← 无敌的戴维

哲学导论

§30.30-32.9

生与死之四分与死亡练习定义的补充

大卫通过将生与死分别划分为“自然的”与“选择的”(基于美德或激情的)四重状态,解决了柏拉图关于“死亡的练习”与禁止自杀之间的表面矛盾,并通过将界说补充为“在生命体得以保全的情况下的死亡之练习”以避免克勒翁布罗托式的误解,结束了本讲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.0#2

ἄλλως τε δὲ τοῦτο δηλοῖ καὶ ὁ Πλωτῖνος, τοῦτ’ ἔστιν ὅτι ὁ κατ’ ἀρετὴν ζῶν οὐκ ἀνιᾶται οὔτε ἐπὶ ταῖς σωματικαῖς συμφοραῖς οὔτε ἐπὶ τοῖς ἐκτός· καὶ γὰρ οὗτος ἐρωτηθεὶς ἔκ τινος ὅτι ὁ ἐν τῇ ζωῇ Πριαμικαῖς περιπεσὼν συμφοραῖς καὶ Ἰλιάδα κακῶν περιβεβλημένος καὶ μετὰ τελευτὴν ἐρριμμένος ἄταφος εὐδαίμων ἐστὶν ἢ οὔ;’ ἀπεκρίνατο λέγων ‘ἄπαγε τῆς μικρολογίας·1 οὐ γὰρ ἀφαιρεῖταί τις ψυχικὴν ἀρετήν’. Τούτου οὖν οὕτως ἔχοντος τί ἔχομεν εἰπεῖν περὶ τοῦ Πλάτωνος πῇ μὲν λέγοντος ὅτι δεῖ μελετᾶν τὸν θάνατον, πῇ δὲ λέγοντος ὅτι οὐ δεῖ τινα ἑαυτὸν ἀναιρεῖν; ἆρα ἐναντιοῦται ἑαυτῷ ἢ οὔ; καὶ ἔστιν εἰπεῖν ὅτι οὐκ ἐναντιοῦται ἑαυτῷ. ἀλλ’ ἵνα δείξωμεν ὅτι οὐκ ἐναντιοῦται ἑαυτῷ, εἴπωμεν ὀλίγα τινά. ἰστέον ὅτι ἡ ζωὴ ἀντίκειται τῷ θανάτῳ· ἡ μὲν γὰρ ζωὴ ἕξις ἐστὶ καὶ αἰτία τοῦ εἶναι ἡμᾶς, ὁ δὲ θάνατος στέρησις. καὶ τούτων ἑκάτερον διττόν ἐστιν· καὶ γὰρ ἡ ζωὴ διττή ἐστιν· ἔστι γὰρ φυσική, ἔστι καὶ προαἱρετική. καὶ φυσικὴ μὲν ζωή ἐστι συνάφεια τῆς ψυχῆς καὶ τοῦ σώματος, καθ’ ἣν χορηγεῖ τῷ σώματι ἡ ψυχὴ αἴσθησιν καὶ κίνησιν, καθ’ ἣν ἅπαντες ζῶμεν, καθ’ ἣν τὸ σῶμα δεσμεῖ τὴν ψυχήν, ὅθεν καὶ δέμας λέγεται οἱονεὶ δεσμὸς τῆς ψυχῆς, ὅθεν καὶ σῶμα λέγεται οἱονεὶ σῆμα καὶ τάφος τῆς ψυχῆς. προαιρετικὴ δὲ ζωή ἐστιν, ἡνίκα τὸ χεῖρον νικᾷ τὸ κρεῖττον, τοῦτ’ ἔστιν ὡς ὅταν ἡ ψυχὴ νικᾶται ἐκ τῶν σωματικῶν ἡδυπαθειῶν, ἥτις ζωὴ καὶ ἀκόλαστός ἐστι, τοῦτ’ ἔστιν οὐ σώφρων. φυσικὸς δὲ θάνατός ἐστιν ὁ διαχωρισμὸς τῆς ψυχῆς ἐκ τοῦ σώματος, καθ’ ὃν ἅπαντες τελευτῶμεν. προαιρετικὸς δὲ θάνατός ἐστιν ἡ κατ’ ἀρετὴν ζωή, τοῦτ’ ἔστιν ὡς ὅταν τοῦ ζῴου σωζομένου2 μελέτη γίνηται τοῦ θανάτου διὰ τοῦ νέκρωσιν ἀπεργάζεσθαι τῶν παθῶν. τούτων οὖν οὕτως ἐχόντων τέσσαρά τινα ἐκ τούτων συνάγονται· τὸ εἶναι, τὸ μὴ εἶναι, τὸ εὖ εἶναι, τὸ κακῶς εἶναι. καὶ εἶναι μέν ἐστιν ἡ φυσικὴ ζωή, μὴ εἶναι δὲ ὁ φυσικὸς θάνατος, εὖ εἶναι δὲ ὁ προαιρετικὸς θάνατος, κακῶς δὲ εἶναι ἡ προαιρετικὴ ζωή. ἡνίκα οὖν ὁ Πλάτων λέγει ὡς δεῖ μελετᾶν τὸν θάνατον, τὸν προαιρετικὸν θάνατον δεῖ νοεῖν, τοῦτ’ ἔστι τὸν κατ’ ἀρετὴν θάνατον, ἤγουν τὴν νέκρωσιν τῶν παθῶν. ἡνίκα δὲ λέγει ὅτι οὐ δεῖ τινα ἑαυτὸν ἀναιρεῖν, τὸν φυσικὸν θάνατον δεῖ νοεῖν, καθ’ ὃν ἅπαντες τελευτῶμεν. ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι Κλεόμβροτός τις νομίζων ὅτι ὁ Πλάτων τὸν φυσικὸν θάνατον λέγει τὸν φιλόσοφον μελετᾶν, ῥίψας ἑαυτὸν ἐκ τοῦ τείχους ἐτελεύτησε. περὶ οὗ φησιν ὁ Καλλίμαχος οὕτως· Εἴπας “Ἥλιε, χαῖρε’ Κλεόμβροτος Ἀμβρακιώτης ἥλατ’ ἀφ’ ὑψηλοῦ τείχεος εἰς Ἀΐδην, ἄξιον οὔτι παθὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος ἓν τὸ περὶ ψυχῆς γράμμ’ ἀναλεξάμενος. πρὸς τοῦτο δὲ εἶπεν Ὀλυμπιόδωρος ὁ φιλόσοφος εἰ μὴ γράμμα Πλάτωνος ἐμὴν ἐπέδησεν ἐρωήν, ἤδη λυγρὸν ἔλυσα βίου πολυκηδέα δεσμόν,3 τοῦτ’ ἔστιν εἰ μὴ ὠφελήθην ἐκ Πλάτωνος τρόπον εὐζωΐας, προέκρινα ἂν μὴ εἶναι ἢ κακῶς εἶναι· καὶ γάρ, ὡς ἐμάθομεν, ὁ Πλάτων λέγει ὅτι οὐ δεῖ τινα ἑαυτὸν ἀναιρεῖν. ἵνα δὲ μὴ πολλοὶ γένωνται Κλεόμβροτοι, προσθῶμεν ἐν τῷ ὅρῳ τινὰ τῆς αὐτῆς σημασίας φυλαττομένης καὶ εἴπωμεν αὐτὸν οὕτως· ‘φιλοσοφία ἐστὶ μελέτη θανάτου τοῦ ζῴου σωζομένου’, τοῦτ’ ἔστιν οὐ τοῦ φυσικοῦ ἀλλὰ τοῦ προαιρετικοῦ θανάτου. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις.

不仅如此,普罗提诺也表明了这一点,也就是按照美德生活的人既不因身体上的不幸而痛苦,也不因外在的事物而痛苦。因为他在被某人问及:“一生中遭遇普里阿摩斯式的不幸、身披一整部《伊利亚特》般的祸患、并且死后被弃尸荒野不得安葬的人,究竟是幸福的还是不幸福的?”时,也回答说:“离开这等琐屑的算计吧!因为没有任何人能夺走灵魂的美德。”那么,既然情形如此,关于柏拉图一方面说应当练习死亡,另一方面又说不应当自杀,我们能说些什么呢?他究竟是自我矛盾呢,还是不矛盾呢?我们可以说,他并没有自我矛盾。然而为了表明他没有自我矛盾,让我们说几句话。必须明白,生与死是相对立的;因为生是一种状态(习性)并且是我们存在的原因,而死则是一种缺失。并且这两者各自都是双重的;因为生也是双重的:既有自然的生,也有选择的生。自然的生乃是灵魂与身体的联结,依照这种联结,灵魂供给身体感觉与运动,依照这种联结,我们所有人都活着,依照这种联结,身体束缚着灵魂——由此身体被称为demas,犹如灵魂的束缚,由此身体也被称为soma,犹如灵魂的墓碑与坟墓。而选择的生则是当较差者战胜较优者之时,也就是说,当灵魂被肉体的享乐激情所击败之时;这种生也是放纵的生,即不是节制的生。另一方面,自然的死乃是灵魂脱离身体的分离,依照这种分离,我们所有人都迈向死亡。而选择的死乃是按照美德的生活,也就是说,在生命体得以保全的情况下,通过造成激情的死灭来进行死亡的练习。因此,既然这些情况如此,便可从中推导出四种事物:存在、不存在、善的存在、恶的存在。并且存在乃是自然的生,不存在乃是自然的死,善的存在乃是选择的死,恶的存在乃是选择的生。因此,当柏拉图说应当练习死亡时,必须理解为选择的死,即按照美德的死,亦即激情的死灭。而当他说不应当自杀时,必须理解为自然的死,即我们所有人都据以迈向死亡的那种死。关于这些就说到这里。还应当知道,某个名叫克勒翁布罗托的人,以为柏拉图是说哲学家练习自然的死,便从城墙上纵身跳下摔死了。关于他,卡利马科斯这样写道:“说着‘太阳啊,别了!’,安布拉基亚的克勒翁布罗托 / 从高高的城墙跃入了哈得斯, / 并未遭受任何配得上死亡的祸害,只因为 / 读完了柏拉图的仅一部著作,即论灵魂的那部。”对此,哲学家奥林匹奥多罗说道:“若非柏拉图的著作束缚了我的冲力, / 我早已解开了生命这令人哀痛的、充满忧患的纽带,”也就是说:若非我从柏拉图那里获益得知了过美好生活的方式,我宁愿选择不存在,也不愿选择恶的存在;因为正如我们所学到的,柏拉图说不应当自杀。为了不产生许多个克勒翁布罗托,让我们在保持同一涵义的前提下给界说添上一些话,并将其表述如下:“哲学是在生命体得以保全的情况下的死亡之练习”,也就是说,不是自然的死,而是选择的死的练习。在这些话中,蒙神相助,本讲亦告结束。

语法注3 条
  1. 11.0ἄπαγε τῆς μικρολογίας

    带有感叹或命令意义的 ἄπαγε 与表示分离或原因的属格 τῆς μικρολογίας 连用的习语结构,意为“把这等琐碎的算计/微末之见丢开一边吧”。

  2. 11.0τοῦ ζῴου σωζομένου

    由现在分词构成的属格绝对结构,表示伴随情况或条件(“在生命体/动物得以保全的情况下”),限定了此处所说的练习死亡乃是激情的死灭(选择的死),而非肉体的死亡(自然的死)。

  3. 11.0ἤδη λυγρὸν ἔλυσα βίου πολυκηδέα δεσμόν

    承接前文非真实条件从句(εἰ μὴ ... ἐπέδησεν)的归结从句。在诗体中直陈式不定过去时 ἔλυσα 省略了 ἄν,以表达紧迫性与必然性(相当于“我早已解开了……”)。注疏者自己在随后的散文转述中补出了 ἄν(προέκρινα ἄν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:30.30-32.9