← 无敌的戴维

哲学导论

§42.2-43.9

驳关于诸技艺之技艺定义的异议

针对称哲学为“诸技艺之技艺”会使其如技艺一般易犯错的反驳,大卫通过结合与分离命题的逻辑区别、柏拉图的用例以及卓越性原则予以驳斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.0#1

Ἐπειδὴ ἀνωτέρω ὅλον ὡς ὅλον τὸν ὁρισμὸν μεμαθήκαμεν, ἔλθωμεν καὶ τὰ μέρη αὐτοῦ πολυπραγμονήσωμεν. ἰστέον δὲ ὅτι φασί τινες ὡς ὅτι1 κακῶς τὴν φιλοσοφίαν τέχνην τεχνῶν εἴπατε εἶναι· εἰ γὰρ τέχνη τεχνῶν ἐστι, δῆλον ὅτι καὶ τέχνη ἐστίν· εἰ δὲ τέχνη ἐστί, δῆλον ὅτι πταιστή ἐστιν, ὅπερ ἄτοπον. πρὸς οὓς ἔστιν εἰπεῖν ὅτι οὐ πάντως τὰ ἅμα λεγόμενα καὶ ἰδίᾳ λέγεται·2 ἰδοὺ γὰρ λέγεται νεκρὸς ἄνθρωπος, καὶ οὐ δύναται λέγεσθαι ἄνθρωπος, διότι οὐκ ἔχει τὰ ἴδια τοῦ ἀνθρώπου· οὔτε γὰρ ἔμψυχός ἐστιν οὔτε αἰσθητικός. καὶ πάλιν λέγεται λιθίνη ναῦς, καὶ οὐ λέγεται μόνον ναῦς, διότι οὐ νήχεται ὥσπερ ἡ ναῦς. καὶ πάλιν ὡς ἐπὶ τοῦ γρίφου ἤγουν τοῦ αἰνίγματος τοῦ λέγοντος ‘ἄνθρωπος οὐκ ἄνθρωπος, ἄνθρωπος δὲ ὅμως, ὄρνιν οὐκ ὄρνιν, ὄρνιν δ’ ὅμως, ἐπὶ ξύλου καὶ οὐ ξύλου καθημένην λίθῳ τε καὶ οὐ λίθῳ βαλὼν διώλεσε’· λέγει δὲ ὅτι εὐνοῦχος νυκτερίδα καθημένην ἐν νάρθηκι ῥίψας κίσσηριν ἐφόνευσε. καὶ ἄνθρωπον μὲν οὐκ ἄνθρωπον ἐκάλεσε τὸν εὐνοῦχον, ἄνθρωπον μέν, διότι ἐπιδέχεται τὸν ὅρον τοῦ ἀνθρώπου (καὶ αὐτὸς γὰρ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν ἐστιν), οὐκ ἄνθρωπον δέ, διότι οὐ γεννᾷ ὅμοιον ἑαυτῷ ὥσπερ ὁ τέλειος ἄνθρωπος. ὄρνιν οὐκ ὄρνιν τὴν νυκτερίδα ἐκάλεσεν, ὄρνιν μέν, διότι ἵπταται, οὐκ ὄρνιν δὲ διότι οὐκ ᾠοτοκεῖ ὥσπερ τὰ ἄλλα ὄρνεα ἀλλὰ ζῳοτοκεῖ, καὶ πάλιν ἡ νυκτερὶς σάρκινα πτερὰ ἔχει, ὅπερ τοῖς ἄλλοις ὀρνέοις οὐ παρέπεται. ξύλον δὲ καὶ οὐ ξύλον τὸν νάρθηκα ἐκάλεσε, ξύλον μέν, διότι ξυλοειδές ἐστιν, οὐ ξύλον δέ, διότι οὐκ ἔστι στερέμνιον ὥσπερ τὰ ἄλλα ξύλα. λίθον δὲ καὶ οὐ λίθον τὴν κίσσηριν εἶπε, λίθον μέν, διότι λιθοειδές ἐστιν, οὐ λίθον δέ, διότι οὐκ ἔστι στερρά, ὥσπερ οἱ ἄλλοι λίθοι, ἀλλὰ σομφώδης, ἤγουν χαῦνόν τί ἐστιν. ὡς οὖν εἴρηται, οὐ πάντως τὰ ἅμα λεγόμενα καὶ ἰδίᾳ λέγονται, ὥσπερ καὶ ἐκ τοῦ ἐναντίου οὐ πάντως τὰ ἰδίᾳ λεγόμενα καὶ ἅμα δύνανται λέγεσθαι· ὑποκείσθω γάρ τις Σίμων τὴν τέχνην σκυτεὺς καὶ τοὺς μὲν τρόπους ἀγαθὸς τὴν δὲ τέχνην φαῦλος· ἐπὶ τούτου τὰ ἰδίᾳ λεγόμενα καὶ ἅμα οὐ δύναται λέγεσθαι· οἷόν τι λέγω ‘Σίμων σκυτεύς ἐστι’, καὶ πάλιν ‘Σίμων ἀγαθός ἐστιν’, οὐ δύναμαι δὲ ταῦτα ἅμα εἰπεῖν πάντα, οἷον ‘Σίμων σκυτεὺς ἀγαθός ἐστιν’, ἐπεὶ εὑρίσκεται ἀγαθὸς ἐπὶ τοῦ σκυτέως, ὅπερ ἄτοπον· ὑπεθέμεθα γὰρ αὐτὸν κατὰ τὴν τέχνην φαῦλον. ὥστε οὖν ὁ εἰπὼν τέχνην τεχνῶν τὴν φιλοσοφίαν οὐκ εἶπεν αὐτὴν τέχνην· ὡς γὰρ εἴρηται, οὐ πάντως τὰ ἅμα λεγόμενα καὶ ἰδίᾳ λέγονται. ἄλλως τε δὲ εἰ καὶ τέχνην αὐτὴν εἶπεν, οὐδὲν ἄτοπον· πολλάκις γὰρ τὸ τῆς τέχνης ὄνομα καὶ ἐπὶ τῆς ἐπιστήμης λαμβάνεται· καὶ γὰρ ὁ Πλάτων ἐν τῷ Γοργίᾳ τῷ διαλόγῳ τὴν ἐπιστήμην τέχνην ἐκάλεσε· φησὶ γὰρ ‘τίνος σε φῶμεν τέχνης ἐπιστήμονα;ʼ ἀντὶ τοῦ ἐπιστήμης· ὁ γὰρ ἐπιστήμων ἐπιστήμης ἐστὶν ἐπιστήμων. ἐν δὲ τῷ Σοφιστῇ τῷ διαλόγῳ τὸν δημιουργὸν τεχνίτην ἐκάλεσε, καὶ ταῦτα πάντα ἀπταίστως γινώσκοντα.3 ἔτι δὲ εἰ ἄρα οὗτος ὁ ὅρος ἐκ τῆς ὑπεροχῆς ἐστιν, ὁ δὲ ὑπερέχων οὐκ ἔστι ταὐτὸν τῷ ὑπερεχομένῳ ἀλλὰ κρείττων, δῆλον ὅτι καὶ ἡ φιλοσοφία ὡς ὑπερέχουσα τῆς τέχνης οὐκ ἔστι ταὐτὸν τῇ τέχνῃ. ταῦτα μὲν ἐν τούτοις.

既然此前我们已经将整个定义作为一个整体加以学习,那么让我们来考察其各组成部分。应当知晓,有些人声称,你们把哲学说成是诸技艺之技艺是不当的:“因为如果它是诸技艺之技艺,显而易见它也是一种技艺;而如果它是一种技艺,显而易见它便是易犯错的,这乃是荒谬的。”针对这些人可以回答说:组合陈述的事物未必能作分离陈述。看哪,人们说“死人”,却不能单说“人”,因为它不具备人的特有属性;因为既无灵魂,亦无感知。同样,人们说“石船”,却不能单说“船”,因为它不能像船那样航行。再次,正如那条谜语即隐语所说:“非人的人,然而毕竟是人,将非鸟的鸟,然而毕竟是鸟,坐于非木之木上者,以非石之石击而毙之。”他是说,一个宦官投掷浮石杀死了一只停在茴香茎上的蝙蝠。他称宦官为“非人的人”:说是“人”,是因为他接受人的定义(因为他自身也是能接受理智与科学的有理性的、必死的动物);说是“非人”,是因为他不能像完全的人那样生育与自己同类的后代。他称蝙蝠为“非鸟的鸟”:说是“鸟”,是因为它能飞翔;说是“非鸟”,是因为它不像其他鸟类那样产卵,而是胎生,而且蝙蝠拥有肉质的翅膀,这并不伴随其他鸟类。他称茴香茎为“非木之木”:说是“木”,是因为它形似木质;说是“非木”,是因为它不像其他木材那样坚实。他称浮石为“非石之石”:说是“石”,是因为它形似石头;说是“非石”,是因为它不像其他石头那样坚硬,而是多孔的,即疏松之物。因此正如所说,组合陈述的事物未必能作分离陈述,正如反过来,分离陈述的事物也未必能作组合陈述。例如,设想某人西蒙在技艺上是鞋匠,品行良好,但手艺拙劣;对于这个人,分离陈述的事物不能组合陈述。例如我说“西蒙是鞋匠”,又说“西蒙是善人”,但我不能将这一切合起来说“西蒙是个好鞋匠”,因为这样一来“善”就被落实在鞋匠之上了,这乃是荒谬的;因为我们曾假定他在手艺上是拙劣的。因此,称哲学为诸技艺之技艺的人,并没有称它为技艺;因为正如所说,组合陈述的事物未必能作分离陈述。此外,即使他称它为技艺,亦毫无荒谬之处;因为“技艺”这一名称常常也用于“科学”。因为柏拉图在《高尔吉亚篇》对话录中确实将科学称为技艺;因为他说“我们应称你通晓何种技艺?”以代替“何种科学”;因为通晓者乃是通晓科学者。而在《智者篇》对话录中,他将造物主称为工匠,尽管造物主无谬地认知一切事物。再者,如果这个定义是出自卓越性,而卓越者并不等同于被超越者,而是更为优越,那么显而易见,哲学作为超越技艺者,并不等同于技艺。这些便谈到这里。

语法注3 条
  1. 15.0ὡς ὅτι

    连词 ὡς 与 ὅτι 叠用,属于晚期希腊语中引导间接引语的冗赘结构,在句法功能上等同于单一的“……说”。

  2. 15.0οὐ πάντως τὰ ἅμα λεγόμενα καὶ ἰδίᾳ λέγεται

    源自亚里士多德《辨谬篇》中关于合置与分置谬误的经典逻辑命题。其核心结构为 ἅμα(合在一起/组合)与 ἰδίᾳ(单独/分离)的对照。

  3. 15.0καὶ ταῦτα πάντα ἀπταίστως γινώσκοντα

    短语 καὶ ταῦτα 引导一个附带强调或让步性质的分词短语,修饰前面的宾语 τὸν δημιουργόν,分词 γινώσκοντα 保持阳性单数宾格一致(“尽管他无谬地知晓一切事物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:42.2-43.9