- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:23.4-24.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫进入第八章,提出了哲学六个界说的排列次序(直接底层、间接底层、直接目的、间接目的、卓越地位、词源)及其依据,论证了事物之存在先于其名称,以及普遍属性先于特有属性。
Ἔλθωμεν ἐπὶ τὸ ὄγδοον κεφάλαιον καὶ εἴπωμεν τὴν τάξιν τῶν ὁρισμῶν τῆς φιλοσοφίας. ἰστέον ὅτι ἓξ ὄντων τῶν τῆς φιλοσοφίας ὁρισμῶν1 ἔσχατός ἐστιν ὁ ἐκ τῆς ἐτυμολογίας ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ φιλία σοφίας’. τῶν δὲ πέντε τῶν ἄλλων ἔσχατός ἐστιν ὁ ἐκ τῆς ὑπεροχῆς ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν’. τῶν δὲ τεσσάρων οἱ μὲν ἐκ τοῦ ὑποκειμένου εἰσὶ πρῶτοι, οἱ δὲ ἐκ τοῦ τέλους ἔσχατοι. καὶ ἐν ἑκατέρῳ τούτων ὁ ἐκ τοῦ προσεχοῦς προτερεύει τοῦ ἐκ τοῦ πόρρω· καὶ γὰρ ὁ ἐκ τοῦ προσεχοῦς ὑποκειμένου ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί’ προτερεύει τοῦ ἐκ τοῦ πόρρω ὑποκειμένου τοῦ λέγοντος ὅτι ‘φιλοσοφία ἐστὶν γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’. καὶ πάλιν ὁ ἐκ τοῦ προσεχοῦς τέλους ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ μελέτη θανάτου’ προτερεύει τοῦ ἐκ τοῦ πόρρω τέλους τοῦ λέγοντος ὅτι ‘φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’· ὥστε εἶναι τὴν τάξιν οὕτως·2 πρῶτος μέν ἐστιν ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί’, δεύτερος ‘γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’, τρίτος ‘μελέτη θανάτου’, τέταρτος ‘ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’, πέμπτος ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν’, ἕκτος δέ ἐστιν ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ φιλία σοφίας’. ταῦτα εἰπόντες ἔλθωμεν καὶ εἴπωμεν τὴν αἰτίαν τῆς τάξεως αὐτῶν. ἰστέον ὅτι ὁ ὁρισμὸς ὁ ἀπὸ τῆς ἐτυμολογίας ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ φιλία σοφίας’ τελευταίαν ἐπέχει τάξιν. καὶ τοῦτο εὐλόγως· πρῶτον γὰρ δεῖ ὑπάρχειν τὸ πρᾶγμα καὶ τελευταῖον ἐπιτίθεσθαι αὐτῷ ὄνομα, ὅθεν καὶ ὄνομα λέγεται οἱονεὶ τῷ ὄντι ὅμοιον· καὶ γὰρ οὐχ ὡς ἔτυχεν ἐπετίθεσαν οἱ ἀρχαῖοι τὸ ὄνομα, ἀλλ’ ἁρμοζόντως τῷ ὑποκειμένῳ πράγματι, οἷον ἄνθρωπος λέγεται παρὰ τὸ ἀναθρεῖν καὶ ἀναλογίζεσθαι ἃ ὄπωπε, καὶ πάλιν ἵππος λέγεται παρὰ τὸ ἵπτασθαι τοῖς ποσίν. οὕτως οὖν δεῖ ὑπάρχειν τὴν φιλοσοφίαν καὶ τελευταῖον ἐπιτίθεσθαι αὐτῇ ὄνομα καὶ καλεῖν αὐτὴν φιλοσοφίαν. ἐπειδὴ οὖν τὸ ὄνομα τελευταίαν ἐπέχει τάξιν, τούτου χάριν καὶ ὁ ἀπὸ τῆς ὀνομασίας ἤγουν ὁ ἀπὸ τῆς ἐτυμολογίας ὅρος τελευταίαν ἐπέχει τάξιν. ὁ δὲ ὅρος ὁ ἐκ τῆς ὑπεροχῆς ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν’ ἔσχατος τῶν ἄλλων ἐστὶ διὰ τοιαύτην αἰτίαν· τὰ κοινότερα προτερεύουσι3 τῶν ἰδίως τινὶ ὑπαρχόντων καὶ αὐτῷ μόνῳ τῷ πράγματι ἁρμοζόντων, ὥσπερ καὶ ἐπὶ τῶν ὅρων· καὶ γὰρ καὶ ἐν τούτοις αἱ μὲν κοινότεραι λέξεις πρῶταί εἰσίν, αἱ δὲ ἰδίως αὐτῷ ὑπάρχουσαι καὶ τῷ ὁριστῷ μόνῳ ἁρμόζουσαι τελευταίαν ἐπέχουσι τάξιν, οἷον ὡς ἐπὶ τοῦ ‘ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν καὶ τὰ ἑξῆς’· ἰδοὺ ἐνταῦθα αἱ μὲν κοινότεραι λέξεις πρῶταί εἰσιν, οἷον τὸ ζῷον (οὐ γὰρ μόνος ὁ ἄνθρωπός ἐστι ζῷον ἀλλὰ καὶ ἵππος καὶ κύων), καὶ πάλιν τὸ λογικόν (οὐ μόνον γὰρ ὁ ἄνθρωπός ἐστι λογικὸν ἀλλὰ καὶ ἄγγελος καὶ δαίμων), ὁμοίως καὶ τὸ θνητόν (οὐ μόνον γὰρ ὁ ἄνθρωπός ἐστι θνητὸν ἀλλὰ καὶ αἱ μακραίωνες νύμφαι), αἱ δὲ ἰδίως αὐτῷ ὑπάρχουσαι καὶ τῷ ὁριστῷ μόνῳ ἁρμόζουσαι τελευταίαν ἐπέχουσι τάξιν· τὸ γὰρ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τῷ ἀνθρώπῳ μόνῳ ἁρμόζει· μόνος γὰρ ὁ ἄνθρωπος μανθάνει τὴν κατ’ ἐνέργειαν γνῶσιν, αἱ δὲ μακραίωνες νύμφαι οὐκ εἰσι νοῦ καὶ ἐπιστήμης δεκτικαί· οὐδὲ γὰρ μανθάνουσι τὴν κατ’ ἐνέργειαν γνῶσιν, ἀλλ’ οἴκοθεν αὐτὴν ἔχουσιν· αὗται γὰρ φύσει πάντα ἴσασιν.
让我们进入第八章,并说明哲学诸界说的次序。应当知道,哲学的界说虽有六个,最后一个是取自词源的界说,即说“哲学是智慧之爱”的界说。而在其余五个界说中,最后一个是取自卓越地位的界说,即说“哲学是诸技艺之技艺和诸知识之知识”的界说。在这四个界说中,取自底层对象的界说在先,而取自目的的界说在后。并且在二者各自之中,取自直接的界说先于取自间接的界说;因为确实,取自直接底层对象的、说“哲学是关于存在物就其作为存在物而言的知识”的界说,先于取自间接底层对象的、说“哲学是关于神圣与人类事务的知识”的界说。又同样,取自直接目的的、说“哲学是对死亡的操练”的界说,先于取自间接目的的、说“哲学是在人可能的最大限度上同化于神”的界说。因此次序是如下:第一个是说“哲学是关于存在物就其作为存在物而言的知识”的界说;第二个是“关于神圣与人类事务的知识”;第三个是“对死亡的操练”;第四个是“在人可能的最大限度上同化于神”;第五个是说“哲学是诸技艺之技艺和诸知识之知识”的界说;第六个则是说“哲学是智慧之爱”的界说。在说明了这些之后,让我们进而说明它们次序的原因。应当知道,取自词源的、说“哲学是智慧之爱”的界说占有最后的位次。这诚然合乎情理;因为首先事物必须存在,最后才给它赋予名称,这也是为何名称被称为宛若“类似存在者”;因为古人并非随意赋予名称,而是使之贴合于底层事物,例如人因“向上审视并思量其所见事物”而得名,又如马因“以足飞奔”而得名。因此,哲学同样必须存在,最后才被赋予名称并被称为哲学。因此,既然名称占有最后的位次,为了这一缘故,取自命名的界说,即取自词源的界说,也占有最后的位次。另一方面,取自卓越地位的、说“哲学是诸技艺之技艺和诸知识之知识”的界说之所以在其余界说中居于最后,是由于如下的原因:较普遍的事物先于特有地属于某物并仅适合于该事物自身的事物,正如在界说的情况中一样;因为在这些之中,较普遍的词句同样居于首位,而特有地属于该事物并仅适合于被界说者的词句占有最后的位次,正如在“人是理性的、必死的动物,等等”的情况中一样。看,在这里较普遍的词句居于首位,例如“动物”(因为不仅人是动物,马和狗也是),又如“理性的”(因为不仅人是理性的,天使和代蒙也是),同样“必死的”(因为不仅人是必死的,长寿的宁芙仙女也是),而特有地属于该事物并仅适合于被界说者的词句占有最后的位次;因为“能接受理智与知识”仅适合于人;因为唯独人学习实现状态中的知识,而长寿的宁芙仙女不能接受理智与知识;因为她们并不学习实现状态中的知识,而是内在地拥有它;因为她们依本性认知一切事物。
- 9.0ἓξ ὄντων τῶν τῆς φιλοσοφίας ὁρισμῶν
独立属格结构,表让步或背景说明(“虽然哲学的界说有六个”),修饰主句谓语 ἔσχατός ἐστιν。
- 9.0ὥστε εἶναι τὴν τάξιν οὕτως
表结果的 ὥστε 带“宾格加不定式”结构(主格语义的宾格 τὴν τάξιν,不定式 εἶναι),引出前述论述的结论:“因此次序是如下”。
- 9.0τὰ κοινότερα προτερεύουσι
中性复数主语 τὰ κοινότερα 搭配了复数动词 προτερεύουσι,而非古典阿提卡方言通行的单数动词,这是通用希腊语及晚期希腊语中常见的数的一致现象。
