- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:37.26-39.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫阐明了《泰阿泰德篇》定义中“虔敬”与“正义”的差异,通过灵魂三分说与大宇宙、小宇宙的类比解释了正义的不可或缺性与统摄作用,并论述了科学德性的相互随伴性及其与自然德性、伦理德性的区别。
ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες· διὰ τί τὰ δύο πρόσκεινται, τοῦτ’ ἔστι τὸ ὅσιον καὶ τὸ δίκαιον; καί τινες ἐπιλυόμενοι λέγουσιν ὅτι τὸ ὅσιον ἐπίτασίς ἐστι τοῦ δικαίου, ὅθεν καὶ τοὺς πάνυ ὄντας ἀδίκους ἀνοσίους λέγομεν. κρεῖττον δέ ἐστιν εἰπεῖν ὅτι διαφέρει ὅσιον δικαίου·1 καὶ γὰρ δίκαιος μὲν λέγεται ὁ τὴν ἰσότητα τοῖς ὁμοειδέσι φυλάττων, ὅσιος δὲ ὁ περὶ τὰ θεῖα ἐσπουδακώς· ὅτι γὰρ διαφέρει τὸ ὅσιον τοῦ δικαίου, δηλοῖ ὁ Πλάτων ποιήσας 〈δύο〉 διαλόγους καὶ ἔν τινι μὲν αὐτῶν ἐπιγράψας “Περὶ δικαίου ἢ περὶ πολιτείας”, ἐν τινὶ δὲ αὐτῶν “Εὐθύφρων ἢ περὶ ὁσίου”, ἐν ᾧ περὶ τῶν θείων διαλαμβάνει. ταῦτα μὲν ἐν τούτοις. ἀποροῦσι δέ τινες λέγοντες· εἰ ἄρα τέσσαρές εἰσιν αἱ ἀρεταὶ τῆς ψυχῆς, ἀνδρία δικαιοσύνη σωφροσύνη φρόνησις, διὰ τί μιᾶς μόνης ἐνταῦθα ἐμνημόνευσε, φημὶ δὴ τῆς δικαιοσύνης; πρὸς οὓς ἔστιν εἰπεῖν ὅτι πρῶτον μὲν καὶ τῆς φρονήσεως ἐμνημόνευσεν· εἶπε γὰρ ‘τὸ ὅσιον καὶ δίκαιον γενέσθαι μετὰ φρονήσεως’. δεύτερον δέ, εἰ καὶ αὐτῆς ἐμνημόνευσε μόνης, οὐδὲν ἄτοπόν ἐστιν, ὡς δείξομεν· ἰστέον γὰρ ὅτι τριμεροῦς οὔσης τῆς ψυχῆς (ἔστι γὰρ λόγος θυμὸς καὶ ἐπιθυμία) τέσσαρές εἰσιν αἱ ἀρεταὶ τῆς ψυχῆς· ἔστι γὰρ ἀνδρία δικαιοσύνη σωφροσύνη φρόνησις. καὶ τοῦτο εἰκότως· δεῖ γὰρ ἕκαστον μέρος τῆς ψυχῆς ἰδίᾳ κεκοσμῆσθαι ἀρετῇ, ὅθεν ὁ μὲν λόγος τῇ φρονήσει κεκόσμηται, ὁ δὲ θυμὸς τῇ ἀνδρίᾳ, ἡ δὲ ἐπιθυμία τῇ σωφροσύνῃ. καὶ ἐπειδὴ οὐ μόνον δεῖ ἕκαστον τῶν μερῶν ἰδίᾳ κεκοσμῆσθαι ἀρετῇ ἀλλὰ καὶ τὴν πρὸς ἄλληλα ἁρμονίαν καὶ εὐταξίαν φυλάττειν δεῖ, τούτου χάριν ἡ δικαιοσύνη διὰ πάντων πεφοίτηκεν, ἵνα μὴ ἐν ἑνὶ μόνῳ μέρει ἀλλ’ ἐν πᾶσι θεωρουμένη τοῖς μέρεσιν ἁρμονίαν καὶ εὐταξίαν φυλάξῃ. καὶ ὥσπερ ἐν τῷ παντὶ ὁρῶμεν τὰ μὲν μόνως ἄρχοντα οἷον τὰ θεῖα, τὰ δὲ καὶ ἄρχοντα καὶ ἀρχόμενα οἷον τὰ ἀνθρώπεια (ταῦτα γὰρ καὶ ἄρχονται ἐκ τῶν θείων καὶ ἄρχουσι τῶν ἀλόγων ζῴων), τὰ δὲ μόνως ἀρχόμενα ὥσπερ τὰ ἄλογα ζῷα, τὸν αὐτὸν τρόπον καὶ ἐν τῷ ἀνθρώπῳ μικρῷ κόσμῳ ὄντι κατὰ τὸν Δημόκριτον ταῦτα θεωροῦνται, καὶ τὰ μὲν μόνως ἄρχουσιν2 ὥσπερ ὁ λόγος, τὰ δὲ καὶ ἄρχονται καὶ ἄρχουσιν ὥσπερ ὁ θυμός (ἄρχεται μὲν γὰρ οὗτος ἐκ τοῦ λόγου, ἄρχει δὲ τῆς ἐπιθυμίας), τὰ δὲ μόνως ἄρχονται ὥσπερ ἡ ἐπιθυμία. τούτων οὖν οὕτως ἐχόντων ἐπειδὴ ἡ δικαιοσύνη ὑπὲρ τὰς ἄλλας ἀρετάς ἐστιν ὥσπερ διὰ πάντων φοιτῶσα καὶ τὴν εὐταξίαν αὐτῶν φυλάττουσα, τούτου χάριν αὐτῆς ὡς ἀναγκαιοτάτης ἐμνήσθη. τρίτον δὲ τῆς δικαιοσύνης μνημονεύσας καὶ τὰς ἄλλας ἀρετὰς συμπεριέλαβε· καὶ γὰρ αἱ ἐπιστημονικαὶ ἀρεταὶ ἤγουν αἱ μετὰ λόγου ἀλλήλαις ἕπονται· καὶ γὰρ ὁ μετὰ λόγου ὢν σώφρων, τοῦτ’ ἔστιν ὁ γινώσκων διὰ τί ἐστι σώφρων, οἷον ὁ γινώσκων ὅτι δεῖ τινα εἶναι σώφρονα, ἐπειδὴ ἐκ τῆς ἀκολασίας ἀδικίαι καὶ πλεονεξίαι γίνονται, ὁ τοιοῦτος ἐξ ἀνάγκης καὶ ἀνδρεῖός ἐστι, διότι τὰ πάθη ὑποτάττει, ὁ τοιοῦτος δὲ καὶ φρόνιμός ἐστιν (οἶδε γὰρ τὴν αἰτίαν, δι’ ἣν δεῖ τινα εἶναι σώφρονα), ὁ τοιοῦτος δὲ καὶ δίκαιός ἐστι· καὶ γὰρ ἐκ τῶν σωματικῶν ἡδυπαθειῶν ἀδικίαι γίνονται. πρόσκειται δὲ ‘αἱ ἐπιστημονικαὶ ἀρεταί’ διὰ τὰς φυσικάς· φυσικαὶ δέ εἰσιν αἱ ἀπὸ κράσεως οὖσαι· αὗται γὰρ οὐχ ἕπονται ἀλλήλαις· καὶ γὰρ ὁ ἀπὸ κράσεως ὢν σώφρων οὐ πάντως ἐστὶ καὶ ἀνδρεῖος ἢ φρόνιμος ἢ δίκαιος· αὗται γὰρ καὶ ἀνδραποδώδεις καὶ ἄλογοι καλοῦνται, καὶ ἀνδραποδώδεις μέν, διότι ἐξ ἀνάγκης ταῖς κράσεσιν ἕπονται· καὶ γὰρ ὁ ψυχροτέρας ὢν κράσεως ἐξ ἀνάγκης ἐστὶ σώφρων. ἄλογοι δὲ καλοῦνται, ἢ ἐπειδὴ ὁ ἐκ κράσεως ὢν σώφρων οὐ πάντως μετὰ λόγου ἐστὶ σώφρων (οὐδὲ γὰρ πάντως γινώσκει τὴν αἰτίαν, δι’ ἣν δεῖ τινα εἶναι σώφρονα), ἢ ἄλογοι λέγονται, ἐπειδὴ καὶ ἐν τοῖς ἀλόγοις ζῴοις θεωροῦνται, ὥσπερ ἡ μὲν τρυγὼν ἐκ φύσεώς ἐστι σώφρων ἡ δὲ ἀλώπηξ φρόνιμος ὁ δὲ λέων ἀνδρεῖος ὁ δὲ πελαργὸς δίκαιος· καὶ γὰρ οὗτος γηράσαντα τὸν πατέρα γηροτροφεῖ. ἢ καὶ πάλιν ‘ἐπιστημονικαί’ πρόσκειται διὰ τὰς ἠθικὰς ἀρετάς· ἠθικαὶ δέ εἰσιν αἱ ἀπὸ παραδόσεώς τινος καὶ παραγγελίας οὖσαι, οἷον ὡς ὅταν τις ἀπὸ παραδόσεως ἢ παραγγελίας τινός ἐστι σώφρων. αὗται δὲ οὐχ ἕπονται ἀλλήλαις· καὶ γὰρ ἐνδέχεταί τινα εἶναι σώφρονα ἀπὸ παραδόσεως καὶ μὴ εἶναι φρόνιμον. ἐν οἷς ἡ πρᾶξις.3
关于这些就谈到这里。然而有人提出疑难说:为何附加了这两者,即“虔敬”与“正当”?有人解答说,虔敬是正当的强化,故而我们亦称极其不正当之人为不敬者。但更好的说法是:虔敬不同于正当;因为正当者乃是指对同类者恪守平等之人,而虔敬者乃是指对神圣事物热心关注之人。柏拉图通过撰写[两篇]对话录,并将其中一篇题为《论正义,或论国家》,另一篇题为《尤苏弗罗篇,或论虔敬》(他在其中探讨神圣事物),清楚表明了虔敬不同于正当。关于这些就谈到这里。又有人提出疑难说:假若灵魂的德性有四种,即勇敢、正义、节制、明智,为何他在此仅提及其中一种,我指的正义?对此可以回答说,第一,他亦提及了明智;因为他说了“伴随着明智成为虔敬与正义的”。第二,即便他仅提及了正义,亦毫无不合理之处,正如我们将要表明的。因为应当知晓,虽然灵魂分为三个部分(即有理性、激情与欲望),灵魂的德性却有四种:即勇敢、正义、节制、明智。这是合乎情理的;因为灵魂的每个部分皆应当由其特有的德性所润饰,故而理性由明智润饰,激情由勇敢润饰,欲望由节制润饰。既然各个部分不仅应当各自单独由德性润饰,而且还应当保持相互间的和谐与良好秩序,正是为此缘故,正义贯通于全体之中,以便它不仅在单一的部分中、而是在所有部分中被考察时,能保持和谐与良好秩序。正如我们在宇宙中看到有些事物仅行统治,例如神圣事物;有些事物既行统治又受统治,例如人类事物(因为人类既受神圣事物统治,又统治无理性的动物);有些事物仅受统治,正如无理性的动物;同样,在依德谟克利特而言作为小宇宙的人之中,这些亦受到考察:有些仅行统治,正如理性;有些既受统治又行统治,正如激情(因为激情受理性统治,却统治欲望);有些仅受统治,正如欲望。因此,既然这些情况如此,正义超越其他德性,仿佛贯通于全体并保持它们的良好秩序,正是为此缘故,他将正义作为最不可或缺者加以提及。第三,提及正义亦兼收了其他德性;因为科学的德性,即伴随理性的德性,是相互随伴的。因为凡伴随理性而节制的人,即知晓自身为何节制的人,例如知晓人应当节制乃是因为不正义与贪欲生自放荡,这样的人必然亦是勇敢的,因为他降伏了诸激情;这样的人亦是明智的(因为他知晓人应当节制的原因);这样的人亦是正义的(因为不正义正生自肉体的享乐放纵)。附加“科学的德性”,乃是因自然德性的缘故;自然德性是指源自气质的德性,因为这些德性并不相互随伴。源自气质而节制的人,绝非必定亦是勇敢、明智或正义的;这些德性亦被称为奴隶式的和无理性的。被称为奴隶式的,是因为它们必然随伴着气质;因为拥有较寒凉气质的人必然是节制的。而被称为无理性的,或是因为源自气质而节制的人绝非必定伴随理性而节制(因为他绝非必定知晓人应当节制的原因),或是因为它们亦在无理性的动物中受到考察,正如斑鸠生性节制,狐狸精明,狮子勇敢,鹳鸟正义(因为鹳鸟赡养年老的父亲)。或者,“科学的”之附加亦是因伦理德性的缘故;伦理德性是指源自某种传承与告诫的德性,诸如当某人出于传承或告诫而是节制的时候。然而这些德性并不相互随伴;因为某人完全可能出于传承是节制的,却并非明智的。本讲至此结束。
- 13.0διαφέρει ὅσιον δικαίου
名词 ὅσιον 为无冠词的主格,充当主语;δικαίου 为动词 διαφέρει 所支配的分离/比较属格。二者的对照简明地表明了虔敬与正当在概念上的相异。
- 13.0τὰ μὲν μόνως ἄρχουσιν ὥσπερ ὁ λόγος, τὰ δὲ καὶ ἄρχονται καὶ ἄρχουσιν
中性复数主语 τὰ μέν ... τὰ δέ 接复数动词(ἄρχουσιν, ἄρχονται),突破了中性复数主语接单数动词的一般规则。这一复数配合凸显了构成小宇宙的各个官能(理性、激情、欲望)的个体性及其各自的动态活动。
- 13.0ἐν οἷς ἡ πρᾶξις
标明讲次(πρᾶξις)结束的程式化结语,省略了系动词 ἐστί 或 τελειοῦται 等。关系词短语 ἐν οἷς(“在这些之中”/“以此”)指代此前论述的全部内容。
