- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:44.17-45.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫将科学定义为对普遍事物的无谬认知,进而探讨技艺与科学的区别,说明两者的差异不在于易错性本身,而在于其所处理的基底(流变之物与恒常之物)以及对理性和实际行动的运用比例,并以此结束本讲。
ταῦτα μὲν καὶ περὶ τῆς τέχνης. ἐπιστήμη δέ ἐστιν ἡ τῶν καθόλου ἄπταιστος καὶ ἀμετακίνητος γνῶσις (ἀπταίστως γὰρ γινώσκει τὰ γινωσκόμενα), ἢ γνῶσις ἄπταιστος τῶν ὑποκειμένων αὐτῇ πραγμάτων, καθὸ ἔχουσι φύσεως·1 ὡς γὰρ ἔχουσι φύσεως καὶ οἱονεὶ τὴν φύσιν τῶν ὑποκειμένων αὐτῇ πραγμάτων γινώσκει. ταῦτα μὲν ἐν τούτοις περὶ τῆς ἐπιστήμης. Ἀποροῦσι δέ τινες λέγοντες· εἰ ἄρα καὶ ἡ τέχνη μετὰ λόγου πάντα ποιεῖ καὶ ἡ ἐπιστήμη μετὰ λόγου πάντα ποιεῖ, κατὰ τί διαφέρουσιν ἀλλήλων; καὶ λέγουσί τινες ὅτι διαφέρει ἡ ἐπιστήμη τῆς τέχνης, καθὸ ἡ μὲν ἐπιστήμη ἄπταιστός ἐστιν ἡ δὲ τέχνη πταιστή. πρὸς οὓς ἔστιν εἰπεῖν ὅτι κακῶς λέγετε· καὶ γὰρ ἡ τέχνη κατὰ τοὺς οἰκείους λόγους ἄπταιστός ἐστιν, ἀλλὰ παρὰ τὴν τοῦ ὑποκειμένου αἰτίαν δοκεῖ πταιστὴ εἶναι, ὡς μετ’ ὀλίγον δείξομεν. ἔστιν οὖν εἰπεῖν ὅτι διαφέρει ἡ ἐπιστήμη τῆς τέχνης κατὰ τὸ ὑποκείμενον· καὶ γὰρ ἡ μὲν τέχνη περὶ τὰ ῥευστὰ καταγίνεται καὶ μὴ ἀεὶ ὡσαύτως ἔχοντα· οἷον ἡ ἰατρικὴ περὶ τὰ ἀνθρώπεια σώματα καταγίνεται, ἅτινα ῥευστά εἰσι καὶ οὐκ ἀεὶ ὡσαύτως ἔχουσι. καὶ πάλιν ἡ γραμματικὴ περὶ λέξεις καταγίνεται, αἵτινες οὐκ ἀεὶ ὡσαύτως ἔχουσι· καὶ γὰρ αἱ λέξεις ἄλλοτε ἄλλως ἔχουσι· ποτὲ μὲν γὰρ τοιῶσδέ εἰσιν εἰσφερόμεναι ποτὲ δὲ τοιῶσδε. ὅθεν νομίζονται αἱ τέχναι πταισταὶ εἶναι. τοῦτο δὲ γίνεται παρὰ τὴν τοῦ ὑποκειμένου αἰτίαν· καὶ γὰρ τοῦ ὑποκειμένου ῥευστοῦ ὄντος καὶ ἄλλοτε ἄλλως ἔχοντος γίνεται ἀποτυχία καὶ νομίζεται ἡ τέχνη πταιστὴ εἶναι. οἷον τοῦ ἰατροῦ βουλομένου δοῦναί τινι καθάρσιον ἐν δέοντι καιρῷ ἐξαίφνης ἐτράπη τὸ κατάστημα τοῦ ἀέρος καὶ τὸ ὑποκείμενον ῥευστὸν ὂν ἄλλως ἔσχε, καὶ δεδωκότος τοῦ ἰατροῦ τὸ καθάρσιον οὐδὲν ὠφελήθη ὁ κάμνων διὰ τὸ στέγνωσιν γενέσθαι περὶ τὴν ἐπιφάνειαν καὶ μὴ γενέσθαι ἔκκρισιν δι’ ἱδρώτων. καὶ ὅσον μὲν κατὰ τοὺς λόγους τῆς ἰατρικῆς ὠφελεῖτο πάντως ὁ κάμνων,2 ἀλλ’ ἐπειδὴ τὸ ὑποκείμενον ῥευστόν ἐστι καὶ ἄλλως ἔσχε, τούτου χάριν ἐγένετο ἡ ἀποτυχία. ἡ δὲ ἐπιστήμη περὶ τὰ ἀεὶ ὡσαύτως ἔχοντα καταγίνεται· διαλαμβάνει γὰρ περὶ τοῦ καθόλου ἀνθρώπου καὶ περὶ τοῦ καθόλου ἵππου, ἅτινα ἀεὶ ὡσαύτως ἔχουσι· κατὰ τοῦτο οὖν διαφέρει ἡ ἐπιστήμη τῆς τέχνης, καὶ ὅτι ἡ μὲν ἐπιστήμη ἀεὶ τῷ λόγῳ κέχρηται (καὶ γὰρ ἡ ἀστρονομία λόγῳ μόνῳ κατορθοῦται), ἡ δὲ τέχνη ἢ ἔργῳ μόνῳ κέχρηται, ὡς ἐπὶ τῆς ζωγραφικῆς (ὁ γὰρ ζωγράφος ἔργῳ μόνῳ κέχρηται· δύναται γὰρ καὶ μὴ λαλῶν ζωγραφῆσαι), ἢ ἐπίσης καὶ ἔργῳ καὶ λόγῳ κέχρηται ὡς ἐπὶ τῆς κιθαρῳδίας (αὕτη γὰρ ἐπίσης καὶ ἔργῳ καὶ λόγῳ κέχρηται· καὶ γὰρ κρούει ταῖς χερσὶ καὶ ᾄδει τῷ στόματι· κιθαρῳδίαν δὲ εἶπον, οὐ μὴν κιθαριστικήν, ἐπειδὴ ἐκείνη μόνον κρούει ταῖς χερσίν, οὐ μὴν καὶ ᾄδει), ἢ μᾶλλον μὲν λόγῳ κέχρηται ἧττον δὲ ἔργῳ ὡς ἐπὶ τῆς γραμματικῆς (αὕτη γὰρ μᾶλλον μὲν λόγῳ κέχρηται ὡς ἐν τῷ ἐξηγεῖσθαι, ἧττον δὲ ἔργῳ ὡς ἐν τῷ ποιεῖν τόνους ἢ στιγμάς), ἢ μᾶλλον μὲν ἔργῳ κέχρηται ἧττον δὲ λόγῳ ὡς ἐπὶ τῆς ἰατρικῆς· αὕτη γὰρ μᾶλλον μὲν ἔργῳ κέχρηται, ὡς ἡνίκα σφυγμολογεῖ καὶ προσφέρει βοηθήματα, ἧττον δὲ τῷ λόγῳ, ὡς ἡνίκα ἐρωτᾷ τὰ προκαταρκτικὰ αἴτια καὶ λέγει τὴν αἰτίαν τῆς νόσου. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις.3
关于技艺,便也谈到这里。而科学则是关于普遍事物的无谬且不可动摇的认知(因为它是无谬地认知被认知之物的),或者说,是关于从属于它的基底事物的无谬认知,依其具有本性的状态而言;因为它是按照它们具有本性的状态、可以说是认知着从属于它的基底事物的本性。关于科学,在此便谈到这里。 但有些人提出了疑难,说:“既然技艺也是伴随理性行一切事,科学也是伴随理性行一切事,那么它们彼此凭何相异?”有些人便说,科学与技艺之所以相异,在于科学是无谬的,而技艺是易错的。对于这些人可以回答说:你们说得不对;因为技艺按照其固有的理性原则也是无谬的,但由于基质方面的原因,它显得是易错的,正如我们稍后将指出的那样。因此可以说,科学与技艺是按照基底而相异的;因为技艺所处理的是流变且并非始终处在相同状态之物;例如医学所处理的是人的身体,这些身体是流变的且并非始终处在相同状态。再者,文法学所处理的是字句,这些字句也并非始终处在相同状态;因为字句在不同时候具有不同状态;因为它们有时按这种方式被使用,有时按那种方式被使用。由此技艺被认为是易错的。但这是由于基质方面的原因而发生的;因为基质是流变的且在不同时候处于不同状态,因而产生了失败,技艺才被认为是易错的。例如,当医生想要在合宜的时候给予某人泻药时,大气的状况突然改变,基质由于是流变的而变成了另一种状态,尽管医生给予了泻药,患者却毫无起色,因为表层发生了闭塞,未能通过出汗进行排泄。就医学的诸原则而言,患者本应是必定受益的,但既然基质是流变的且变成了另一种状态,因此缘故才产生了失败。相反,科学所处理的是始终处于相同状态之物;因为它是论述普遍的人和普遍的马,而这些是始终处于相同状态的。因此,科学正是按照这一点而与技艺相异,并且也因为:科学始终运用理性(因为天文学唯独依靠理性而成),而技艺要么唯独运用行动,如在绘画术那里(因为画家唯独运用行动;因为他即便不说话也能作画);要么同等地既运用行动又运用理性,如在弹唱琴艺那里(因为这同等地既运用行动又运用理性;因为它用双手弹奏,用口歌唱;我说的是弹唱琴艺,绝非弹琴术,因为后者仅用双手弹奏,绝不同时歌唱);要么较多运用理性而较少运用行动,如在文法学那里(因为这较多运用理性,如在诠释之时,而较少运用行动,如在标出声调或句读之时);要么较多运用行动而较少运用理性,如在医学那里;因为医学较多运用行动,如在把脉和施用救治手段之时,而较少运用理性,如在询问先行原因和说明疾病的原因之时。在这些内容上,承蒙神的助佑,当下的讲课亦告结束。
- 15.0καθὸ ἔχουσι φύσεως
动词 ἔχω 搭配属格名词(φύσεως),表示“在……方面处于某种状态”的关系或样态。καθό 为引导副词性短语的连词(“照其……的方式”),后文的 ὡς ἔχουσι φύσεως 紧接着对其作了同义复述。
- 15.0ὅσον μὲν κατὰ τοὺς λόγους τῆς ἰατρικῆς ὠφελεῖτο πάντως ὁ κάμνων
直陈式未完成过去时 ὠφελεῖτο 未带语气助词 ἄν,用以表达与事实相反的推论结果(“患者本应必定受益”)。基于技艺原则的未实现条件,通过后文引入事实的从句(ἀλλ’ ἐπειδὴ τὸ ὑποκείμενον ῥευστόν ἐστι...)形成对照。
- 15.0ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις
讲义(πρᾶξις)结尾处的定型结语,省略了谓语动词(如 τέλος ἔχει 等)。ἐν οἷς 为关系代词短语,意为“在这些论点上[告一段落]”。
