← 无敌的戴维

哲学导论

§36.3-37.26

仿效神之定义与人类限度的阐释

大卫反驳了针对柏拉图“人在可能范围内对神的仿效”之定义的质疑,阐明善、认知与能力在神与人身上的存在方式截然不同(神是本质性且完满的,人则是分有且有限的);随后他援引《泰阿泰德篇》,论证避恶与获取德性实际上正是对哲学之理论与实践两个部分的界定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.0#2

πρὸς οὓς ἔστιν εἰπεῖν ὅτι διὰ τοῦτο πρόσκειται ἐν τῷ ὅρῳ ‘κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’· ὡς γάρ ἐστι δυνατὸν καὶ ἐφικτὸν ἀνθρώπῳ, δοκεῖ ὁμοιοῦσθαι ὁ φιλόσοφος τῷ θεῷ, ἐπεὶ οὐχ ὡσαύτως ἐστὶν οὔτε τὸ ἀγαθὸν οὔτε τὸ γνωστικὸν οὔτε τὸ δυνατὸν παρὰ τῷ θεῷ καὶ παρὰ τῷ ἀνθρώπῳ· καὶ γὰρ ἄλλως πώς ἐστι τὸ ἀγαθὸν παρὰ τῷ θεῷ καὶ ἄλλως πως παρὰ τῷ ἀνθρώπῳ· καὶ γὰρ τὸ ἀγαθὸν συνουσίωται τῷ θεῷ καὶ οὐσία τοῦ θεοῦ ἐστιν ἡ ἀγαθότης, ὅθεν καὶ ἀδυναμίαν λέγεται ἔχειν κακοῦ δι’ ὑπερβολὴν ἀγαθότητος,1 ὥσπερ καὶ ὁ ἥλιος ἀνεπίδεκτος λέγεται εἶναι τοῦ σκότους δι’ ὑπερβολὴν φωτός. ὁ δὲ ἄνθρωπος κατὰ μέθεξιν ἔχει τὸ ἀγαθόν, ὅθεν καὶ δεκτικός ἐστι κακίας, ὥσπερ καὶ ὁ ἀὴρ κατὰ μέθεξιν λέγεται ἔχειν τὸ φῶς (τοῦ γὰρ ἡλίου ἀνατέλλοντος φωτίζεται), ὅθεν καὶ δεκτικός ἐστι σκότους· δύνοντος γὰρ τοῦ ἡλίου σκοτίζεται. καὶ πάλιν ἄλλως πώς ἐστι τὸ γνωστικὸν παρὰ τῷ θεῷ καὶ ἄλλως πως παρὰ τῷ ἀνθρώπῳ· καὶ γὰρ ὁ μὲν θεὸς ἀεὶ καὶ ἅμα πάντα γινώσκει καὶ οὐκ ἔστι χρόνος ἡνίκα οὐ γινώσκει, ὁ δὲ ἄνθρωπος οὔτε ἀεὶ οὔτε ἅμα πάντα γινώσκει· ἰδοὺ γὰρ τὸ νεωστὶ τικτόμενον παιδίον οὐδὲν γινώσκει ἐνεργείᾳ ἀλλὰ δυνάμει λέγεται γινώσκειν, καὶ πάλιν ἐνδέχεται τινα σήμερον μὲν εἰ τύχοι γινώσκειν αὔριον δὲ ἐπιλαθέσθαι τοῦ γινωσκομένου καὶ μὴ γινώσκειν αὐτό. ἀλλ’ οὔτε δὲ ἅμα πάντα γινώσκει ἀλλὰ κατὰ μέρος· ἐν μὲν γὰρ τῷδε τῷ χρόνῳ τόδε γινώσκει καὶ ἐν ἄλλῳ ἄλλο, ὡς δηλοῖ καὶ ὁ Πλάτων λέγων ‘ἀγαπητόν, ὅτῳ κἂν ἐν γήρᾳ σοφία τε καὶ φρόνησις παρῇ’.2 καὶ πάλιν ἄλλως πώς ἐστι τὸ δυνατὸν παρὰ τῷ θεῷ καὶ ἄλλως πως παρὰ τῷ ἀνθρώπῳ· καὶ γὰρ ἐπὶ μὲν τοῦ θεοῦ ἀντιστρέφει· ὅσα γὰρ βούλεται, δύναται καὶ ὅσα δύναται, βούλεται καὶ οὐδὲν ἀδύνατόν ἐστι παρὰ τῷ θεῷ. ἐπὶ δὲ τοῦ φιλοσόφου οὐκ ἀντιστρέφει· ὅσα μὲν γὰρ δύναται, βούλεται, οὐχ ὅσα δὲ βούλεται, δύναται· καὶ γὰρ ἐὰν βουληθῇ ἀδύνατόν τι ποιῆσαι, οἱονεὶ ἅψασθαι τοῦ οὐρανοῦ τῷ δακτύλῳ ἢ δημιουργῆσαι οὐρανόν, οὐ δύναται τοῦτο ποιῆσαι. εἰ δέ τις εἴποι ‘ἀλλ’ οὐ βούλεταί τι ἀδύνατον ὁ τέλειος φιλόσοφος, ἀλλὰ τούτων ἐρᾷ, ὧν καὶ τυχεῖν δύναται· κατὰ γὰρ τοὺς Στωϊκοὺς μεγίστη ἔνδειά ἐστιν ἡ τῶν ὀρέξεων ἀπληστία’,3 λέγομεν ὅτι ὡς γινώσκων τὴν τῆς οἰκείας φύσεως ἀσθένειαν οὐ βούλεταί τι ἀδύνατον, ἀλλ’ ὧν δύναται τυχεῖν, τούτων καὶ ἐρᾷ, παρὰ μέντοι τῷ θεῷ οὐδέν ἐστιν ἀδύνατον. ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες· ποῦ ὡρίσατο ὁ Πλάτων οὕτω τὴν φιλοσοφίαν ‘ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’; καὶ ἔστιν εἰπεῖν ὅτι ἐν τῷ Θεαιτήτῳ· ἐκεῖ γὰρ πρὸς Θεόδωρόν τινα γεωμέτρην ποιούμενος τὸν λόγον λέγει οὕτως· ‘ἀλλ’ ἐπεί, ὦ Θεόδωρε, οὔτ’ ἀπολέσθαι τὰ κακὰ δύναται (ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ εἶναι ἀνάγκη), οὔτ’ ἐν θεοῖς ταῦτα ἱδρῦσθαι, τήνδε τὴν θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης. διὸ χρὴ πειρᾶσθαι φεύγειν ἐνθένδε ἐκεῖσε ὅτι τάχιστα. τίς οὖν ἐστιν ἡ φυγή; ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ. ὁμοίωσις δέ ἐστι τὸ ὅσιον καὶ δίκαιον γενέσθαι μετὰ φρονήσεως’. πάλιν ἀποροῦσιν ὅτι οὐχ ὡρίσατο τὴν φιλοσοφίαν ἀλλὰ τὴν φυγὴν τῶν κακῶν. πρὸς οὓς ἔστιν εἰπεῖν ὅτι καὶ ἡ φυγὴ τῶν κακῶν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ φιλοσοφία· εἰ γὰρ ἡ φιλοσοφία νέκρωσιν ἀπεργάζεται τῶν παθῶν, ὡς ἀνωτέρω ἐλέγομεν ὁριζόμενοι αὐτὴν μελέτην θανάτου, ἡ δὲ νέκρωσις τῶν παθῶν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ φυγὴ τῶν κακῶν, δῆλον ὅτι τὴν φιλοσοφίαν ὡρίσατο. ἄλλως τε δὲ εἰ ἄρα ἡ δικαιοσύνη καὶ ἡ φρόνησις ἀρεταί εἰσι, χωρίον δὲ τῶν ἀρετῶν ἡ φιλοσοφία ἐστί (διὰ γὰρ τῆς φιλοσοφίας τὰς ἀρετὰς προσκτώμεθα), δῆλον ὅτι διὰ τοῦ εἰπεῖν ‘ὅσιον καὶ δίκαιον γενέσθαι μετὰ φρονήσεως’ τὴν φιλοσοφίαν ὡρίσατο. ἔτι δὲ διὰ μὲν τοῦ εἰπεῖν ‘μετὰ φρονήσεως’ τὸ θεωρητικὸν ὡρίσατο· εἰ γὰρ φρόνησίς ἐστιν ἡ τελειότης τοῦ λόγου, τέλος δὲ τοῦ θεωρητικοῦ ἡ τελειότης τοῦ λόγου ἐστί, τοῦτ’ ἔστιν ἡ τοῦ λόγου εἴδησις, δῆλον ὅτι διὰ τοῦ εἰπεῖν ‘μετὰ φρονήσεως’ τὸ θεωρητικὸν ὡρίσατο. διὰ δὲ τοῦ εἰπεῖν ‘τὸ ὅσιον καὶ δίκαιον’ τὸ πρακτικὸν ὡρίσατο·4 εἰ γὰρ τὸ ὅσιον καὶ δίκαιον ἀρετὴ ἤθους ἐστί, τέλος δὲ τοῦ πρακτικοῦ ἡ ἀρετὴ τοῦ ἤθους ἐστὶν ἤγουν ὁ τοῦ ἤθους καλλωπισμός, δῆλον ὅτι διὰ τοῦ εἰπεῖν ‘ὅσιον καὶ δίκαιον’ τὸ πρακτικὸν ὡρίσατο.

对此可以回答说,正是为此缘故,在定义中附加了“在人可能之范围内”;因为哲学家正是以对人而言可能且可企及的方式,被认为仿效于神,因为无论善、具认知性还是具能力,在神那里与在人那里皆非以同样方式存在。实际上,善在神那里以一种方式存在,在人那里以另一种方式存在;因为善与神同体,且神之本质即是善性,故而由于善性的完满过剩,神亦被称为对恶具有无能性,正如太阳亦由于光芒的完满过剩,被称为不可接纳黑暗一样。而人是通过分有而具有善,故而亦可接纳邪恶,正如空气亦被称为通过分有而具有光芒一样(因为当太阳升起时,空气受到照亮),故而它亦可接纳黑暗;因为太阳落下时,空气便陷于黑暗。其次,具认知性在神那里以一种方式存在,在人那里以另一种方式存在;因为神始终且同时认识万物,不存在他不认识的时间,而人既非始终亦非同时认识万物。看哪,初生的小儿在现实活动中毫无所知,而只被称为潜能地认识;其次,倘若碰巧,某人今日认识,而明日却可能遗忘所认识之物并不再认识它。不仅如此,人亦不能同时认识万物,而是分部分地认识;因为在这段时期认识此事,在另一时期认识彼事,正如柏拉图所表明的:“即使到老年才拥有智慧与明智,亦当感到庆幸”。再次,具能力在神那里以一种方式存在,在人那里以另一种方式存在;因为就神而言,这是可以换位的:凡他所意愿的,他皆能行,凡他所能行的,他皆意愿,且在神那里毫无不可能之事。但就哲学家而言,则不能换位;因为凡他所能行的,他固然意愿,却非凡他所意愿的,皆能行。因为假若他意愿去行某种不可能之事,诸如用手指触摸天空或创造天空,他便无法行出此事。倘若有人说:“可是完全的哲学家绝不意愿任何不可能之事,而是热爱那些他能够企及之事;因为依照斯多亚派的说法,欲望的贪得无厌乃是最大的贫乏”,我们则回答说:正因为认识到自身本性的软弱,他才不意愿任何不可能之事,而是热望那些他能够企及之事;然而在神那里,没有任何事是不可能的。关于这些就谈到这里。 然而有人提出疑难说:柏拉图究竟在哪里将哲学如此界说为“人在可能范围内对神的仿效”?对此可以回答说,是在《泰阿泰德篇》中;因为柏拉图在那里向一位几何学家狄奥多洛展开言论时,这样说道:“但是,狄奥多洛啊,既然诸恶既不可能被消灭(因为必然有某种与善相反之物),又不可能定居于诸神之中,它们便必然徘徊于这必死的本性与这个处所。因此,应当尝试尽快从这里逃往那里。那么,何为逃离?乃是人在可能范围内对神的仿效。而仿效便是伴随着明智成为虔敬与正义的”。他们又提出疑难,认为他所界说的不是哲学,而是逃离诸恶。对此可以回答说,逃离诸恶亦非他物,唯是哲学;因为假若哲学能致使激情的灭绝,正如我们在上文中将哲学界说为死亡的操练时所说的那样,而激情的灭绝非他物,唯是逃离诸恶,那么显而易见,他所界说的正是哲学。此外,假若正义与明智是德性,而哲学是诸德性的居所(因为通过哲学我们获得诸德性),那么显而易见,通过说“伴随着明智成为虔敬与正义的”,他所界说的正是哲学。再者,通过说“伴随着明智”,他界说了理论部分;因为假若明智是理性的完满,而理论部分的目的乃是理性的完满,亦即理性的知晓,那么显而易见,通过说“伴随着明智”,他界说了理论部分。而通过说“虔敬与正义”,他界说了实践部分;因为假若虔敬与正义是品格的德性,而实践部分的目的乃是品格的德性,即品格的润饰,那么显而易见,通过说“虔敬与正义”,他界说了实践部分。

语法注4 条
  1. 13.0ἀδυναμίαν λέγεται ἔχειν κακοῦ δι’ ὑπερβολὴν ἀγαθότητος

    κακοῦ 是依附于名词 ἀδυναμίαν(无能力)的宾格性属格,意为“对于恶的无能”(即不能行恶或接纳恶),以悖论的方式说明神因善性之极度丰盈(δι’ ὑπερβολὴν ἀγαθότητος)而绝不接纳恶。

  2. 13.0ἀγαπητόν, ὅτῳ κἂν ἐν γήρᾳ σοφία τε καὶ φρόνησις παρῇ

    引自柏拉图《法篇》653a。句中省去了系动词 ἐστί,以中性形容词 ἀγαπητόν 作表语构成无人称句;ὅτῳ 是与格关系代名词(= ᾧτινι),作领有与格;κἂν 为 καὶ ἐάν 的缩合形式(“即使……”),在条件让步关系从句中统领虚拟式 παρῇ。

  3. 13.0κατὰ γὰρ τοὺς Στωϊκοὺς μεγίστη ἔνδειά ἐστιν ἡ τῶν ὀρέξεων ἀπληστία

    异议者引述的斯多亚派命题。带定冠词的名词短语 ἡ τῶν ὀρέξεων ἀπληστία(欲望之贪得无厌)是句子的主语,而无冠词的 μεγίστη ἔνδειά(最大的匮乏)是表语,语序倒置以强调表语。

  4. 13.0διὰ δὲ τοῦ εἰπεῖν ‘τὸ ὅσιον καὶ δίκαιον’ τὸ πρακτικὸν ὡρίσατο

    διὰ τοῦ εἰπεῖν 是由介词 διά 统领的带定冠词不定式结构,表示手段,引用语“τὸ ὅσιον καὶ δίκαιον”作不定式 εἰπεῖν 的直接宾语;主句中 τὸ πρακτικὸν(实践部分)作动词 ὡρίσατο 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:36.3-37.26