← 无敌的戴维

哲学导论

§25.21-26.28

哲学六个界说的提出者及其归属

大卫将“最大的音乐”这一界说包揽进卓越地位的界说中,随后通过考查著作与学派文献,将哲学的六个界说分别归功于其发现者(毕达哥拉斯、柏拉图与亚里士多德)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.0#3

οὗτος δὲ ὁ ὅρος ἐμπεριέχεται ἐκ τοῦ ὅρου ἀπὸ τῆς ὑπεροχῆς τοῦ λέγοντος ὅτι ‘φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν’· καὶ γὰρ ὁ λέγων αὐτὴν μεγίστην μουσικὴν ἀπὸ τῆς ὑπεροχῆς ἐστι. ταῦτα μὲν τὸ ὄγδοον κεφάλαιον. Ἔλθωμεν δὲ καὶ ἐπὶ τὸ ἔνατον καὶ εἴπωμεν τίνες ἐφεῦρον τούτους τοὺς ὅρους. ἰστέον ὅτι οἱ δύο, ὁ ἀπὸ τοῦ ὑποκειμένου καὶ ὁ ἐκ τῆς ἐτυμολογίας, εἰς τὸν Πυθαγόραν ἀναφέρονται. τοῦτο δὲ οὐκ ἔχομεν δεῖξαι ἀπὸ Πυθαγορείων συγγραμμάτων· οὐκ ἐποίησε γὰρ συγγράμματα ὁ Πυθαγόρας· ἔλεγε γὰρ ὅτι ‘οὐ βούλομαι ἐν ἀψύχοις τὰ ἐμὰ καταλιπεῖν (ἄψυχα δὲ ἐκάλει τὰ βιβλία), ἀλλ’ ἐν ἐμψύχοις ἤτοι ἐν τοῖς μαθηταῖς, οἵτινες καὶ ἐρωτώμενοι δύνανται ἀποκρίνασθαι’· καὶ γὰρ ὁ ἄνθρωπος δύναται πρὸς τὴν ἀπορίαν ἀποκρίνασθαι, τὸ δὲ βιβλίον οὐ δύναται ἀποκρίνασθαι, καὶ ὡς ἔλεγέ τις τῶν Πυθαγορείων ‘οὐ δύνανται τὰ βιβλία διδάξαι με ἀεί, ἄλλα καὶ ἄλλα ἀεὶ περὶ τῶν αὐτῶν φθεγγόμενον’·1 καὶ γὰρ τὸ βιβλίον ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγει καὶ οὐ δύναται πρὸς τὸ ἐρωτώμενον ἀποκρίνασθαι, ὁ δὲ ἄνθρωπος δύναται πρὸς τὸ ἐρωτώμενον ἀποκρίνασθαι. ὡς οὖν εἴρηται, ἐκ τῶν Πυθαγορείων συγγραμμάτων οὐκ ἔχομεν δεῖξαι ὅτι οὗτοι οἱ ὅροι εἰς Πυθαγόραν ἀναφέρονται· οὐδὲ γὰρ συγγράμματα κατέλιπε· μηδὲ γάρ τις οἰέσθω τὰ Χρυσᾶ ἔπη αὐτοῦ εἶναι, ἀλλά τις τῶν Πυθαγορείων ἐποίησε ταῦτα καὶ πρὸς τιμὴν ἐπέγραψε τὸ ὄνομα τοῦ οἰκείου διδασκάλου. δείκνυμεν δὲ ὅτι οὗτοι οἱ ὅροι τοῦ Πυθαγόρου εἰσὶν ἐκ τῶν Πυθαγορείων· καὶ γὰρ ὁ Νικόμαχος (εἷς δὲ οὗτος τῶν Πυθαγορείων) λέγει ὅτι ‘ὁ Πυθαγόρας οὕτως ὡρίζετο τὴν φιλοσοφίαν· φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί, καὶ πάλιν γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, καὶ πάλιν φιλοσοφία ἐστὶ φιλία σοφίας’. οἱ δὲ δύο οἱ ἐκ τοῦ τέλους εἰς τὸν Πλάτωνα ἀναφέρονται, ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ μελέτη θανάτου’ καὶ πάλιν ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’· καὶ γὰρ ἐν μὲν τῷ Φαίδωνι φαίνεται δοξάζων τὴν φιλοσοφίαν μελέτην θανάτου, δι’ ὧν φησι ‘κινδυνεύουσι γὰρ ὅσοι τυγχάνουσιν ὀρθῶς ἁπτόμενοι φιλοσοφίας λεληθέναι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους μηδὲν ἕτερον μελετῶντες ἢ θνήσκειν τε καὶ τεθνάναι’,2 ἐν δὲ τῷ Θεαιτήτῳ φαίνεται δοξάζων αὐτὴν ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ, δι’ ὧν φησιν ‘ἀλλ’ ἐπεί, ὦ Θεόδωρε (γεωμέτρης δὲ οὗτος), οὔτ’ ἀπολέσθαι τὰ κακὰ δυνατόν (ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ εἶναι ἀνάγκη) οὔτ’ ἐν θεοῖς αὐτὰ ἱδρῦσθαι, τήνδε τὴν θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον ἐξ ἀνάγκης περιπολεῖ. διὸ δεῖ πειρᾶσθαι φεύγειν ἐνθένδε ἐκεῖσε ὅτι τάχιστα. τίς οὖν ἡ φυγή ἐστιν; ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ. ὁμοίωσις δὲ θεῷ ἐστι τὸ ὅσιον καὶ δίκαιον γενέσθαι μετὰ φρονήσεως’. ὁ δὲ ἐκ τῆς ὑπεροχῆς ὅρος ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν’ εἰς τὸν Ἀριστοτέλην ἀναφέρεται· οὕτω γὰρ τὴν φιλοσοφίαν ὁρίζεται ἐν τῇ Μετὰ τὰ φυσικά. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις.

但这个界说已被包含在取自卓越地位的、说“哲学是技艺之技艺与知识之知识”的界说之中;因为确实,说哲学是最大的音乐的界说也是取自卓越地位的。第八章的内容就到这里。让我们也进入第九章,并说明是谁发现了这些界说。应当知道,取自底层对象和取自词源学这两类界说归于毕达哥拉斯。但这一点我们不能从毕达哥拉斯本人的著作中指明;因为毕达哥拉斯并没有留下著作;因为他常说:“我不愿将我所有的留给无生命之物(他称书籍为无生命之物),而愿留给有生命之物,即留在被提问时也能回答的弟子们心中”;因为人确实能够回应疑难,而书籍却不能回答,正如某位毕达哥拉斯派所说:“书籍不能总是教导就相同事务不断发出不同言论的我”;因为书籍确实对于相同事务总是说着同样的话,不能回答所被提问的内容,而人却能回答所被提问的内容。因此正如所说,我们无法从毕达哥拉斯的著作指明这些界说归于毕达哥拉斯;因为他根本没有留下著作;因为任何人切莫以为《金言》是他的,而是某个毕达哥拉斯派写成了这些,并出于尊崇题上了自己老师的名字。然而我们从毕达哥拉斯学派的人那里证明这些界说是属于毕达哥拉斯的;因为尼科马库斯(这是毕达哥拉斯派的一员)确实说道:“毕达哥拉斯曾这样界定哲学:哲学是关于存在物就其作为存在物而言的知识,再者是关于神圣与人类事务的知识,再者哲学是对智慧的爱”。而取自终极目的的两个界说则归于柏拉图,即说“哲学是对死亡的操练”的界说,以及说“哲学是在人可能的最大限度上同化于神”的界说;因为在《斐多》中,通过他说“凡是真正投身于哲学的人,似乎在自己和他人皆未察觉的情况下,操练的无非就是死以及处于死的状态”的地方,他显然认为哲学是对死亡的操练;而在《泰阿泰德》中,通过他说“然而,狄奥多洛啊(此人是一位几何学家),恶既不可能消灭(因为善必然有其对立面),也不可能栖居于诸神之中,所以恶必然巡游于这一必死之本性与此地。因此应当力求尽快从此地逃向彼处。那么何谓逃离?即在人可能的最大限度上同化于神。而同化于神就是带着明智成为虔敬与正义之人”的地方,他显然认为它是在人可能的最大限度上同化于神。至于取自卓越地位的、说“哲学是技艺之技艺与知识之知识”的界说,则归于亚里士多德;因为他在《形而上学》中就是这样界定哲学的。蒙神之助,本讲亦在此告终。

语法注2 条
  1. 9.0οὐ δύνανται τὰ βιβλία διδάξαι με ἀεί, ἄλλα καὶ ἄλλα ἀεὶ περὶ τῶν αὐτῶν φθεγγόμενον

    分词 φθεγγόμενον 为阳性单数宾格,修饰不定式 διδάξαι 的宾语代词 με。副词 ἀεί 重复出现以形成呼应,对比了书籍无法对在相同主题上不断产生不同疑问的学习者进行持续教导的局限性。

  2. 9.0λεληθέναι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους μηδὲν ἕτερον μελετῶντες ἢ θνήσκειν τε καὶ τεθνάναι

    引自柏拉图《斐多》64a。完成时不定式 λεληθέναι 附属于 κινδυνεύουσι,支配直接宾语 σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους,并带有与主语(ὅσοι ...)保持一致的主格分词 μελετῶντες,构成 λανθάνω 带分词的标准用法,意为“[自己和他人]未曾察觉到[自己在做某事]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:25.21-26.28