- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:34.14-36.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对柏拉图将哲学界说为“人在可能范围内对神的仿效”,作者提出了基于神人本质差异的反驳,并通过区分“相似”的四种涵义(同种之同质、异种之程度差、异种之多重性质一致、画像与原型),论证哲学家是在画像与原型的意义上(在善、认知与能力方面)同神相仿。
Ἄνεισιν ἐντεῦθεν ὁ Πλάτων ἐπὶ τὸ πόρρω τέλος, καὶ οὐχ ἁπλῶς ἐπὶ τὸ πόρρω, ἀλλ’ ἐπὶ τὸ πορρωτάτω καὶ οὗ ἐπέκεινα οὐκ ἔστιν ἀνελθεῖν·1 ὁρίζεται γὰρ τὴν φιλοσοφίαν ‘ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’· τί γὰρ οὕτω μακάριον ἐν τῷ βίῳ καὶ πρέπον ἀνθρώπῳ τέλος ὡς τὸ ὁμοιωθῆναί τινα θεῷ; ἰστέον δὲ ὅτι λέγουσί τινες ὅτι οὐ δύναται ὁ φιλόσοφος ἅτε δὴ ἄνθρωπος ὢν ὁμοιοῦσθαι θεῷ, καὶ τοῦτο κατασκευάζουσιν οὕτως· ἡ οὐσία θεοῦ καὶ ἀνθρώπου διάφορος, ὡς καὶ ὁ ποιητὴς δηλοῖ λέγων ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων. ὧν δὲ αἱ οὐσίαι διάφοροι, τούτων διάφοροι καὶ αἱ τελειότητες· οἷον ἄλλη ἐστὶν ἡ οὐσία τοῦ ἀνθρώπου καὶ ἄλλη τοῦ ἵππου, καὶ ἄλλη ἡ τελειότης τοῦ ἵππου παρὰ τὸν ἄνθρωπον. εἰ ἄρα οὖν ἡ οὐσία θεοῦ καὶ ἀνθρώπου διάφορός ἐστιν, ὧν δὲ αἱ οὐσίαι διάφοροι, τούτων διάφοροι καὶ αἱ τελειότητες, δῆλον ὅτι ἄλλη τελειότης ἐστὶ τοῦ θεοῦ παρὰ τὸν ἄνθρωπον· ἄρα οὖν οὐκ ἔστιν ἡ φιλοσοφία ὁμοίωσις θεῷ. Ἵνα δὲ τὴν ἀπορίαν ταύτην ἐπιλύσωμεν, εἴπωμεν ἐπὶ ποίου σημαινομένου λέγομεν ἐνταῦθα τὸ ὅμοιον. ἀλλὰ πρῶτον εἴπωμεν ποσαχῶς λέγεται τὸ ὅμοιον. ἰστέον ὅτι τὸ ὅμοιον τετραχῶς λέγεται· λέγεται γὰρ ὅμοιον, ἡνίκα ἡ αὐτὴ ποιότης ἐν ὅλῳ τῷ εἴδει θεωρῆται, οἷον ὡς ὅταν ὅλους τοὺς Αἰθίοπας λέγωμεν ὁμοίους εἶναι κατὰ τὸ μέλαν καὶ ὅλους τοὺς κύκνους ὁμοίους εἶναι κατὰ τὸ λευκόν. πάλιν λέγεται ὅμοιον, ἡνίκα ἡ αὐτὴ ποιότης ἐν διαφόροις εἴδεσι θεωρῆται κατὰ τὸ μᾶλλον καὶ ἧττον, οἷον ὡς ὅταν τὸ πέπερι τὸ λευκὸν καὶ τὸ μέλαν λέγωμεν ὅμοιον εἶναι κατὰ τὸ θερμόν· ἀμφότερα γὰρ θερμά ἐστιν, ἀλλὰ κατὰ τὸ μᾶλλον καὶ ἧττον· τὸ μὲν γὰρ μέλαν πέπερι μᾶλλον θερμόν ἐστι, τὸ δὲ λευκὸν ἧττον θερμόν ἐστιν. πάλιν λέγεται ὅμοιον, ἡνίκα διάφοροι ποιότητες καὶ αἱ αὐταὶ ἐν διαφόροις εἴδεσιν εὑρεθῶσιν, οἷον ὡς ὅταν τὴν φάσσαν καὶ τὴν περιστερὰν ὅμοια λέγωμεν εἶναι, ἐπειδὴ ὥσπερ ἡ φάσσα διαφόρους ποιότητας ἔχει (ἔχει γὰρ μέλαν, λευκόν, ξανθόν), οὕτω καὶ ἡ περιστερὰ διαφόρους καὶ τὰς αὐτὰς ποιότητας ἔχει· ἔχει γὰρ καὶ αὕτη μέλαν, ξανθόν λευκόν. πάλιν ὅμοιον λέγεται ὡς ἐπὶ τῆς εἰκόνος καὶ τοῦ παραδείγματος, οἷον ὡς ὅταν τὴν εἰκόνα Σωκράτους ὁμοίαν εἶναι λέγωμεν τῷ Σωκράτει. ἰστέον δὲ ὅτι παράδειγμα λέγεται τὸ ἀρχέτυπον καὶ οἱονεὶ πρὸς ὃ ἐγένετο ἡ εἰκών· οἷον παράδειγμα τῆς εἰκόνος Σωκράτους λέγομεν τὸν Σωκράτην· πρὸς γὰρ τοῦτον ἐγένετο ἡ εἰκὼν αὐτοῦ. κατὰ τοῦτο οὖν τὸ σημαινόμενον λέγομεν τὸν φιλόσοφον ὅμοιον τῷ θεῷ εἶναι· ὥσπερ γὰρ τὴν εἰκόνα Σωκράτους λέγομεν ὁμοίαν εἶναι τῷ Σωκράτει, εἰ καὶ ἄλλο ἐστὶν ἡ εἰκὼν τοῦ Σωκράτους καὶ ἄλλος ὁ Σωκράτης2 (ἡ μὲν γὰρ ἄψυχός ἐστιν, ὁ δὲ ἔμψυχος), κατὰ τοῦτο τὸ σημαινόμενον λέγομεν τὸν φιλόσοφον ὅμοιον εἶναι τῷ θεῷ, εἰ καὶ ἄλλη ἐστὶν ἡ οὐσία τοῦ θεοῦ καὶ ἄλλη τοῦ ἀνθρώπου· ὅτι γὰρ ὁ φιλόσοφος ὅμοιός ἐστι τῷ θεῷ, δῆλον ἐντεῦθεν· οἷς γὰρ τὸ θεῖον χαρακτηρίζεται, τούτοις καὶ ὁ τέλειος φιλόσοφος χαρακτηρίζεται· καὶ γὰρ τρισὶ τὸ θεῖον χαρακτηρίζεται, τῷ τε ἀγαθῷ καὶ τῷ γνωστικῷ καὶ τῷ δυνατῷ, καὶ ὁ τέλειος φιλόσοφος τοῖς αὐτοῖς χαρακτηρίζεται, φημὶ δὲ τῷ τε ἀγαθῷ καὶ τῷ γνωστικῷ καὶ τῷ δυνατῷ, καὶ τῷ μὲν ἀγαθῷ, ὅτι ὥσπερ τὸ θεῖον πάντων προνοεῖται, οὕτω καὶ ὁ τέλειος φιλόσοφος τῶν ἀτελῶν ψυχῶν προνοεῖται διὰ τῆς γνώσεως (καὶ γὰρ τὴν ἀτελῆ ψυχὴν ἤγουν τὴν ἀγνοοῦσαν ἐπὶ τὸ τέλειον μεταφέρει διὰ τῆς γνώσεως), τῷ δὲ γνωστικῷ, ὅτι ὥσπερ τὸ θεῖον πάντα γινώσκει, οὕτω καὶ ὁ τέλειος φιλόσοφος πάντα ἐπαγγέλλεται γινώσκειν, τῷ δὲ δυνατῷ, ὅτι ὥσπερ τὸ θεῖον ὅσα δύναται, καὶ βούλεται,3 οὕτω καὶ ὁ τέλειος φιλόσοφος ὅσα δύναται, καὶ βούλεται. ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες· πῶς φατε τὸν φιλόσοφον ὁμοιοῦσθαι τῷ θεῷ τῷ τε ἀγαθῷ καὶ τῷ γνωστικῷ καὶ τῷ δυνατῷ, εἴ γε κατὰ τὸν ποιητὴν οὔ ποτε φῦλον ὁμοῖον ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων;
柏拉图自此上溯至遥远的目的,不仅简单地溯至遥远的目的,更是溯至至远、无法再逾越其上而上溯的终极目的;因为他将哲学界说为“人在可能范围内对神的仿效”。实际上,在生活中难道还有什么目的比人变得同神相仿更为幸福、更为适合人类吗?但必须知道,有人主张哲学家既然终究是人,就不可能同神相仿,并且他们这样论证说:“神与人的本质是各异的,正如诗人所表明的:‘因为不死的神灵与在地上行走的凡人之种族绝不相似。’而凡是本质各异的事物,其完满性亦各异;例如人的本质是一回事,马的本质是另一回事,马相对于人而言完满性亦不相同。因此,假若神与人的本质是各异的,且凡本质各异者完满性亦各异,那么显而易见,神的完满性相对于人而言是不同的;因此,哲学并非对神的仿效。” 为了化解这一难题,让我们说明我们在此是在哪一种意义上谈论“相似”。不过首先让我们说明,“相似”是在多少种意义上被述说的。必须知道,“相似”是在四种意义上被述说的。也就是说,当同一种性质在整个物种中被观照时,被称为相似,正如当我们说所有的埃塞俄比亚人在黑色上相似,而所有的天鹅在白色上相似一样。其次,当同一种性质在不同的物种中依据程度的较多与较少被观照时,被称为相似,正如当我们说白胡椒和黑胡椒在热性上相似一样;因为二者皆是热的,但存在程度的较多与较少,黑胡椒较热,而白胡椒较不热。其次,当不同的、同时又是相同的诸性质在不同物种中被发现时,被称为相似,正如当我们说斑鸠和鸽子相似一样,因为正如斑鸠具有相异的性质(它具有黑、白、黄),鸽子同样具有相异且相同的性质;因为它也具有黑、黄、白。其次,正如在肖像与范本之间所说的那样被称为相似,例如当我们说苏格拉底的肖像是同苏格拉底相似的。但应当知道,原型,亦即可以说是画像所据以制作的对象,被称为范本;例如我们称苏格拉底为苏格拉底肖像的范本,因为他的肖像是参照他制作的。因此,正是在这一意义上,我们说哲学家同神相似;因为正如我们说苏格拉底的肖像是同苏格拉底相似的,即使苏格拉底的肖像是另一回事,而苏格拉底本人是另一个人(因为前者是无生命的,而后者是有生命的),正是在这一意义上,我们说哲学家同神相似,即使神的本质是一回事,人的本质是另一回事。因为哲学家同神相似,从下述事实显而易见:神性所依以被表征的特征,完全的哲学家同样依其被表征。因为神性是通过三点被表征的,即善、具认知性以及具能力,而完全的哲学家亦通过相同的事项被表征,我指的是善、具认知性以及具能力:就善而言,乃是因为正如神性对万物进行摄理,完全的哲学家亦通过知识对未完满的灵魂进行摄理(因为他通过知识将未完满的灵魂、即无知的灵魂引向完满);就具认知性而言,乃是因为正如神性认识万物,完全的哲学家亦自许认识万物;就具能力而言,乃是因为正如神性凡所能行者亦皆意愿,完全的哲学家凡所能行者亦皆意愿。关于这些就谈到这里。 然而有人提出疑难:倘若依照诗人的话,“不死的神灵与在地上行走的凡人之种族绝不相似”,你们怎么能说哲学家在善、具认知性以及具能力上同神相仿呢?
- 13.0οὗ ἐπέκεινα οὐκ ἔστιν ἀνελθεῖν
副词 ἐπέκεινα 用作介词,支配关系代词属格 οὗ(先行词为 τὸ πορρωτάτω[τέλος]),并接非人称动词 ἔστιν(即 ἔξεστιν)加不定词 ἀνελθεῖν,构成限定性关系从句(“无法再逾越其上而上溯”)。
- 13.0ἄλλο ἐστὶν ἡ εἰκὼν τοῦ Σωκράτους καὶ ἄλος ὁ Σωκράτης
表语代词依据主语的性与性质而形成的对置:对阴性名词 ἡ εἰκών 使用中性单数 ἄλλο,指代无生命的物体(“另一回事/别物”);对男性名词 ὁ Σωκράτης 使用阳性单数 ἄλλος,指代有生命的人格(“另一个人”)。
- 13.0ὅσα δύναται, καὶ βούλεται
关系从句 ὅσα δύναται(“凡其所能行者”)在主句中由连词/副词 καὶ 与动词 βούλεται 呼应(“亦皆意愿”),表达了神与哲学家在能力范围与意愿对象上的完全重合与一致。
