- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:26.30-28.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫开始阐释哲学的第一个界说(“关于存在物就其作为存在物而言的知识”),指出“知识”充当属,“就其作为存在物而言的存在物”充当与其他学科区分的种差,并驳斥了围绕“知识”一词以及定冠词τῶν之使用的疑难。
Μαθόντες πόσοι καὶ ποῖοι τῆς φιλοσοφίας εἰσὶν ὁρισμοὶ καὶ τὴν αἰτίαν δι’ ἣν τοσοῦτοί εἰσι καὶ τὴν τάξιν αὐτῶν καὶ τίνες ἐφεῦρον αὐτούς, ἔλθωμεν καὶ τούτους σαφηνίσωμεν εἰς μέσον αὐτοὺς ἀγαγόντες. ἰστέον ὅτι πρῶτος ὅρος ἐστὶν ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί’. καὶ δεῖ γινώσκειν ὅτι ἀντὶ μὲν γένους εἴληπται τὸ γνῶσις· καὶ γὰρ ἡ γνῶσις κοινότερόν τί ἐστιν· ἔστι γὰρ γνῶσις καθολικὴ καὶ γνῶσις μερικὴ καὶ πάλιν γνῶσις μετ’ αἰτίας καὶ γνῶσις ἄνευ αἰτίας, ὡς ἡ κατ’ ἐμπειρίαν γνῶσις. αἱ δὲ λοιπαὶ λέξεις ἀντὶ συστατικῶν διαφορῶν λαμβάνονται διαχωρίζουσαι τὴν φιλοσοφίαν ἀπὸ τῶν ἄλλων τεχνῶν καὶ τῶν ἄλλων ἐπιστημῶν· καὶ γὰρ ἡ φιλοσοφία μὲν πάντων τῶν ὄντων ἐστὶ γνῶσις, αἱ δὲ ἄλλαι τέχναι καὶ ἐπιστῆμαι οὐ πάντων τῶν ὄντων εἰσὶ γνώσεις ἀλλὰ τινῶν ὄντων· καὶ γὰρ ἡ ἀστρονομία περὶ μόνους τοὺς ἀστέρας καταγίνεται καὶ ἡ ἰατρικὴ περὶ μόνα τὰ ἀνθρώπεια σώματα καταγίνεται καὶ ἡ τεκτονικὴ περὶ μόνα τὰ ξύλα καταγίνεται. ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες· διὰ τί εἶπε γνῶσις; τί γάρ; μόνη ἡ φιλοσοφία ἐστὶ γνῶσις καὶ οὐχὶ πᾶσα τέχνη; καὶ ἐπιλυόμενοί τινες λέγουσιν ὅτι ἐπειδὴ αἱ τέχναι ὀλίγα μὲν γινώσκουσαι πολλὰ δὲ ἀγνοοῦσαι μᾶλλον ἄγνοιαί εἰσιν ἤπερ γνώσεις, ἡ δὲ φιλοσοφία ὡς πάντα γινώσκουσα κυρίως γνῶσίς ἐστι. ταῦτα μὲν οὗτοι λέγουσιν ἐπιλυόμενοι. ἔστι δὲ εἰπεῖν ὅτι περιττή ἐστιν ἡ ἀπορία· κατὰ γὰρ τὸν λόγον αὐτῶν οὐδὲ τὸν ἄνθρωπον ὁριζόμενοι ὀφείλομεν λέγειν ζῷον, ἐπειδὴ οὐ μόνον ἄνθρωπός ἐστι ζῷον ἀλλὰ καὶ ἵππος καὶ βοῦς. πάλιν ἀποροῦσι λέγοντες· διὰ τί εἶπε μετὰ τοῦ ἄρθρου ‘γνῶσις τῶν ὄντων’ καὶ μὴ ἄνευ ἄρθρου ‘γνῶσις ὄντων’; καὶ ἐπιλυόμενοι λέγουσιν ὅτι διὰ τοῦτο εἶπε μετὰ τοῦ ἄρθρου, ἵνα δείξῃ ὅτι ἔχουσι κοινωνίαν τὰ ὄντα· καὶ γὰρ τὰ ὄντα καὶ ἄνω ἔχουσι κοινωνίαν κατὰ τὸ ποιητικὸν αἴτιον, ἤγουν κατὰ τὸ δημιουργικόν, καὶ κάτω κατὰ τὸ ὑλικόν, ὡς καὶ ὁ Πλάτων λέγει ‘συνέδησεν ὁ θεὸς τὰς κορυφὰς τῶν πραγμάτων ἄνω τε καὶ κάτω, ἄνω μὲν κατὰ τὸ ποιητικὸν αἴτιον, ἤγουν δημιουργικόν, κάτω δὲ κατὰ τὸ ὑλικόν’. ταῦτα μὲν οὗτοι. ἔστι δὲ εἰπεῖν πρὸς αὐτοὺς ὅτι κακῶς λέγετε· οὐδὲ γὰρ τὸ ἄρθρον δηλοῖ κοινωνίαν ἀλλ’ ἢ ὅλως ἀναφορὰν καὶ ἀναπόλησιν1 προεγνωσμένου πράγματος· ἐὰν γὰρ εἴπω ‘ἄνθρωπος ἦλθεν’, ἀγνοούμενόν τινα δηλῶ, ἐὰν δὲ εἴπω ‘ὁ ἄνθρωπος ἦλθε’, προεγνωσμένον τινὰ εἰσάγω. ἔστιν οὖν εἰπεῖν ὅτι διὰ τοῦτο μετὰ τοῦ ἄρθρου εἶπεν οἷον ‘γνῶσις τῶν ὄντων’, ἵνα δηλώσῃ ὅτι πάντων τῶν ὄντων γνῶσίς ἐστιν ἡ φιλοσοφία καὶ οὐ τινῶν ὄντων· εἰ γὰρ εἶπε χωρὶς ἄρθρου οἷον ‘γνῶσις ὄντων’, τὸ αὐτὸ ἔλεγεν ὡς εἰ ἔλεγε2 ‘γνῶσις τινῶν ὄντων’, ὡς καὶ ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ ἑρμηνείας φησὶν ὅτι αἱ ἀπροσδιόριστοι προτάσεις ἰσοδυναμοῦσι ταῖς μερικαῖς προσδιωρισμέναις προτάσεσιν, οἷον ὁ λέγων ‘ἄνθρωπος περιπατεῖ’ τὸ αὐτὸ λέγει ὡς ἵνα λέγῃ3 ‘τὶς ἄνθρωπος περιπατεῖ’. αἱ δὲ μετὰ τοῦ ἄρθρου προτάσεις ἰσοδυναμοῦσι ταῖς καθολικαῖς προσδιωρισμέναις προτάσεσι· καὶ γὰρ ‘ὁ ἄνθρωπος περιπατεῖ’ ἐὰν εἴπῃ τις, τὸ αὐτὸ λέγει ὡς ἵνα λέγῃ ‘πᾶς ἄνθρωπος περιπατεῖ’.
既然我们已经得知哲学的界说有多少个,具有何种性质,以及因何缘故有这么多,得知了它们的次序以及是谁发现了它们,现在就让我们把它们引到明处并加以阐明。应当知道,第一个界说是说“哲学是关于存在物就其作为存在物而言的知识”。并且必须认识到,“知识”是用来代替属的;因为知识确实是更具普遍性(共通性)的东西;因为有普遍的知识与局部的知识,又有伴随原因的知识与没有原因的知识,例如基于经验的知识。至于其余的词语,则是用来代替构成性的种差,将哲学与其他诸技艺及诸知识区分开来;因为哲学确实是关于一切存在物的知识,而其他技艺与知识并非关于一切存在物的知识,而是关于某些存在物的知识;因为天文学确实只致力于星辰,医学确实只致力于人体,而木工技艺确实只致力于木料。关于这些就说到这里。然而有些人提出疑难说:“他为何说‘知识’?怎么,难道唯独哲学是知识,而并非一切技艺皆是知识吗?”有些人为了解决这一疑难便说:〔这是〕因为诸技艺由于只知道少数事情而不知多数事情,毋宁是无知而非知识,而哲学由于知晓一切,因而在严格意义上是知识。这些是他们化解疑难时所说的。但可以说,这个疑难是多余的;因为按照他们的说法,我们在界定人时甚至也不应当说是“动物”,因为不仅人是动物,马和牛也是动物。他们又提出疑难说:“为何他带冠词说‘关于诸存在物的知识’,而不是不带冠词说‘关于存在物的知识’?”他们化解疑难说:他带冠词说,是为了表明存在物具有相通性(共融);因为存在物确实无论在上方依照动力因即造物因,还是在下方依照质料因,皆具有相通性,正如柏拉图也说:“神在上方与下方将万物的顶点联结在一起:在上方依照动力因即造物因,在下方依照质料因”。他们所说的就是这些。但可以对他们说,你们说得不对;因为冠词绝不表示相通性,而完全只表示对预先知晓的事物的指涉与回忆;因为如果我说“一个人来了”,我指明的是某个未知之人,但如果我说“那个人来了”,我引入的便是一个预先知晓之人。因此可以说,他带冠词说出“关于诸存在物的知识”,是为了指明哲学是关于一切存在物的知识,而非关于某些存在物的知识;因为如果他不带冠词说“关于存在物的知识”,他所说的就等同于他说“关于某些存在物的知识”,正如亚里士多德在《解释篇》中所说,不定命题与有定特称命题具有同等效力,例如说“人散步”的人,所说的就等同于在说“某个人散步”。而带冠词的命题则与有定全称命题具有同等效力;因为确实,某人如果说“那人散步”,所说的就等同于在说“每个人散步”。
- 10.0ἀλλ’ ἢ ὅλως ἀναφορὰν καὶ ἀναπόλησιν
在否定句 οὐδὲ γὰρ τὸ ἄρθρον δηλοῖ κοινωνίαν 之后,ἀλλ’ ἤ 是一种表示排他性例外的惯用结构(“无非是……”、“仅仅是……”)。因此,它表明冠词绝不表示共融,而仅仅表示对预先知晓的事物的指涉与回忆。
- 10.0τὸ αὐτὸ ἔλεγεν ὡς εἰ ἔλεγε
连词 ὡς εἰ(“如同、仿佛”)后接未完成过去时 ἔλεγε,构成反事实的比较从句,与主句中的 τὸ αὐτὸ ἔλεγεν 相应,表达假设性的等同效果:“如果他当时不带冠词说,就等同于他在说……”。
- 10.0τὸ αὐτὸ λέγει ὡς ἵνα λέγῃ
在后古典希腊语中,ὡς ἵνα 搭配虚拟式用作表示方式或等同的比较结构(相当于古典期的 ὡς εἰ 搭配祈愿式或直陈式),意为“所说的等同于他在说……”。
