- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:29.13-30.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫阐释了源自《斐多篇》的第三个哲学界说,即“哲学是死亡的练习”,将“赴死”对应于使激情死灭的实践哲学,将“处于死亡状态”对应于纯洁灵魂的沉思哲学,并针对该界说是否倡导自杀的疑难,列举了反对自杀的四个论据以清理反驳的前提。
Τρίτος ὅρος ἐστὶν ὁ ἀπὸ τοῦ προσεχοῦς τέλους ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ μελέτη θανάτου’· οὕτω γὰρ ὁρίζεται αὐτὴν ὁ Πλάτων ἐν τῷ Φαίδωνι, δι’ ὧν φησι ‘κινδυνεύουσι γὰρ ὅσοι τυγχάνουσιν ὀρθῶς ἁπτόμενοι φιλοσοφίας λεληθέναι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους μηδὲν ἕτερον μελετῶντες ἢ θνήσκειν τε καὶ τεθνάναι’.1 καλῶς δὲ τὰ δύο πρόσκεινται, τὸ θνήσκειν τε καὶ τεθνάναι· διὰ μὲν γὰρ τοῦ θνήσκειν τὸ πρακτικὸν ἐδηλώθη· ὁ γὰρ φιλόσοφος ἐν τῷ τελευτᾶν τὸ πρακτικὸν ἔχει· τότε γὰρ νέκρωσιν ἀπεργάζεται τῶν παθῶν. διὰ δὲ τοῦ τεθνάναι τὸ θεωρητικὸν ἐδηλώθη· τὸ γὰρ τεθνάναι παρελθοῦσαν ἔχει τὴν σημασίαν, ὁ δὲ φιλόσοφος μετὰ τὸ τεθνάναι ἐστὶ θεωρητικός· μετὰ γὰρ τὸ νεκρῶσαι τὰ πάθη καὶ καθαρθῆναι τὴν ψυχὴν2 πρὸς θεωρίαν ἀνατείνεται καὶ ἄρχεται θεολογεῖν· εἰ μὴ γὰρ νέκρωσιν τῶν παθῶν ἀπεργάσηται καὶ καθαρθῇ τὴν ψυχήν, οὐ δύναται θεολογῆσαι· κατὰ γὰρ τὸν Πλάτωνα ‘τὸ μὴ καθαρὸν καθαροῦ ἐφάπτεσθαι οὐχὶ θεμιτόν’. ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες πρὸς τὸν Πλάτωνα λέγοντα τὴν φιλοσοφίαν μελέτην θανάτου λέγοντες· τί φής, ὦ Πλάτων; ὁ φιλόσοφος ἐξάγει ἤγουν ἀναιρεῖ ἑαυτὸν καὶ τυραννίδα μελετᾷ κατὰ τοῦ δημιουργοῦ βουλόμενος λῦσαι τὸν δεσμὸν ὃν ἐκεῖνος ἔδησεν, φημὶ δὲ τὸν τῆς ψυχῆς καὶ τοῦ σώματος; ὅτι γὰρ οὐ δεῖ τινα ἑαυτὸν ἐξάγειν ἤγουν ἀναιρεῖν, δείκνυται διὰ πολλῶν ἐπιχειρημάτων, πρῶτον μὲν ἐξ αὐτοῦ τοῦ Πλάτωνος· καὶ γὰρ αὐτὸς ὁ Πλάτων ἐν τῷ αὐτῷ διαλόγῳ φησὶν ὅτι ‘ὡς ἄρα ἔν τινι φρουρᾷ ἐσμεν καὶ οὐ δεῖ ταύτης ἑαυτὸν ἐξάγειν καὶ διαδιδράσκειν’. δεύτερον δὲ εἰ ἄρα ὁ φιλόσοφος ὅμοιος τῷ θεῷ ἐστιν, ὡς ἐδείξαμεν ἀνωτέρω δείξαντες αὐτὸν διὰ τῶν αὐτῶν χαρακτηριζόμενον δι’ ὧνπερ καὶ τὸ θεῖον, ὁ δὲ ὅμοιος τῷ θεῷ οὐκ ἐξάγει ἤγουν οὐκ ἀναιρεῖ ἑαυτόν, δῆλον ὅτι οὐδὲ ὁ φιλόσοφος ἀναιρεῖ ἑαυτόν, κἂν μελετᾷ τὸν θάνατον· ὅτι γὰρ ὁ ὅμοιος τῷ θεῷ οὐκ ἀναιρεῖ ἑαυτόν, δῆλον, εἴ γε ὁ ἀναιρῶν ἑαυτὸν οὐ μόνον οὐκ ἔστιν ὅμοιος τῷ θεῷ ἀλλὰ καὶ ἐναντίος αὐτῷ ἐστι βουλόμενος λῦσαι τὸν δεσμὸν ὃν ἐκεῖνος ἔδησε, τοῦτ’ ἔστι διαχωρίσαι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος. τρίτον δὲ τὸ θεῖον οὐδέποτε ἑαυτὸ χωρίζει ἐκ τοῦ δευτερεύοντος, λέγω δὴ τοῦ ἀνθρώπου, ἀλλὰ παρὰ τὴν ἀνεπιτηδειότητα τοῦ ἀνθρώπου δοκεῖ ἑαυτὸ χωρίζειν ἐξ αὐτοῦ· οἷόν τί ἐστι τὸ λεγόμενον· ὥσπερ τὸ ἡλιακὸν φῶς πάντας ἐξ ἴσου φωτίζει, ἀλλὰ παρὰ τὴν ἀνεπιτηδειότητα τοῦ ὀργάνου δοκεῖ τοὺς μὲν μᾶλλον φωτίζειν τοὺς δὲ ἧττον (εὑρίσκονται γὰρ τινὲς μὲν ἔχοντες καλοὺς ὀφθαλμοὺς τινὲς δὲ ἀσθενεῖς, καὶ ἐκ τούτου οἱ μὲν νομίζουσι τὸν ἥλιον λαμπρότερον εἶναι οἱ δὲ ἀμαυρότερον), τὸν αὐτὸν τρόπον καὶ τὸ θεῖον οὐδέποτε χωρίζει ἑαυτὸ ἐκ τοῦ ἀνθρώπου ἀλλὰ πάντων ἐξ ἴσου προνοεῖται, παρὰ δὲ τὴν ἀσθένειαν τοῦ δεχομένου δοκεῖ ἑαυτὸ χωρίζειν ἐξ ἐκείνου· καὶ γὰρ ὁ κακὸς ἄνθρωπος ἑαυτὸν χωρίζει ἐκ τοῦ θείου. οὕτως οὖν καὶ ὁ φιλόσοφος οὐκ ὤφειλε μελετῆσαι θάνατον καὶ χωρίσαι τὴν ψυχὴν ἐκ τοῦ δευτερεύοντος,3 φημὶ δὴ ἀπὸ τοῦ σώματος· καὶ γὰρ τὸ σῶμα φθαρτὸν ὂν χεῖρόν ἐστι τῆς ψυχῆς ἀθανάτου οὔσης. τέταρτον δὲ εἰ ἄρα ἡ ἀρετὴ μεγίστη εὐδαιμονία ἐστί, χῶρος δὲ τῶν ἀρετῶν ἐστιν ἡ φιλοσοφία (διὰ γὰρ τῆς φιλοσοφίας τὰς ἀρετὰς προσκτώμεθα), ὁ δὲ εὐδαίμων καὶ ὁ κατ’ ἀρετὴν ζῶν οὐκ ἀνιᾶται οὔτε ἐπὶ ταῖς σωματικαῖς συμφοραῖς οὔτε ἐπὶ τοῖς ἐκτὸς ἤγουν τοῖς χρήμασιν, ὁ δὲ μὴ ἀνιώμενος μήτε ἐπὶ ταῖς σωματικαῖς συμφοραῖς μήτε ἐπὶ τοῖς ἐκτὸς ἑαυτὸν οὐκ ἀναιρεῖ, δῆλον ὅτι καὶ ὁ φιλόσοφος ὡς κατ’ ἀρετὴν ζῶν ἑαυτὸν οὐκ ἀναιρεῖ, 〈οὐκ ἀνιώμενος〉 οὔτε ἐπὶ ταῖς σωματικαῖς συμφοραῖς οὔτε ἐπὶ τοῖς ἐκτός, ἐπεὶ οἱ ἀνιώμενοι ἐπὶ ταῖς σωματικαῖς συμφοραῖς καὶ ἐπὶ τοῖς ἐκτὸς ἀκούσονται τοῦ ἐκ τοῦ Ἱπποκράτους λεγομένου· ἐπ’ ἀλλοτρίαις γὰρ συμφοραῖς ἰδίας καρποῦνται λύπας.
第三个界说是来自切近目的的界说,即说“哲学是关于死亡的练习”。因为柏拉图在《斐多篇》中正是这样界定哲学的,他说道:“凡是真正触及哲学的人,似乎在自身与他人都不曾察觉的情况下,未曾练习过别的任何事,而只是练习赴死与处于死亡状态。”并且,“赴死”与“处于死亡状态”这两者被附加在一起是极为恰当的;因为通过“赴死”表明了实践的方面;因为哲学家在迈向终局中具有实践的方面,因为那时他造成了激情的死灭。而通过“处于死亡状态”则表明了沉思的方面;因为“处于死亡状态”具有过去(已完成)的含义,而哲学家是在处于死亡状态之后才是沉思性的;因为在使激情死灭并且灵魂获得净化之后,他才伸展向沉思,并开始论述神学;因为若不造成激情的死灭并且灵魂获得净化,他便不能论述神学;因为照柏拉图所言,“非洁净者触碰洁净者乃是不被允许的”。关于这些就说到这里。 然而有些人针对称哲学为死亡之练习的柏拉图提出疑难说:“柏拉图啊,你在说什么?难道哲学家是将自己引渡出去即自杀,并且练习对抗造物主的僭政,妄图解开他所绑定的纽带,也就是灵魂与肉体的纽带吗?”因为一个人不应当将自己引渡出去即自杀,乃是通过许多论证得到证明的:首先是从柏拉图自身出发;因为柏拉图自己在同一篇对话中就说“我们其实处于某种卫所(监牢)之中,不应当将自己从中引渡出去并逃跑”。其次,如果哲学家相似于神——正如我们在前面通过表明他具有与神性事物相同的特征所证明的那样——而相似于神的人不会将自己引渡出去即不会自杀,那么显而易见,哲学家即便练习死亡,也绝不自杀;因为相似于神的人不自杀是显而易见的,既然自杀的人不仅不相似于神,反而与神相反,妄图解开神所绑定的纽带,也就是说将灵魂与身体分离开来。第三,神圣之物绝不将自身与次等者即人分离开来,而是由于人的不适宜性,才显得将自身与他分离。所言之事正如这样的情形:如同日光同样地照亮所有人,然而由于器官的不适宜性,似乎照亮某些人多一些,而照亮另一些人少一些(因为发现有些人拥有完好的眼睛,有些人则视力衰弱,因此前者认为太阳更明亮,后者认为更昏暗);以同样的方式,神圣之物也绝不将自身与人分离开来,而是对所有人施行平等的眷顾(护佑),然而由于接受者的软弱,才显得将自身与那人分离;因为确实是恶人将自身与神圣之物分离开来。因此以同样的方式,哲学家本也不应当练习死亡并将灵魂与次等者即身体分离开来;因为身体既然是可毁灭的,就比不朽的灵魂更为低下。第四,如果美德是最大的幸福,而美德的居所是哲学(因为通过哲学我们才获得诸美德),且幸福的人和按照美德生活的人既不因身体上的不幸而痛苦,也不因外在的事物即财富而痛苦,而既不因身体上的不幸也不因外在的事物而痛苦的人绝不会自杀,那么显而易见,哲学家作为按照美德生活的人也绝不自杀,[既不因]身体上的不幸[也不因]外在的事物而痛苦;因为那些因身体上的不幸和外在的事物而痛苦的人,将会听到来自希波克拉底的格言:“在别人的不幸中收获自己的痛苦。”
- 11.0κινδυνεύουσι γὰρ ὅσοι τυγχάνουσιν ὀρθῶς ἁπτόμενοι φιλοσοφίας λεληθέναι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους μηδὲν ἕτερον μελετῶντες ἢ θνήσκειν τε καὶ τεθνάναι
引自柏拉图《斐多篇》64a。此处采用了 λανθάνω(此处为完成时不定式 λεληθέναι)加分词的惯用句式。分词 μελετῶντες 采用主格以呼应主语 ὅσοι,而宾格 σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους 则作为 λεληθέναι 的直接宾语(“未曾被自身亦未曾被他人发觉”)。句子的核心骨架为:他们在未被自身与他人发觉的情况下,未曾练习过别的任何事,只练习赴死与处于死亡状态。
- 11.0καθαρθῆναι τὴν ψυχὴν
被动语态不定式 καθαρθῆναι(以及后文的虚拟式 καθαρθῇ)所附带的宾格 τὴν ψυχήν 属于“关系宾格”(或称“限制/方面宾格”),表示“在灵魂方面获得净化”之意。
- 11.0οὐκ ὤφειλε μελετῆσαι θάνατον καὶ χωρίσαι τὴν ψυχὴν ἐκ τοῦ δευτερεύοντος
未完成过去时 ὤφειλε 搭配不定式表示与过去事实相反的义务或责任(“本不应当……”)。提出疑难的反驳者在此运用该句式来推导出一个荒谬结论:若哲学是肉体意义上的死亡练习,哲学家本不应当练习死亡并将灵魂从次等者中分离出来(然而这一界说似乎导致了他去分离)。
