- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:24.17-25.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫论述了基于底层对象、终极目的和卓越地位的哲学诸界说的先后次序及依据,并进而审视并驳斥了外来的两个界说,即医者们的循环界说以及出自《斐多》的界说。
ἐπειδὴ οὖν τὰ κοινότερα προτερεύουσι τῶν ἰδίως τινὶ ὑπαρχόντων, τούτου χάριν καὶ οἱ ἀπὸ τοῦ ὑποκειμένου καὶ οἱ ἀπὸ τοῦ τέλους ὅροι προτερεύουσι τοῦ ἀπὸ τῆς ὑπεροχῆς ὅρου· καὶ γὰρ κοινότερον μέν ἐστι τὸ ὑποκείμενον καὶ τὸ τέλος (οὐ μόνον γὰρ ἡ φιλοσοφία ἔχει καὶ ὑποκείμενον καὶ τέλος ἀλλὰ καὶ πᾶσα τέχνη καὶ πᾶσα ἐπιστήμη), ἰδίως δὲ ὑπάρχει τῇ φιλοσοφίᾳ ἡ ὑπεροχή· μόνη γὰρ ἡ φιλοσοφία ὑπερέχει πασῶν τῶν τεχνῶν καὶ ἐπιστημῶν. οἱ δὲ ἐκ τοῦ ὑποκειμένου ὅροι προτερεύουσι τῶν ἐκ τοῦ τέλους, ἐπειδὴ καὶ τὸ ὑποκείμενον προτερεύει τοῦ τέλους· εἰ μὴ γὰρ ᾖ ὑποκείμενον, οὐδὲ τέλος εὑρίσκεται· εἰ μὴ γὰρ ἔχει ὁ τέκτων ξύλα, οὐ δύναται ποιῆσαι θρόνον ἢ κλίνην ἤ τι τοιοῦτον. οἱ δὲ ἐκ τοῦ προσεχοῦς προτερεύουσι τῶν ἐκ τοῦ πόρρω, οἷον ὁ ἐκ τοῦ προσεχοῦς ὑποκειμένου ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί’ προτερεύει τοῦ ἐκ τοῦ πόρρω ὑποκειμένου τοῦ λέγοντος ὅτι ‘φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’. καὶ πάλιν ὁ ἐκ τοῦ προσεχοῦς τέλους ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ μελέτη θανάτου’ προτερεύει τοῦ ἐκ τοῦ πόρρω τέλους τοῦ λέγοντος ὅτι ‘φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’, ἐπειδὴ τὸ προσεχὲς προτερεύει τοῦ πόρρω· καὶ γὰρ τὸ προσεχὲς ἐγγύτερόν ἐστι καὶ δι’ αὐτοῦ ἐπὶ τὸ πόρρω ἐρχόμεθα· καὶ γὰρ εἰ μὴ ἔχει ὁ τέκτων τὰ ἁπλῶς ξύλα, οὐ δύναται διακρῖναι τὰ τοιάδε ξύλα, οἷον τὰ πεποιωμένα καὶ τὰ οὐ πεποιωμένα, καὶ πάλιν ὁ φιλόσοφος εἰ μὴ μελετήσῃ τὸν θάνατον, τοῦτ’ ἔστι νέκρωσιν ἀπεργάσηται τῶν παθῶν, οὐ δύναται ὁμοιωθῆναι θεῷ. ταῦτα μὲν περὶ τῆς τάξεως τῶν ἓξ ὁρισμῶν. Ἰστέον δὲ ὅτι καὶ ἄλλους δύο ὅρους θέλουσί τινες ἐπεισφέρειν τῇ φιλοσοφίᾳ, ἕνα μὲν οἱ ἰατροὶ ἕνα δὲ ἕτεροι· καὶ γὰρ οἱ ἰατροὶ θέλοντες τὴν οἰκείαν τέχνην σεμνῦναι, κατὰ τὸν ποιητὴν χρύσεα χαλκείων καταλλασσόμενοι,1 ὁρίζονται λέγοντες ὅτι ‘φιλοσοφία ἐστὶν ἰατρικὴ ψυχῶν, ἰατρικὴ δέ ἐστι φιλοσοφία σωμάτων.’ οὗτος δὲ ὁ ὅρος οὐκ εὖ ἔχει· διάλληλον γὰρ ἔχει δεῖξιν,2 ἥτις διαβέβληται παρὰ τοῖς φιλοσόφοις, ἐπειδὴ ἡ διάλληλος δεῖξις ἐκ τοῦ ζητουμένου τὸ ζητούμενον κατασκευάζει, ὡς ὅταν εἴπωμεν ‘ποῦ μένει Πλάτων;’ ‘ὅπου μένει Δίων’, καὶ ‘ποῦ μένει Δίων;’ ‘ὅπου μένει Πλάτων’. οὕτως οὖν καὶ ἐπὶ τούτοις τοῖς ὁρισμοῖς διάλληλός ἐστι δεῖξις· τί γάρ ἐστι φιλοσοφία; ‘ἰατρικὴ ψυχῶν’, καὶ τί ἰατρική; ‘φιλοσοφία σωμάτων’· καὶ ἰδοὺ ἐρωτώμενοι ‘τί ἐστιν ἰατρική;’ φασὶ ‘φιλοσοφία’, καὶ ‘τί φιλοσοφία;’ φασὶν ‘ἰατρική’, καὶ τὸ ζητούμενον ἐκ τοῦ ζητουμένου κατασκευάζουσιν. ἄλλως τε δὲ εἰ καὶ δῶμεν τὸν ὅρον τὸν λέγοντα ὅτι ‘φιλοσοφία ἐστὶν ἰατρικὴ ψυχῶν’ καλῶς ἔχειν, ἐμπεριέχεται ἐκ τοῦ ὅρου3 τοῦ λέγοντος ὅτι ‘φιλοσοφία ἐστὶ μελέτη θανάτου’· καὶ γὰρ τὸ μελετᾶν τὸν θάνατον ἤγουν τὸ νέκρωσιν ἀπεργάζεσθαι τῶν παθῶν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ τὸ ἰατρεῦσαι ψυχήν. ἕτεροι δὲ ἄλλον ὅρον ἐπεισφέρουσι τῇ φιλοσοφίᾳ λέγοντες ‘φιλοσοφία ἐστὶ μεγίστη μουσική’· οὕτω γὰρ ὁ Πλάτων ἐν τῷ Φαίδωνι ὁρίζεται αὐτήν.
因此,既然较普遍的事物先于特有地属于某物的事物,为了这一缘故,取自底层对象的界说和取自终极目的的界说也先于取自卓越地位的界说;因为底层对象和目的确实是较普遍的(因为不仅哲学同时具有底层对象和目的,而且每种技艺和每种知识也都具有),而卓越地位则特有地属于哲学(因为唯独哲学卓越于一切技艺和知识)。而取自底层对象的界说先于取自目的的界说,因为底层对象也先于目的;因为若是没有底层对象,也就找寻不到目的;因为木匠若没有木料,就不能造成宝座、床榻或诸如此类的任何东西。而取自直接的界说先于取自间接的界说,例如取自直接底层对象的、说“哲学是关于存在物就其作为存在物而言的知识”的界说,先于取自间接底层对象的、说“哲学是关于神圣与人类事务的知识”的界说;又如取自直接目的的、说“哲学是对死亡的操练”的界说,先于取自间接目的的、说“哲学是在人可能的最大限度上同化于神”的界说,因为直接的先于间接的;因为直接的确实更为切近,且我们借由它走向间接的;因为木匠若是连单纯的木料都没有,就不能区分如此这般的木料,例如加工过的和未加工过的,同样哲学家若不对死亡加以操练,也就是说若不使诸情欲灭尽,就不能同化于神。关于六个界说的次序,情况就是如此。 然而应当知道,有些人还想为哲学引入另外两个界说,一个是医者们引入的,另一个则是其他人引入的;因为医者们为了抬高自己的技艺,如诗人所言以青铜换取黄金,界定说“哲学是灵魂的医术,而医术是身体的哲学”。但这个界说是不恰当的;因为它含有互相证明,而这种证明在哲学家们中间是受排斥的,因为互相证明是以被探求者来确立被探求者,正如当我们说“柏拉图住在哪里?”“在狄翁住的地方”,“狄翁又住在哪里?”“在柏拉图住的地方”。因此在这些界说中同样也是互相证明;因为什么是哲学?“灵魂的医术”,什么是医术?“身体的哲学”;看,当被问及“什么是医术?”时,他们说是“哲学”,当被问及“什么是哲学?”时,他们说是“医术”,并且他们以被探求者来确立被探求者。此外,即使我们承认说“哲学是灵魂的医术”这个界说是恰当的,它也已被包含在说“哲学是对死亡的操练”这个界说之中;因为操练死亡,也就是使诸情欲灭尽,无非就是医治灵魂。而其他人则为哲学引入了另一个界说,说“哲学是最大的音乐”;因为柏拉图在《斐多》中就是这样界定它的。
- 9.0χρύσεα χαλκείων καταλλασσόμενοι
在表示交换的动词 καταλλάσσω 中,所换得之物作宾格(χρύσεα),所付出之物作表示代价的属格(χαλκείων)。这是化用《伊利亚特》第6卷236行(格劳科斯以金铠换铜铠)的典故成语。
- 9.0διάλληλον γὰρ ἔχει δεῖξιν
διάλληλος δεῖξις 是逻辑学中指称“相互证明”或循环论证的专业术语,指定义项与被定义项互为依据而构成循环。
- 9.0ἄλλως τε δὲ εἰ καὶ δῶμεν τὸν ὅρον τὸν λέγοντα ὅτι ‘φιλοσοφία ἐστὶν ἰατρικὴ ψυχῶν’ καλῶς ἔχειν, ἐμπεριέχεται ἐκ τοῦ ὅρου
在 ἄλλως τε(“此外/再者”)之后接让步从句 εἰ καὶ δῶμεν... καλῶς ἔχειν(“即使我们承认……是恰当的”),再引出主句 ἐμπεριέχεται(“它被包含于……”)。虚拟语气 δῶμεν 表示假设性的让步。
