← 无敌的戴维

哲学导论

§40.29-41.36

哲学为各门技艺提供始基并纠正错误

大卫阐释了亚里士多德将哲学定义为“诸技艺之技艺与诸科学之科学”的内涵,论述哲学如何向医学、几何学、修辞学及手工业技艺提供始基,纠正各门技艺中的定义错误,并作为定义、划分与证明等方法的源泉,由此结束第十三讲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.0#2

καὶ πάλιν ὁ ἰατρὸς οἶδεν ὅτι ἐκ τῶν τεσσάρων στοιχείων τὰ ἀνθρώπεια συνίστανται σώματα, τὴν δὲ αἰτίαν παραπέμπει τῇ φυσικῇ φιλοσοφίᾳ. καὶ πάλιν ὁ γεωμέτρης οἶδεν ὅτι τὸ σημεῖον ἀμερές ἐστι, τὴν δὲ αἰτίαν παραπέμπει τῇ φυσικῇ φιλοσοφίᾳ· οὐδὲ γὰρ οἶδε τὴν αἰτίαν, δι’ ἣν τὸ σημεῖον ἀμερές ἐστι. πάλιν ἡ ῥητορικὴ κέχρηται τῷ τοιῷδε δικαίῳ, τοῦτ’ ἔστι τῷ πολιτικῷ, τὴν δὲ φύσιν οὐκ οἶδε τοῦ δικαίου, ἀλλὰ ταύτην ὁ φιλόσοφος οἶδεν. ὅθεν ἀγνοοῦντες οἱ ῥήτορες τὴν φύσιν τοῦ δικαίου μᾶλλον αἱροῦνται ἀδικεῖν ἤπερ ἀδικεῖσθαι, ὁ δὲ φιλόσοφος ὡς γινώσκων τὴν φύσιν τοῦ δικαίου οὐδὲν μὲν τούτων αἱρεῖται, εἰ δὲ καὶ συμβῇ αἱρεῖσθαί τι τούτων τὸν φιλόσοφον, μᾶλλον αἱρεῖται ἀδικεῖσθαι ἢ ἀδικεῖν· καὶ γὰρ λέγουσιν ὅτι οὐ δύναταί τίς τινος ψυχὴν ἀδικῆσαι, εἰ μὴ ἄρα αὐτὸς τὴν ἰδίαν ψυχὴν ἀδικήσῃ ἄδικά τινα καὶ ἄτοπα διαπραττόμενος· καὶ γὰρ ὁ ἀδικῶν τινα ἢ περὶ τὸ σῶμα αὐτὸν ἀδικεῖ διὰ τοῦ πληγὰς αὐτῷ ἐπιφέρειν ἢ περὶ τὰ ἐκτός, ἤγουν τὰ χρήματα, διὰ τοῦ ἀφαρπάζειν τὴν οὐσίαν αὐτοῦ. αὐτὸς δὲ τὴν ὕπαρξιν ἐν τῇ ψυχῇ ἔχει· τὸ γὰρ σῶμα ὄργανόν ἐστι τῆς ψυχῆς. ὅθεν λέγομεν ὅτι ἔστιν ἐγὼ καὶ ἐμὸν καὶ τὰ τοῦ ἐμοῦ, καὶ ἐγὼ μὲν ἔλεγον τὴν ψυχήν, καθὸ ἕκαστος τὴν ὕπαρξιν ἐν τῇ ψυχῇ ἔχει, ἐμὸν δὲ ἔλεγον τὸ σῶμα (καὶ γὰρ ὄργανον τῆς ψυχῆς τὸ σῶμά ἐστι), τὰ τοῦ ἐμοῦ δὲ ἔλεγον τὰ ἐκτός· καὶ γὰρ τὰ κτήματα τοῦ σώματός εἰσιν. ὁ οὖν ἀδικῶν εἰ μὴ τὴν ἰδίαν ψυχὴν οὐκ ἀδικεῖ.1 Ἰστέον δὲ ὅτι οὐ μόναις ταῖς ἐπιστήμαις καὶ ταῖς λογικαῖς τέχναις ἡ φιλοσοφία δίδωσι τὰς ἀρχὰς ἀλλὰ καὶ ταῖς βαναύσοις τέχναις. ἰστέον δὲ ὅτι βάναυσοι τέχναι καταχρηστικῶς μὲν πᾶσαι αἱ ἄλογοι λέγονται, κυρίως δὲ αἱ διὰ πυρὸς ἐργαζόμεναι λέγονται βάναυσοι παρὰ τὸ βαίνειν περὶ τὸν αὐσόν· αὐσὸς δέ ἐστιν ἡ κάμινος παρὰ τὸ ἀτμόν τινα ἀφιέναι· καὶ γὰρ ὁ τέκτων γινώσκει μὲν ὅτι τῇ στάθμῃ, ἤγουν τῷ σχοινίῳ, διακρίνεται τὰ ὀρθὰ καὶ τὰ καμπύλα ξύλα, ὅθεν καὶ ὁ ποιητὴς δηλοῖ λέγων ἐπὶ στάθμην ἴθυνε, τὴν δὲ αἰτίαν, δι’ ἣν τῇ στάθμῃ διακρίνεται, οὐκ οἶδεν ἀλλὰ παραπέμπει τὴν αἰτίαν τῷ φιλοσόφῳ· τούτου γὰρ τὴν αἰτίαν ὁ γεωμέτρης οἶδε. ταῦτα μὲν ἐν τούτοις. ἰστέον δὲ ὅτι ἄλογοι τέχναι λέγονται οὐ παρὰ τὸ μὴ ἔχειν λόγον καὶ αἰτίαν, εἰ καὶ μὴ ὁ τεχνίτης ἐπίσταται τὴν αἰτίαν, ἀλλ’ ἐπειδὴ δύναταί τις καὶ μὴ φθεγγόμενος μετέρχεσθαι αὐτάς· δύναται γὰρ ὁ τέκτων καὶ μὴ λαλῶν ἀποτελέσαι θρόνον. ἰστέον δὲ ὅτι οὐ μόνον τὰς ἀρχὰς ταῖς τέχναις καὶ ταῖς ἐπιστήμαις ἡ φιλοσοφία δίδωσιν, ἀλλὰ καὶ ἐπανορθοῦται τὰ ἐν αὐταῖς ἡμαρτημένα· καὶ γὰρ οἱ μὲν γραμματικοὶ τὴν φωνὴν ὁρίζονται πληγὴν ἀέρος, ὁ δὲ φιλόσοφος διορθούμενος λέγει ὅτι κακῶς ἔχει ὁ ὅρος· οὐδὲ γὰρ ἀντιστρέφει· εἴ τι μὲν γὰρ φωνή, τοῦτο πληγὴ ἀέρος, οὐκ εἴ τι δὲ πληγὴ ἀέρος, τοῦτο φωνή· καὶ γὰρ ἐὰν ἐρίῳ πλήξω τὸν ἀέρα, οὐκ ἀποτελεῖ φωνήν. θέλουσι δὲ οἱ εὖ ἔχοντες ὅροι ἀντιστρέφειν, ὡς ἐμάθομεν. ὁρίζονται δὲ τὴν φωνὴν οὕτως· φωνή ἐστιν ἀποτέλεσμα τοῦ ἐν ἡμῖν ἀποτεθησαυρισμένου πνεύματος διοδευομένη διὰ τραχείας ἀρτηρίας καὶ εἰδοποιουμένη διὰ γλώττης καὶ ἐπιγλωττίδος.2 ἔτι δὲ διὰ τοῦτο εἶπε τὴν φιλοσοφίαν τέχνην τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν, ἐπειδὴ αἱ τέχναι καὶ αἱ ἐπιστῆμαι κέχρηνται καὶ ὅροις καὶ διαιρέσεσι καὶ ἀποδείξεσι· μήτηρ δὲ τούτων ἡ φιλοσοφία ἐστίν. ἐν οἷς ἡ πρᾶξις.

同样,医生知晓人身由四元素构成,却将原因推给自然哲学。同样,几何学家知晓点是不可分的,却将原因推给自然哲学;因为他甚至不知晓点为何不可分的原因。再次,修辞学使用某种正义,即城邦政治上的正义,却不知晓正义的本性,而哲学家知晓这一点。因此,演说家们由于不知晓正义的本性,宁愿行不义而不愿遭不义;但哲学家作为知晓正义本性的人,绝不选择这两者中的任何一个;但即使哲学家碰巧必须在其中选一,他也宁愿遭不义而不愿行不义。因为他们确实说,没有任何人能够对另一个人的灵魂行不义,除非他自身通过行不义和荒谬之事而对自己的灵魂行不义。因为对某人行不义者,要么通过施加打击而就其肉体对他行不义,要么通过抢夺其财产而就外部事物即金钱对他行不义。然而人自身的存在是在灵魂之中的;因为肉体乃是灵魂的工具。因此我们说,存在着“我”、“我的”和“属于我的之物”;所谓“我”,我指的是灵魂,因为每个人都是在灵魂中拥有其存在的;所谓“我的”,我指的是肉体(因为肉体确实是灵魂的工具);所谓“属于我的之物”,我指的是外部事物(因为财产确实是属于肉体的)。因此,行不义者若非对其自身的灵魂,就并未对任何人行不义。 应当知晓,哲学不仅向诸科学以及理性的诸技艺提供始基,而且也向手工业技艺提供始基。应当知晓,所有非理性的技艺在转用意义上都被称为手工业技艺,但在严格意义上,通过火来工作的技艺才被称为手工业技艺,该名源于“环绕‘奥索斯’走动”;而“奥索斯”即是熔炉,之所以得名,是因为它散发某种热气。因为木匠确实知晓用墨线(即绳子)可以辨别木材的笔直与弯曲(因此诗人亦指明这一点说“依墨线校准”),但他不知晓依墨线得以辨别的原因,而是将这一原因推给哲学家;因为几何学家知晓此事的起因。这些便谈到这里。 应当知晓,它们之所以被称为非理性技艺,并非因为它们没有理性与原因(纵使工匠本人并不通晓这一原因),而是因为人们即便不发声也能从事它们;因为木匠哪怕不言语也能制成椅子。 应当知晓,哲学不仅向诸技艺与科学提供始基,而且还纠正其中被犯下的错误。因为文法学家们将声音定义为“空气的撞击”,但哲学家予以纠正并指出该定义是不当的;因为它不可换位。因为若某物是声音,这固然是空气的撞击,但并非若某物是空气的撞击,这便是声音;因为若我用羊毛击打空气,并不能产生声音。而正如我们所学到的,良好成立的定义应当是可换位的。他们对声音是这样定义的:声音是蓄积在我们体内的气流的产物,经过气管传递,并由舌头和会厌赋予形式。此外,他之所以称哲学为“诸技艺之技艺与诸科学之科学”,是因为诸技艺与科学使用了定义、划分与证明;而哲学乃是它们的母亲。本讲到此结束。

语法注2 条
  1. 14.0ὁ οὖν ἀδικῶν εἰ μὴ τὴν ἰδίαν ψυχὴν οὐκ ἀδικεῖ

    短语 εἰ μὴ(若非……、除……之外)插入否定句中表达限定(“除对自己本人的灵魂之外,并未对[任何人]行不义”)。结合前文关于不义者只能侵犯肉体或外物,却伤及不到他人灵魂本质的苏格拉底式论证,主句谓语 οὐκ ἀδικεῖ 省略了泛指的宾语。

  2. 14.0ἀποτέλεσμα τοῦ ἐν ἡμῖν ἀποτεθησαυρισμένου πνεύματος διοδευομένη διὰ τραχείας ἀρτηρίας καὶ εἰδοποιουμένη διὰ γλώττης καὶ ἐπιγλωττίδος

    分词 διοδευομένη 与 εἰδοποιουμένη 为主格阴性单数形式,它们并未与紧邻的表语名词 ἀποτέλεσμα(中性单数)一致,而是与句首的主语 φωνή(阴性)保持性的一致。该定义的句法骨架为:主语 φωνή + 系动词 ἐστιν + 表语 ἀποτέλεσμα……,分词 διοδευομένη 与 εἰδοποιουμένη 并列修饰主语 φωνή。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:40.29-41.36