六均分为相等部分,如三和三,亦能将其分为不相等部分,如四和二。由此,亦根据这一点,二元在严格意义上并非数,因为[假使]作为偶数,它仅能被均分为相等部分(因为它是被分为一个一元与一个一元),绝不能亦被分为不相等部分。既然这些情况如此,一元便是一切数的原理,亦即既是奇数又是偶数的原理,而二元则仅仅是偶数的原理;因为正是它造出了偶数;因为它在被翻倍时造出偶数四,被乘以三倍时造出六,而这本身亦是偶数,在其后的诸数中依此类推。
- 17.0τῶν ἐφ’ ἑκάτερα αὐτοῦ συντιθεμένων ἀριθμῶν τὸ ἥμισυ ποιεῖ
属格短语 τῶν ... συντιθεμένων ἀριθμῶν 依附于中性名词 τὸ ἥμισυ,作部分属格(或关系属格)。动词 ποιεῖ 此处并非表示物理上的“制造”,而是意为“相当于”或“构成”。
- 17.0ὅπου ἅπαξ τὴν μονάδα εἴπατε ἀρχὴν ἀριθμοῦ
连词 ὅπου 在此处并非空间地点意义(“在……地方”),而是作为表示原因或前提的连词(“既然”,“既然已经”)。它与 ἅπαξ(“一度”,“既然已经”)连用,引申出对方用以提出质疑的既定前提。
- 17.0καθὸ ἄρτιος ἀριθμὸς οὖσα εἰς ἴσα μόνον διαιρεῖται
分词 οὖσα 带有让步或假设性质地承接了对方的预设(假定二元为偶数,即“[假使]作为偶数”)。在说明理由的 καθὸ 引导的从句中,它突显了二元无法满足偶数的定义性特征(即亦能被分为不等部分)这一逻辑缺陷。
