← 无敌的戴维

哲学导论

§45.27-47.15

爱智慧定义的辩护与五种认知能力

大卫对毕达哥拉斯的哲学诸定义进行总结,针对“对智慧的爱”不能换位的反驳,以毕达哥拉斯将“智慧”限定为对神圣存在者的认知为由为其辩护,随后论述了从感觉到理智的五种认识能力以及推论思想的性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.0#1

Ἀρχὴ καὶ πέρας ἡμῖν γενέσθω ὁ Πυθαγόρας· καὶ γὰρ τῷ ἀνδρὶ φίλιόν ἐστι τὸ εἰς ἑαυτὸν συννεύειν καὶ τὴν ἀρχὴν συνάπτειν τῷ πέρατι, ὥσπερ καὶ ὁ κύκλος· καὶ γὰρ ἐν τῷ κύκλῳ συνημμένη ἐστὶν ἡ ἀρχὴ τῷ πέρατι. οὕτως οὖν καὶ αὐτὸς καὶ ἀρχὴ καὶ πέρας ἡμῖν γέγονεν, ἀρχὴ μέν, διότι οἱ αὐτοῦ ὅροι ἐν τῇ ἀρχῇ προῆλθον οἱ λέγοντες ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί’ καὶ πάλιν ‘γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’, πέρας δέ, διότι πάλιν ὁ αὐτοῦ ὅρος ἐν τῷ πέρατι προῆλθεν ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ φιλία σοφίας’. ἰστέον δὲ ὅτι λαμβάνονταί τινες τοῦ παρόντος ὅρου1 λέγοντες ὅτι οἱ εὖ ἔχοντες ὅροι ἀντιστρέφειν θέλουσιν, ὁ δὲ παρὼν ὅρος οὐκ ἀντιστρέφει· εἴ τι μὲν γὰρ φιλοσοφία, τοῦτο φιλία σοφίας, οὐκ εἴ τι δὲ φιλία σοφίας, τοῦτο φιλοσοφία· καὶ γὰρ πᾶσα τέχνη ἐφίεται τοῦ ἰδίου ὑποκειμένου. ἔστιν οὖν εἰπεῖν ὅτι καλῶς ἔχει ὁ παρὼν ὅρος, ἐπειδὴ Πυθαγόρου ἐστί· πρῶτος γὰρ ὁ Πυθαγόρας τὸ τῆς σοφίας ὄνομα φερόμενον καὶ ἐπὶ τῶν βαναύσων τεχνῶν, ὡς καὶ ὁ ποιητὴς δηλοῖ λέγων ἐπεὶ σοφὸς ἤραρε τέκτων, τὸ σοφὸς κατὰ τοῦ τέκτονος θείς, ἀφώρισεν ἐπὶ τῆς ἐν τῷ ὄντι γνώσεως· πρῶτος γὰρ οὗτος σοφίαν ἐκάλεσε μόνην τὴν τοῦ ὄντος γνῶσιν ἤγουν τοῦ θείου· κυρίως γὰρ ὄντα τὰ θεῖα λέγεται ὡς ἀεὶ ὑπάρχοντα· ὂν γάρ ἐστι τὸ ἀεὶ ὡσαύτως ἔχον καὶ μηδέποτε ἐξιστάμενον. τὴν ἔφεσιν οὖν τῆς σοφίας τοῦ ὄντος ἤγουν τοῦ θείου φιλοσοφίαν ἐκάλεσεν. ἰστέον δὲ ὅτι καὶ μᾶλλον τὸ τῆς σοφίας ὄνομα κυρίως ἐπὶ τῶν θείων ὤφειλε λέγεσθαι, ἐπειδὴ σοφία λέγεται οἱονεὶ σαοφία τις οὖσα, τοῦτ’ ἔστιν ἡ τὸ φῶς σῴζουσα· καὶ γὰρ τὰ θεῖα ἄυλα ὄντα καὶ μὴ ὄντα δεκτικὰ τῶν ἐναντίων σῴζουσι τὸ φῶς τῆς οἰκείας φύσεως, τὰ δὲ ἔνυλα ἤγουν τὰ τῇδε ὡς ὄντα δεκτικὰ τῶν ἐναντίων οὐ σῴζουσι τὸ φῶς τῆς οἰκείας φύσεως ἀλλ’ ἐπισκοτίζονται διὰ τῶν ἐναντίων. καὶ ἀποροῦσί τινες λέγοντες· εἰ ἄρα τὰ θεῖα κατὰ τὴν φύσιν σαφῆ εἰσι, πῶς ἡμῖν ἀσαφῆ εἰσι; καὶ ἔστιν εἰπεῖν ὅτι ὥσπερ ὁ ἥλιος φύσει φωτεινὸς ὢν ταῖς νυκτερίσι δοκεῖ ἀμυδρότερος διὰ τὸ ἀνεπιτήδειον τοῦ ὀργάνου, τοῦτ’ ἔστι διὰ τὸ ἐν ἡμέρᾳ μὴ καθορᾶν, τὸν αὐτὸν τρόπον καὶ τὰ θεῖα κατὰ τὴν φύσιν σαφῆ καὶ εἰλικρινῆ ὄντα ἡμῖν ἀσαφῆ εἰσι διὰ τὸ τὸ τῆς ψυχῆς ὄμμα ὑπὸ τῆς σωματικῆς ἀχλύος ἤγουν διὰ τῶν ἡδυπαθειῶν ἐπισκοτίζεσθαι.2 ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἡ φιλοσοφία πολλοῖς ἀναβαθμοῖς κέχρηται· καὶ γὰρ πολλοῖς ἀναβαθμοῖς κέχρηταί τις, ἵνα γνῷ τὴν φιλοσοφίαν· θέλει γὰρ γινώσκειν τὰς πέντε γνωστικὰς δυνάμεις. εἰσὶ δὲ αὗται· αἴσθησις, φαντασία, δόξα, διάνοια καὶ νοῦς. καὶ αἴσθησις μέν ἐστιν ἡ τοῦ παρόντος μερικὴ γνῶσις· καὶ γὰρ ἡ αἴσθησις τοῦ παρόντος ἀντιλαμβάνεται· ἡ γὰρ ὅρασις εἰ μὴ θεωρήσῃ τι, οὐ δύναται ἀντιλαβέσθαι αὐτοῦ, καὶ πάλιν ἡ ἀκοὴ οὐ δύναται ψόφου ἀντιλαβέσθαι, εἰ μὴ πλησίον ᾖ ὁ ψόφος. φαντασία δέ ἐστιν ἡ τοῦ ἀπόντος μερικὴ γνῶσις, οἷον ὡς ὅταν χθὲς θεωρήσας ἄνθρωπον σήμερον φαντασθῶ αὐτὸν ἤγουν ἀναπολήσω αὐτόν· κατὰ τοῦτο γὰρ διαφέρει ἡ φαντασία τῆς ψιλῆς ἐπινοίας, ὅτι ἡ μὲν φαντασία τῶν ὄντων ἐστὶν ἀναπόλησις (καὶ γὰρ τὸ ὀφθὲν φαντάζεται καὶ ἀναπολεῖ τις), ἡ δὲ ψιλὴ ἐπίνοια τῶν μὴ ὄντων ἐστὶ διατύπωσις, ὡς ὅταν τις τραγέλαφον ἢ ἱπποκένταυρον ἀναπλάττηται· ταῦτα γὰρ οὐκ εἰσίν. ἡ δὲ δόξα διττή ἐστιν· ἢ γὰρ μετὰ λόγου ἐστὶν ἢ ἄνευ λόγου, καὶ ἄνευ μὲν λόγου, ὡς ὅταν τις τὴν λογικὴν ψυχὴν δοξάζῃ ἀθάνατον εἶναι μὴ λέγων αἰτίαν, μετὰ λόγου δέ, ὡς ὅταν τις τὴν λογικὴν ψυχὴν δοξάζῃ ἀθάνατον εἶναι λέγων αἰτίαν. καὶ ἰστέον ὅτι δόξα μετὰ λόγου ἐστὶ τὸ συμπέρασμα τῶν προτάσεων, οἷον ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον ὥσπερ ἄγγελος, ἡ ψυχὴ ἄρα ἀθάνατος. ἰδοὺ τὸ συμπέρασμα τῶν προτάσεων, λέγω δὴ τὸ ‘ἡ ψυχὴ ἄρα ἀθάνατος’. τοῦτο δέ, ὃ αἱ προτάσεις συνεπέραναν, δόξα μετὰ λόγου λέγεται. διάνοια δέ ἐστιν ἡ τῶν καθόλου μετὰ λόγου γνῶσις· κατὰ τοῦτο γὰρ διαφέρει ἡ διάνοια τῆς μετὰ λόγου δόξης, ὅτι ἡ μὲν μετὰ λόγου δόξα συμπέρασμά ἐστιν, ὡς εἴρηται, τῶν προτάσεων, ἡ δὲ διάνοια λαμβάνουσα τὰς προτάσεις ὁμολογουμένας κατασκευάζει τὸ ζητούμενον· λαμβάνουσα γὰρ ὁμολογούμενον ὅτι3 ἡ ψυχὴ αὐτοκίνητός ἐστι καὶ ὅτι τὸ αὐτοκίνητον ἀεικίνητον καὶ ὅτι εἴ τι ἀεικίνητον, ἀθάνατον, κατασκευάζει ἐκ τούτου τὸ ζητούμενον, φημὶ δὲ τὸ ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν.

愿毕达哥拉斯成为我们的开端与终结;因为内敛于自身并将开端与终结联结起来,对那个人而言是亲切的,正如圆亦是如此;因为在圆中,开端与终结是联结在一起的。因此,他本人亦同样成为了我们的开端与终结:说他是开端,是因为他的定义在开端处被提出,即那些称“哲学是关于存在者就其存在而言的知识”以及“关于神圣事物与属人事务的知识”的定义;说他是终结,是因为他的定义在终结处又被提出,即称“哲学是对智慧的爱”的定义。但应当知晓的是,有些人非难当下的定义,说良好的定义应当是能够换位的,而当下的定义却不能换位;因为如果某物是哲学,它就是对智慧的爱,但并非如果某物是对智慧的爱,它就是哲学;因为每一门技艺都欲求其自身的基质。因此可以说,当下的定义是良好的,既然它出自毕达哥拉斯;因为毕达哥拉斯首次将甚至应用于手工技艺上的“智慧”之名——正如诗人所表明的,他说“既然一位聪慧的木匠将其造就”,把“聪慧”施加于木匠——限定于对实在存在者的认知上;因为正是他首次将唯独对存在者、即对神圣者的认知称为智慧;因为神圣者因其始终存在而严格被称为存在者;因为存在者乃是始终处于相同状态且绝不脱离该状态之物。因此,他把对存在者即神圣者的智慧的欲求称为哲学。还应当知晓的是,智慧之名尤应严格用于神圣事物,因为智慧被称作好像是一种“保光”,亦即保存光辉者;因为神圣事物由于是非质料的且不接纳对立面,故保存了自身本性的光辉,而质料事物即此地之物,因其接纳对立面,故不保存自身本性的光辉,反而被对立面所遮蔽。有些人提出了疑难,说:“既然神圣事物按其本性是明晰的,为何对我们而言却是不明晰的?”对此可以回答说:正如太阳按本性充满光明,却因器官的不适宜,即因在白天不能看清,在蝙蝠看来反倒更暗淡,同样,神圣事物按其本性虽是明晰且纯粹的,对我们而言却是不明晰的,这是由于灵魂的眼睛被肉体的薄雾、即被感官享乐所遮蔽。关于这些便谈到这里。应当知晓的是,哲学运用诸多阶梯;因为一个人为了认识哲学,必须运用诸多阶梯;因为〔他〕欲求认识五种认识能力。它们乃是:感觉、表象、意见、推论思想与理智。感觉乃是对现前之物的个别认知;因为感觉把握现前之物;因为视觉若不观看某物,便无法把握它,听觉若非声音在近处,亦无法把握声音。表象则是对不在场之物的个别认知,例如昨天见了一个人,今天在心中想象他,即回忆他;因为表象正是在这一点上与纯粹意念相异,即表象是对实在存在者的回忆(因为人所想象和回忆的是见过之物),而纯粹意念则是对非存在者的构拟,如某人虚构出鹿山羊或半人马之时;因为这些并不存在。意见则是双重的:因为它要么伴随理性,要么不伴随理性;不伴随理性,如某人在不陈述原因的情况下认为理性灵魂是不朽的;伴随理性,如某人在陈述原因的情况下认为理性灵魂是不朽的。并且应当知晓的是,伴随理性的意见乃是诸前提的结论,例如:灵魂是自动的,凡自动的皆是永动的,凡永动的皆如天使般是不朽的,故灵魂是不朽的。看这诸前提的结论,我正是指“故灵魂是不朽的”。而这个由诸前提所推导出来的东西,便被称为伴随理性的意见。推论思想则是伴随理性的关于普遍者的认知;因为推论思想正是在这一点上与伴随理性的意见相异:伴随理性的意见如前所述是诸前提的结论,而推论思想则是在采纳已被承认的前提下论证所寻求之物;因为在采纳“灵魂是自动的”、“凡自动的皆是永动的”以及“凡永动的皆是不朽的”作为被承认的前提后,它由此论证所寻求之物,我指的正是“灵魂是不朽的”。

语法注3 条
  1. 16.0λαμβάνονταί τινες τοῦ παρόντος ὅρου

    动词 λαμβάνομαι 的中动式支配属格(τοῦ παρόντος ὅρου),为一固定惯用表达,意为“指责”、“非难”或“抓把柄”。此处并非单纯的“把握”,而是指以属格所指之物为攻击或驳斥的对象。

  2. 16.0διὰ τὸ τὸ τῆς ψυχῆς ὄμμα ὑπὸ τῆς σωματικῆς ἀχλύος ἤγουν διὰ τῶν ἡδυπαθειῶν ἐπισκοτίζεσθαι

    由 διά 支配的定冠词带不定式结构(διὰ τὸ ... ἐπισκοτίζεσθαι)。连续出现的两个中性单数主格/宾格冠词 τὸ τό 中,第一个是由 διά 支配、使整个不定式名词化的冠词,第二个则是作为该不定式逻辑主语的宾格短语 τὸ τῆς ψυχῆς ὄμμα(“灵魂的眼睛”)的定冠词。

  3. 16.0λαμβάνουσα γὰρ ὁμολογούμενον ὅτι

    中性单数宾格分词 ὁμολογούμενον 用作分词 λαμβάνουσα 的谓语性宾格补足语,表明其后 ὅτι 从句的内容是被“当作公认的/被同意的前提”来采纳的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:45.27-47.15