- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:47.15-49.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫论述了最后的认识能力理智,以及经验、技艺和科学如何从各种能力中生发,随后将哲学的六个定义归为四类,并阐明毕达哥拉斯学派对数字四的尊崇与缘由,以此结束第十六讲。
ὁ δὲ νοῦς ἁπλῇ προσβολῇ, τοῦτ’ ἔστιν εὐθέως καὶ κατ’ αὐτὸν [ἄνευ λόγου] τὸν χρόνον, πάντα τὰ ὑποπίπτοντα αὐτῷ γινώσκει, τοῦτ’ ἔστι τὰ νοητά. τούτων οὖν οὕτως ἐχόντων ἐκ μὲν τῆς αἰσθήσεως καὶ τῆς φαντασίας ἐγείρεται ἡ πεῖρα (καὶ γὰρ καὶ αὕτη μερική ἐστι γνῶσις), ἐκ δὲ τῆς ἄνευ λόγου δόξης ἐγείρεται ἡ ἐμπειρία· καὶ γὰρ καὶ αὕτη ἄνευ λόγου γινώσκει τὰ γινωσκόμενα ὥσπερ καὶ ἡ δόξα ἡ ἄλογος. καὶ μὴν καὶ ἐκ τῆς αἰσθήσεως καὶ τῆς φαντασίας ἐγείρεται ἡ ἐμπειρία· καὶ γὰρ ἐκ τῶν μερικῶν συνίσταται· δοκιμάζοντες γὰρ ἓν καὶ ἕκαστον τῶν βοηθημάτων καὶ φανταζόμενοι αὐτὰ ἀλόγως ἤγουν ἀναπολοῦντες αὐτὰ ἀποτελοῦνται ἐμπειρικοί. ἰστέον ὅτι ἡνίκα μὲν ἐκ τῆς αἰσθήσεως καὶ τῆς φαντασίας ἐγείρεται ἡ ἐμπειρία, τότε αὐτοψία λέγεται (καὶ γὰρ αὐτόπτης ἐγένετο ὁ ἐμπειρικὸς τῆς φύσεως τῶν βοηθημάτων καὶ αὐτὸς διὰ τῆς αἰσθήσεως καὶ τῆς φαντασίας βασανίσας ἕκαστον τῶν βοηθημάτων ἔγνω τὴν φύσιν αὐτῶν), ἡνίκα δὲ ἐκ τῆς δόξης τῆς ἀλόγου ἐγείρεται ἡ ἐμπειρία, καλεῖται ἱστορία, ὡς ὅταν 〈τις〉 νομίσῃ τὴν φύσιν τοῦδε τοῦ βοηθήματος τοιάνδε εἶναι, οὐ πειραθεὶς αὐτὸς ἀλλ’ ἀπ’ ἄλλων ἀκούσας καὶ τοῦτο δοξάσας. ἡ δὲ τέχνη ἐγείρεται ἔκ τε τῆς μετὰ λόγου δόξης καὶ τῆς διανοίας· καὶ γὰρ καὶ αὕτη ὁμοίως αὐταῖς τὰ καθόλου μετὰ λόγου γινώσκει. ἡ δὲ ἐπιστήμη ἐγείρεται ἔκ τε τῆς διανοίας καὶ τοῦ νοῦ· ἡνίκα μὲν ἀρχὰς λαμβάνῃ δεομένας ἀποδείξεων, οἷον τὸ σημεῖον ἀμερές ἐστι (τοῦτο γὰρ ὡς δεόμενον ἀποδείξεως)1 ἐκ τῆς διανοίας ἐγείρεται, ἡνίκα δὲ ἢ ὅρους λαμβάνῃ ἢ κοινὰς ἐννοίας μὴ δεομένας ἀποδείξεων, οἷον ὅτι ὁ θεὸς φιλάνθρωπός ἐστι (τοῦτο γὰρ παρὰ πᾶσιν ὁμολογεῖται καὶ οὐ δέεται ἀποδείξεως), τότε ἐκ τοῦ νοῦ ἐγείρεται. ὥστε οὐ μόνον κατὰ τὰ λεχθέντα ἐν τῇ προτέρᾳ πράξει διαφέρει ἡ τέχνη τῆς ἐπιστήμης ἀλλὰ καὶ κατὰ τοῦτο, ὅτι ἡ μὲν τέχνη ἔκ τε τῆς δόξης τῆς μετὰ λόγου καὶ τῆς διανοίας ἐγείρεται, ἡ δὲ ἐπιστήμη ἔκ τε τῆς διανοίας καὶ τοῦ νοῦ. δέδεικται οὖν διὰ τούτων τῶν προλεχθέντων ὅτι πολλοῖς ἀναβαθμοῖς κέχρηται ἡ φιλοσοφία καὶ ὅτι κάλλιστον πάντων ἐστὶν ἡ φιλοσοφία, ὡς καὶ ὁ Πλάτων πρός τινα Θεόδωρον γεωμέτρην ποιούμενος τὸν λόγον δηλοῖ λέγων ὅτι ‘τοιοῦτόν τι, ὦ Θεόδωρε, οὔτε ἧκέ ποτε εἰς ἀνθρώπους οὔτε ἥξει ποτὲ δωρηθὲν ἐκ θεοῦ’. Τούτων οὕτως ἐχόντων ἔγνωμεν ὅτι ἕξ εἰσιν ὁρισμοὶ τῆς φιλοσοφίας καὶ τὴν αἰτίαν ἔγνωμεν. οὐ μόνον δὲ τοῦτο ἔγνωμεν, ἀλλ’ ὅτι καὶ τέσσαρές εἰσι διαφοραὶ τῶν ὁρισμῶν τῆς φιλοσοφίας· οἱ μὲν γὰρ ἀπὸ τοῦ ὑποκειμένου ἐλήφθησαν, οἷον ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί’ καὶ ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’, οἱ δὲ ἐκ τοῦ τέλους, ὁ λέγων ὅτι φιλοσοφία ἐστὶ μελέτη θανάτου’ καὶ ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’, ὁ δὲ ἐκ τῆς ὑπεροχῆς ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν’, ὁ δὲ ἐκ τῆς ἐτυμολογίας ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ φιλία σοφίας’. διὰ τοῦτο δὲ τέσσαρές εἰσι διαφοραὶ τῶν ὁρισμῶν τῆς φιλοσοφίας, ὅτι ὁ τέσσαρα ἀριθμὸς πάνυ ἦν τίμιος παρὰ τοῖς Πυθαγορείοις, ὡς καὶ αὐτοὶ ὀμνύοντες εἰς τὸν Πυθαγόραν δηλοῦσι λέγοντες ‘ναὶ μὰ τὸν ἁμετέραις ψυχαῖς παραδόντα τετρακτὺν παγὰν ἀεννάου φύσεως’, τοῦτ’ ἔστι ‘ναὶ μὰ τὸν Πυθαγόραν τὸν παραδόντα ἡμῖν τὸν τέσσαρα ἀριθμὸν τὴν πηγὴν τῆς ἀεννάου φύσεως’. πηγὴν δὲ τῆς ἀεννάου φύσεως ἐκάλεσε τὸν τέσσαρα ἀριθμόν, ἐπειδὴ ἐκ τῶν τεσσάρων στοιχείων συνίσταται τὰ ἡμέτερα σώματα (διὰ τοῦτο γὰρ ὁ τέσσαρα ἀριθμὸς πάνυ ἦν τίμιος παρὰ τοῖς Πυθαγορείοις), ἢ ἐπειδὴ καὶ τέσσαρά εἰσι τὰ στοιχεῖα, οἷον γῆ ὕδωρ ἀὴρ πῦρ, ἢ ἐπειδὴ καὶ τέσσαρές εἰσιν αἱ ἀρεταὶ τῆς ψυχῆς, οἷον ἀνδρία δικαιοσύνη σωφροσύνη φρόνησις, ἢ ἐπειδὴ ὁ τέσσαρα ἀριθμὸς συντιθέμενος μετὰ τῶν πρὸ αὐτοῦ ἀποτελεῖ τὸν δέκα ἀριθμόν· καὶ γὰρ προσλαμβάνων τὸν τρία ἀποτελεῖ τὸν ἑπτὰ ἀριθμόν, καὶ πάλιν προσλαμβάνων τὸν δύο ἀποτελεῖ τὸν ἐννέα, καὶ πάλιν προσλαμβάνων τὴν μονάδα ἀποτελεῖ τὸν δέκα. καὶ τὸν δέκα δὲ ἀριθμὸν τίμιον ἔλεγον, καθὸ ὁ δέκα ἀριθμὸς τῶν πρὸ αὐτοῦ ἀριθμῶν δεκτικός ἐστιν, ὅθεν καὶ δεκὰς λέγεται οἱονεὶ δεχάς τις οὖσα.2 ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις.3
理智则通过单纯的直觉——亦即当下且正在彼时[不经由理性]——认识归属于它的一切事物,即知性对象。因此,既然这些情况如此,从感觉和表象中便生发出尝试(因为这[尝试]亦是个别的认知),而从不伴随理性的意见中则生发出经验;因为正如无理性的意见一样,它[经验]亦是不伴随理性地认识被认识之物的。此外,经验亦由感觉和表象生发出来;因为它是从个别事物构成的;因为通过检验每一种医疗补救措施,并在心中无理性地表象它们即回忆它们,经验派医者得以造就。应当知晓的是,当经验从感觉和表象中生发出来时,此时[它]被称为亲见(因为经验医者成为了医疗措施本性的目击者,且他亲自通过感觉和表象检视了每一种医疗措施,认识了它们的本性);而当经验从无理性的意见中生发出来时,则被称为传闻,例如当[某人]并非亲身体验,而是听闻他人并形成了这一意见,从而认为该医疗措施的本性是如此这般之时。然而技艺则是由伴随理性的意见与推论思想二者共同生发出来的;因为正如它们一样,技艺亦是伴随理性认识普遍事物的。科学则是由推论思想与理智二者共同生发出来的:当它采纳需要证明的原理时,例如“点是无部分的”(因为这乃是作为需要证明的[而被采纳]),它从推论思想生发出来;而当它采纳定义,或者采纳不需要证明的公理概念时,例如“神是爱人类的”(因为这在所有人之间都是被承认的,不需要证明),此时它从理智生发出来。因此,不仅根据前一讲中所述的内容,而且亦根据这一点,即技艺由伴随理性的意见与推论思想二者生发出来,而科学则由推论思想与理智二者生发出来,技艺与科学有所不同。由此,通过上述这些话表明了哲学运用诸多阶梯,并且哲学是一切事物中最美好的,正如柏拉图在对某位几何学家塞奥多洛发表言论时所表明的,他说:“塞奥多洛啊,作为从神而来的赐予,这样的一件事物既从未降临过凡人,亦绝不会降临”。 既然这些情况如此,我们已知晓哲学有六个定义,且知晓了其原因。不仅如此,我们还知晓了哲学的定义有四种区分:有些是从基质抽取的,例如称“哲学是关于存在者就其存在而言的知识”与称“哲学是关于神圣事物与属人事务的知识”;有些是从终极目的抽取的,即称“哲学是对死亡的操练”与称“哲学是就人所可能而同化于神”;另一种是从卓越性抽取的,即称“哲学是技艺之技艺与科学之科学”;另一种是从词源抽取的,即称“哲学是对智慧的爱”。哲学的定义之所以有四种区分,是因为四这个数字在毕达哥拉斯学派中极受尊崇,正如他们自己在对毕达哥拉斯起誓时所表明的,他们说:“诚然,以将四元——常流本性的源泉——传授给我们灵魂的那位起誓”,亦即“诚然,以将四这个数字——常流本性的源泉——传授给我们的毕达哥拉斯起誓”。他把四这个数字称为“常流本性的源泉”,或是因为我们的身体由四元素构成(正因如此,四这个数字在毕达哥拉斯学派中极受尊崇),或是因为元素有四种,即土、水、气、火,或是因为灵魂的德性有四种,即勇敢、正义、节制、明智,或是因为四这个数字与在它之前的诸数相加便构成了十这个数字:因为加上三便构成了七这个数字,再加上二便构成了九,再加上一便构成了十。他们说十这个数字亦是神圣的,因十这个数字能够容纳在它之前的诸数字,故而十[数]被称为仿佛是一种“容纳者”。在这些内容中,伴随神,当下的讲课亦[告结束]。
- 16.0τοῦτο γὰρ ὡς δεόμενον ἀποδείξεως
括号内的插入分句省略了述谓动词(ἐστί 或 λαμβάνεται)。承接前文“当它采纳需要证明的原理时”(ἡνίκα μὲν ἀρχὰς λαμβάνῃ δεομένας ἀποδείξεων),此处在语境中补足为“因为此乃作为需要证明者[而被采纳]”。
- 16.0ὅθεν καὶ δεκὰς λέγεται οἱονεὶ δεχάς τις οὖσα
用于词源解释的比附说明。将“十”(δεκάς)与“容纳的”(δεκτικός)联系起来,视其仿佛是某种“容纳器”(δεχάς,源自动词 δέχομαι)。οἱονεὶ ... οὖσα 是主格分词结构,用以解释前述理由(即十能够容纳先于它的诸数)。
- 16.0ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις
新柏拉图主义注疏讲稿(πρᾶξις)末尾常见的程式化结语。句中省略了述谓动词(如 τελειοῦται 或 πληροῦται 等),意为“在这些[讨论]中,伴随神的护佑,当下的讲课亦[告完成]”。
