← 无敌的戴维

哲学导论

§43.9-44.17

哲学作为科学之科学与认知的四分类及技艺的定义

作者通过假设性科学与无假设科学的区别解释了哲学为何被称为“诸科学之科学”,提出了认知的四分法(试探、经验、技艺、科学),并分析了技艺的定义及其与自然、虚妄或邪恶技艺的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.0#2

λέγουσι δέ τινες· διὰ τί τὴν φιλοσοφίαν ἐπιστήμην ἐπιστημῶν ἐκάλεσε; τί γάρ; ἔστιν ἄλλη ἐπιστήμη παρὰ ταύτην; καὶ ἔστιν εἰπεῖν ὅτι διττή ἐστιν ἡ ἐπιστήμη, ἡ μὲν ἐνυπόθετος ἡ δὲ ἀνυπόθετος. καὶ ἐνυπόθετος μέν ἐστιν ἡ λαμβάνουσα ἀρχὰς δεομένας ἀποδείξεων καὶ ὧν τὴν αἰτίαν ἀγνοεῖ,1 οἷον ὡς ὅταν ὁ γεωμέτρης λάβῃ ὁμολογούμενον ὅτι τὸ σημεῖον ἀμερές ἐστι, καὶ τούτου τὴν αἰτίαν οὐκ οἶδεν ἀλλὰ παραπέμπει τῷ φυσικῷ φιλοσόφῳ. ἀνυπόθετος δέ ἐστιν ἡ λαμβάνουσα κοινὰς ἐννοίας μὴ δεομένας ἀποδείξεων, οἷον ὡς ὅταν εἴπωμεν ὅτι ὁ θεὸς ἀγαθός ἐστιν· αὕτη γὰρ κοινὴ ἔννοιά ἐστι· πᾶς γὰρ ὁμολογεῖ ὅτι ὁ θεὸς ἀγαθός ἐστι καὶ οὐ δέεται τοῦτο ἀποδείξεως. ταῦτα μὲν ἐν τούτοις. Ἐπειδὴ δὲ τέχνης καὶ ἐπιστήμης ἐποιησάμεθα μνήμην, ἔλθωμεν καὶ περὶ τούτων διαλάβωμεν. ἀλλὰ πρὸ τούτου ὀλίγα τινὰ περὶ γνώσεως εἴπωμεν. ἰστέον ὅτι ἡ γνῶσις ἢ μερική ἐστιν ἢ καθόλου καὶ ἢ μετὰ λόγου ἐστὶν ἢ ἄνευ λόγου, ὥστε ἐκ τούτων τέσσαρά τινα γίνεσθαι· ἔστι γὰρ πεῖρα, ἐμπειρία, τέχνη, ἐπιστήμη. καὶ πεῖρα μέν ἐστιν ἡ ἑνὸς πράγματος ἄλογος γνῶσις, οἷον ὡς ὅταν τις ἓν μόνον ἐπίσταται βοήθημα καὶ τούτῳ κέχρηται μὴ γινώσκων τὴν αἰτίαν μηδὲ τὸ πῶς ὤφειλε χρήσασθαι αὐτῷ. ἐμπειρία δέ ἐστιν ἡ τῶν καθόλου ἄλογος γνῶσις, οἷον ὡς ἐπὶ τῶν ἐμπειρικῶν ἰατρῶν· οὗτοι γὰρ πολλὰ βοηθήματα γινώσκουσι, τὴν δὲ αἰτίαν οὐ γινώσκουσιν. ἐμπειρία οὖν ἐστι μνήμη καὶ τήρησις ἄλογος ἀνθρωπίνη τῶν πολλάκις καὶ ὡσαύτως ὀφθέντων· ὁ γὰρ ἐμπειρικὸς ἰατρὸς μνημονεύων καὶ τηρῶν τὰ πολλάκις καὶ ὡσαύτως ὀφθέντα κέχρηται τοῖς βοηθήμασι. τέχνη δέ ἐστιν ἡ τῶν καθόλου γνῶσις μετὰ λόγου, ἢ τέχνη ἐστὶν ἕξις ὁδῷ βαδίζουσα μετὰ φαντασίας· καὶ γὰρ ἡ τέχνη ἕξις τις καὶ γνῶσίς ἐστιν, ἀλλὰ καὶ ὁδῷ βαδίζει· πάντα γὰρ κατὰ τάξιν ποιεῖ. μετὰ φαντασίας δὲ πρόσκειται διὰ τὴν φύσιν· καὶ γὰρ ἡ φύσις ἕξις ἐστίν (ἔχει γὰρ τὸ εἶναι ἐν τοῖς ἔχουσιν αὐτήν, οἷον ἐν ἀνθρώπῳ, ἐν λίθῳ, ἐν ξύλῳ) καὶ ὁδῷ βαδίζει (κατὰ γὰρ τάξιν προέρχεται), ἀλλ’ οὐ μετὰ φαντασίας ὥσπερ ἡ τέχνη· καὶ γὰρ ὁ τεχνίτης κεχρημένος τῷ λόγῳ, ἡνίκα βούλεται τι ποιῆσαι, πρότερον διατυποῖ ἐν ἑαυτῷ ὃ βούλεται ποιῆσαι καὶ εἶθ’ οὕτως ἀποτελεῖ αὐτό, ἡ δὲ φύσις οὐδὲν τοιοῦτον ποιεῖ· οὐδὲ γὰρ προδιατυποῖ ἐν ἑαυτῇ ὃ βούλεται κατασκευάσαι. ἢ πάλιν τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων ἐμπειρίᾳ συγγεγυμνασμένη2 πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. ἡ δὲ σαφήνεια τοῦ ὅρου τοῦτον ἔχει τὸν τρόπον· τέχνη ἐστὶ ‘σύστημα ἐκ καταλήψεων’, τοῦτ’ ἔστιν ἄθροισμα ἐξ ἐφευρέσεων (καὶ γὰρ τῶν μὲν τόδε ἐφευρηκότων τῶν δὲ τόδε ἀπετελέσθη ἡ τέχνη), ‘ἐμπειρίᾳ συγγεγυμνασμένη’, τοῦτ’ ἔστι δεδοκιμασμένη μετὰ πολυπειρίας (καὶ γὰρ μετὰ πολυπειρίας δοκιμάζονται τὰ θεωρήματα καὶ οὕτως ἀνατιθέασιν αὐτὰ τῇ τέχνῃ), ‘πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ’ πρόσκειται διὰ τὰς ματαιοτεχνίας καὶ κακοτεχνίας· αὗται γὰρ οὐκ εὐχρηστοῦσι τῷ βίῳ. καὶ ματαιοτεχνία μέν ἐστιν ἡ μήτε ὠφελοῦσα τὸν βίον μήτε βλάπτουσα ὡς ἐπὶ τοῦ νευροβάτου καὶ τοῦ κοντοπαίκτου, κακοτεχνία δέ ἐστιν ἡ πρὸς τῷ μὴ ὠφελεῖν τὸν βίον καὶ βλάπτουσα3 ὡς ἐπὶ τῶν γοήτων· οὗτοι γὰρ πρὸς οἷς οὐκ ὠφελοῦσι τὸν βίον ἀλλὰ καὶ βλάπτουσιν αὐτόν.

有些人说:“为什么称哲学为诸科学之科学?怎么回事?难道在此之外还有别的科学吗?”对此可以回答说:科学是双重的,一种是假设性的,另一种是无假设的。假设性的科学,乃是采纳那些需要证明且自身不知其原因的诸原理,例如几何学家把点是无部分的当作公认的前提接受下来,却不知道其原因,而是将其推交予自然哲学家。而无假设的科学,乃是采纳那些无需证明的共同概念,例如当我们说神是善的;因为这是一个共同概念;因为所有人都承认神是善的,而这无需证明。这些便谈到这里。 既然我们提到了技艺与科学,那么让我们进而论述它们。但在此之前,让我们先谈谈有关认知的几点。应当知晓,认知要么是部分的要么是普遍的,要么伴随理性要么缺乏理性,以致由这些产生了四种东西:即试探、经验、技艺、科学。试探乃是关于单一一件事物的缺乏理性的认知,例如某人仅知道一种救治手段并使用之,却既不知其原因,亦不知本来应当如何使用它。而经验乃是关于普遍事物的缺乏理性的认知,例如在经验派医生那里;因为他们知道许多救治手段,却不知其原因。因此,经验乃是对经常且同样被见到的事物的一种缺乏理性的、属人的记忆与观察;因为经验派医生正是通过记忆和观察经常且同样被见到的事物来使用救治手段的。技艺则是伴随理性的关于普遍事物的认知,或者说,技艺是伴随表象循序渐进的品质;因为技艺确是一种品质和认知,而且也是循序渐进的;因为它按秩序行一切事。加上“伴随表象”,是因为自然;因为自然也是一种品质(因为它在拥有它的事物之中拥有其存在,例如在人之中,在石头之中,在木头之中),也是循序渐进的(因为它按秩序展开),但并不像技艺那样伴随表象;因为工匠运用理性,每当想要制造某物时,先在自身之中构想出想要制造之物,然后才如此将其完成,而自然绝不做这样的事;因为它并不在自身之中预先构想出想要建造之物。又或者,技艺是由诸把握构成的、经由经验共同操练的、朝向人生中某种有用目的的体系。该定义的释义如下:技艺是“由诸把握构成的体系”,即由各项发现组成的汇集(因为正是一些人发现了这个,另一些人发现了那个,技艺才得以完成);“经由经验共同操练的”,即伴随丰富经验而受检验的(因为定理伴随着丰富经验受到检验,人们才这样将其归入技艺);加上“朝向人生中某种有用目的”,是因为那些虚妄技艺和邪恶技艺;因为这些技艺对于人生并无用处。虚妄技艺乃是既不利于人生亦不危害人生的技艺,如走绳者和弄竿者那样;而邪恶技艺乃是除了不利于人生之外还造成危害的技艺,如术士们那样;因为他们除了不利于人生之外,还对人生造成危害。

语法注3 条
  1. 15.0λαμβάνουσα ἀρχὰς δεομένας ἀποδείξεων καὶ ὧν τὴν αἰτίαν ἀγνοεῖ

    分词短语 δεομένας ἀποδείξεων 与关系从句 ὧν τὴν αἰτίαν ἀγνοεῖ 由 καί 连接,共同修饰宾格名词 ἀρχάς。关系代词 ὧν 指代先行词 ἀρχάς,并在从句中作为 αἰτίαν 的属格定语。

  2. 15.0σύστημα ἐκ καταλήψεων ἐμπειρίᾳ συγγεγυμνασμένη

    尽管语法上的主语/补足语是中性名词 σύστημα,分词 συγγεγυμνασμένη 却采用了阴性单数主格。这是由于意义上的牵引而与被定义项 τέχνη(阴性)一致,或是受紧邻的阴性属格 καταλήψεων 吸引所致,此乃斯多亚派技艺定义引用中的经典现象。

  3. 15.0πρὸς τῷ μὴ ὠφελεῖν τὸν βίον καὶ βλάπτουσα

    介词短语 πρὸς τῷ 加上带冠词不定式(πρὸς τῷ μὴ ὠφελεῖν)表示追加(“在无益于……之外”)。其后由 καί 引导主格分词 βλάπτουσα(与主语 κακοτεχνία 一致作表语),构成“不仅无益、而且有害”的句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:43.9-44.17