- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:28.6-29.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫化解了关于第一个界说(“关于存在物就其作为存在物而言的知识”)中非存在与本性认识的疑难,随后提出第二个界说(“关于神圣与人类事务的知识”),回应了对其涵盖范围的诘难,并比较了两个界说的优缺点。
ἵνα οὖν δηλώσῃ ὅτι πάντων τῶν ὄντων ἐστὶ γνῶσις ἡ φιλοσοφία καὶ οὐ τινῶν ὄντων, τούτου χάριν εἶπε μετὰ τοῦ ἄρθρου. πάλιν ἀποροῦσι λέγοντες· διὰ τί εἶπε ‘γνῶσις τῶν ὄντων’ καὶ οὐκ εἶπε ‘καὶ τῶν μὴ ὄντων’; καὶ ἔστιν εἰπεῖν ὅτι πρῶτον μὲν μὴ ὄντων οὐκ ἔστι γνῶσις (οὐδεὶς γὰρ τὰ μὴ ὄντα δύναται γνῶναι· ἡ γὰρ γνῶσις τῶν ὄντων ἐστί), δεύτερον δὲ εἰ καὶ δῶμεν τῶν μὴ ὄντων εἶναι γνῶσιν,1 διὰ τοῦ εἰπεῖν ‘γνῶσις τῶν ὄντων’ συμπεριέλαβε καὶ τὰ ἀντικείμενα, λέγω δὴ τὰ μὴ ὄντα· καὶ γὰρ ὁ γινώσκων τὸ ἓν τῶν ἀντικειμένων καὶ τὸ ἕτερον τῶν ἀντικειμένων γινώσκει· οἷον ὁ γινώσκων ὅτι τὸ λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως οἶδεν ὅτι τὸ μέλαν χρῶμα συγκριτικὸν ὄψεώς ἐστι. ταῦτα μὲν ἐν τούτοις. ἰστέον δὲ ὅτι ‘ᾗ ὄντα ἐστὶ’ προσέθηκεν, ἵνα δηλώσῃ πῶς γινώσκει ἡ φιλοσοφία τὰ ὄντα, τοῦτ’ ἔστιν ὅτι οὐ γινώσκει αὐτὰ κατὰ τὸ ποσόν· οὐ γὰρ γινώσκει τὸ πόσοι ἄνθρωποί εἰσιν ἢ ἵπποι ἢ ἀστέρες, ἀλλὰ τὴν φύσιν αὐτῶν γινώσκει. τοῦτο οὖν βούλεται δηλοῦν τὸ ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί’, τοῦτ’ ἔστι καθὸ ὑπάρχουσι καὶ ὅπως ἔχουσι φύσεως·2 οὕτω γὰρ γινώσκει αὐτά, ὡς ἔχουσι φύσεως. Ταῦτα μὲν ἡ σαφήνεια τοῦ πρώτου ὅρου τοῦ λέγοντος ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστίν’. ἔλθωμεν δὲ καὶ ἐπὶ τὸν δεύτερον ὅρον καὶ τοῦτον σαφηνίσωμεν. ἰστέον ὅτι δεύτερος ὅρος τῆς φιλοσοφίας ἐστὶν ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’. καὶ δεῖ γινώσκειν ὅτι ἡ μὲν γνῶσις ἀντὶ γένους εἴληπται, αἱ δὲ λοιπαὶ λέξεις ἀντὶ συστατικῶν διαφορῶν· καὶ γὰρ ἡ φιλοσοφία περὶ τὰ θεῖα καὶ ἀνθρώπινα πράγματα καταγίνεται καὶ οὔτε τῶν θείων καταφρονεῖ διὰ τὸ καταγίνεσθαι περὶ τὰ ἀνθρώπινα οὔτε τῶν ἀνθρωπίνων ἀμελεῖ διὰ τὸ καταγίνεσθαι περὶ τὰ θεῖα, ἀλλὰ τῶν μὲν θείων ἐφίεται ὡς μαθητιῶσα τὰ δὲ ἀνθρώπινα κοσμεῖ ἐπὶ τὸ τέλειον αὐτὰ ἀνάγουσα. ἀποροῦσι δέ τινες λέγοντες· πῶς φατε τὴν φιλοσοφίαν γνῶσιν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων εἶναι, εἴ γε οὐ μόνον περὶ τὰ θεῖα καὶ ἀνθρώπινα πράγματα καταγίνεται ἀλλὰ καὶ περὶ ἄλλα τινά· διαλαμβάνει γὰρ περὶ οὐρανοῦ, ὅσπερ οὐκ ἔστι θεός, καὶ πάλιν Περὶ ζῴων ὁ Ἀριστοτέλης διαλαμβάνει, ἐν ᾧ οὐ μόνον περὶ ἀνθρώπων ἔγραψεν ἀλλὰ καὶ περὶ ἄλλων ζῴων, καὶ πάλιν περὶ φυτῶν, ἅπερ οὔτε θεός ἐστιν οὔτε ἄνθρωπος. ἔστιν οὖν εἰπεῖν ὅτι ἐπειδὴ τῶν ὄντων τὰ μὲν ἀίδιά εἰσι τὰ δὲ φθαρτά, καὶ ἐν μὲν τοῖς ἀιδίοις τιμιώτερά εἰσι τὰ θεῖα ἐν δὲ τοῖς φθαρτοῖς τὰ ἀνθρώπινα, τούτου χάριν ἐμνημόνευσε τούτων μόνων ὡς τιμιωτέρων. ἰστέον δὲ ὅτι ἑκάτερος τῶν ῥηθέντων ὅρων καὶ νικᾷ τὸν ἕτερον καὶ νικᾶται ὑπὸ τοῦ ἑτέρου· καὶ γὰρ ὁ μὲν πρῶτος ὅρος νικᾷ τὸν δεύτερον τῇ ἀκριβείᾳ· ἐδήλωσε γὰρ πῶς γινώσκει τὰ ὄντα ἡ φιλοσοφία διὰ τῆς προσθήκης ‘ᾗ ὄντα ἐστίν’. ὁ δὲ δεύτερος ὅρος νικᾷ τὸν πρῶτον τῇ σαφηνείᾳ· διὰ γὰρ τοῦ εἰπεῖν ‘γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’ ἐδήλωσε περὶ ποῖα ὄντα καταγίνεται ἡ φιλοσοφία. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις.
因此,为了指明哲学是关于一切存在物的知识,而非关于某些存在物的知识,出于这个缘故他带冠词说了出来。他们又提出疑难说:“为何他说‘关于存在物的知识’,而没有说‘以及关于非存在物的’?”可以回答说:第一,根本没有关于非存在物的知识(因为没有人能够认识非存在物;知识确实是关于存在物的);第二,即便我们承认存在关于非存在物的知识,通过说“关于存在物的知识”,他也将对立面即非存在物包含在内了;因为认识对立面中之一者的人,也认识对立面中的另一者;正如知道白色是离析视线的颜色的人,也知道黑色是聚合视线的颜色一样。关于这些就说到这里。并且应当知道,他加上“就其作为存在物而言”,是为了指明哲学如何认识存在物,也就是说它并非按照数量来认识它们;因为它并不认识有多少个人、马或星辰,而是认识它们的本性。因此,“哲学是关于存在物就其作为存在物而言的知识”这一命题所欲指明的正是这一点,即就它们如何存在以及在天然本性方面如何而言[来认识它们];因为它正是按照它们在天然本性方面的状态来认识它们的。 以上就是关于说“哲学是关于存在物就其作为存在物而言的知识”这第一个界说的阐释。现在让我们进入第二个界说并对此加以阐释。应当知道,哲学的第二个界说是说“哲学是关于神圣与人类事务的知识”。并且必须认识到,“知识”是用来代替属的,而其余词语则是用来代替构成性种差的;因为哲学确实致力于神圣与人类事务,既不因致力于人类事务而蔑视神圣事务,也不因致力于神圣事务而忽视人类事务,而是作为好学者渴求神圣事务,同时整理人类事务,将它们引向圆满。然而有些人提出疑难说:“既然哲学并非只致力于神圣与人类事务,而且还致力于某些其他事物,你们怎么能说哲学是关于神圣与人类事务的知识呢?因为哲学探讨苍穹,而苍穹并非神;亚里士多德又在《动物志》中进行探讨,在其中他不仅写了关于人的内容,也写了关于其他动物的内容;此外又探讨植物,而植物既非神亦非人。”因此可以说,由于在存在物中,一部分是永恒的,另一部分是可毁灭的,而在永恒者中神圣之物更为尊贵,在可毁灭者中人类之物更为尊贵,出于这个缘故,他只提及了这二者,因其更为尊贵。并且应当知道,上述界说中的每一个既战胜另一者,又被另一者所战胜;因为第一个界说在严密性上胜过第二个界说:它通过增补“就其作为存在物而言”指明了哲学如何认识存在物。而第二个界说在明晰性上胜过第一个界说:因为它通过说“关于神圣与人类事务的知识”,指明了哲学致力于何种存在物。伴随神意,本讲亦在此告终。
- 10.0εἰ καὶ δῶμεν τῶν μὴ ὄντων εἶναι γνῶσιν
让步条件从句,由 εἰ καί 接第二不定过去时虚拟式 δῶμεν(源自 δίδωμι),意为“即便我们承认(假定)存在关于非存在物的知识”。古典希腊语中 εἰ καί 通常接直陈式或祈愿式,但在后古典希腊语中接虚拟式表示让步假设十分常见。
- 10.0ὅπως ἔχουσι φύσεως
由 ἔχω 搭配方式副词(ὅπως)并结合表示关联或状态的属格(φύσεως)构成的句式,意为“在天然本性方面如何”或“处于何种本性状态”。其后的 ὡς ἔχουσι φύσεως 亦为完全相同的句法构造。
