← 无敌的戴维

哲学导论

§21.35-23.2

基质与目的的双重性及作为完全数的六

大卫通过造船术的比喻,依据哲学的直接与间接对象及目的推导出四种界说,从而系统阐明了六种界说的由来,随后提出数论论证,阐释完全数、过剩数与亏缺数的区分,并以六是第一个完全数为由结束本讲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.0#2

καὶ πάλιν προσεχὲς μὲν τέλος ἔχει τὸ ποιῆσαι ἁπλῶς ναῦν, πόρρω δὲ τέλος τὸ ποιῆσαι τοιάνδε ναῦν, οἷον ἢ δόρκωνα ἢ λύχνον. οὕτως οὖν καὶ ἡ φιλοσοφία ἔχει καὶ ὑποκείμενον καὶ τέλος καὶ ἑκάτερον τούτων διττόν· ἔχει γὰρ προσεχὲς ὑποκείμενον καὶ πόρρω καὶ τέλος ὁμοίως προσεχὲς καὶ πόρρω. καὶ προσεχὲς μὲν ὑποκείμενον ἔχει τὰ ἁπλῶς ὄντα, πόρρω δὲ ὑποκείμενον τὰ τοιάδε ὄντα, οἷον τὰ θεῖα καὶ τὰ ἀνθρώπινα πράγματα. καὶ πάλιν προσεχὲς μὲν τέλος ἔχει τὸ μελετᾶν τὸν θάνατον, ἤγουν τὸ νέκρωσιν ἀπεργάζεσθαι τῶν παθῶν, πόρρω δὲ τέλος ἔχει τὸ διὰ τούτου, ἤγουν διὰ τοῦ νέκρωσιν ἀπεργάζεσθαι τῶν παθῶν, ὁμοιοῦσθαι θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ. ἐπειδὴ οὖν ἡ φιλοσοφία ἔχει καὶ ὑποκείμενον καὶ τέλος καὶ ἑκάτερον τούτων διττόν, ὡς εἴρηται, τούτου χάριν καὶ ἄλλους τέσσαρας ὅρους ἔχει, δύο ἐκ τοῦ ὑποκειμένου, ἕνα μὲν ἐκ τοῦ προσεχοῦς ὑποκειμένου τὸν λέγοντα ὅτι ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστίν’, ἄλλον δὲ ἐκ τοῦ πόρρω ὑποκειμένου τὸν λέγοντα ὅτι ‘φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’, καὶ δύο ἐκ τοῦ τέλους, ἕνα μὲν ἐκ τοῦ προσεχοῦς τέλους τὸν λέγοντα ὅτι ‘φιλοσοφία ἐστὶ μελέτη θανάτου’, ἄλλον δὲ ἐκ τοῦ πόρρω τέλους τὸν λέγοντα ὅτι ‘φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’. Αὕτη μὲν οὖν ἡ ἀπὸ διαιρέσεως λύσις ἡ δεικνῦσα διὰ τί ἕξ εἰσιν οἱ τῆς φιλοσοφίας ὁρισμοί. ἡ δὲ ἀριθμητική ἐστιν αὕτη· τῶν ἀριθμῶν οἱ μέν εἰσι τέλειοι οἱ δὲ ὑπερτέλειοι οἱ δὲ ἐλλιπεῖς, οἵτινες καὶ ἀτελεῖς καλοῦνται. καὶ τέλειος μὲν ἀριθμός ἐστιν οὗ τὰ μέρη συντιθέμενα ἐξισοῦνται τῷ ὅλῳ,1 ὡς ἐπὶ τοῦ ἕξ· τούτου γὰρ τὰ μέρη συντιθέμενα τὸν ἓξ ἀριθμὸν ἀποτελοῦσιν· ἔχει γὰρ τὸ ἥμισυ τρία, τὸ τρίτον δύο καὶ τὸ ἕκτον μονάδα· ἰδοὺ ἕξ· τέταρτον γὰρ προσλαβεῖν οὐ δύναται, ἐπειδὴ ἐὰν προσλάβῃ τέταρτον, ἀναγκάζεται τμηθῆναι ἡ μονάς· οἱ δὲ ἀριθμητικοὶ οὐ τέμνουσι τὴν μονάδα. ὑπερτελὴς δὲ ἀριθμός ἐστιν οὗ τὰ μέρη συντιθέμενα ὑπὲρ τὸ ὅλον εὑρίσκονται, ὡς ἐπὶ τοῦ δώδεκα· τούτου γὰρ τὰ μέρη συντιθέμενα τὸν ἓξ καὶ δέκα ἀριθμὸν ἀποτελοῦσιν· ἔχει γὰρ τὸ ἥμισυ ἕξ, τὸ τρίτον τέσσαρα, τὸ τέταρτον τρία, τὸ ἕκτον δύο καὶ τὸ δωδέκατον μονάδα· ἰδοὺ δεκαέξ. ἐλλιπὴς δὲ ἀριθμὸς ἤτοι ἀτελής ἐστιν οὗ τὰ μέρη συντιθέμενα ἐλάττονα τοῦ ὅλου εὑρίσκονται, ὡς ἐπὶ τοῦ ὀκτώ· τούτου γὰρ τὰ μέρη συντιθέμενα τὸν ἑπτὰ ἀριθμὸν ἀποτελοῦσιν· ἔχει γὰρ τὸ ἥμισυ τέσσαρα, τὸ τέταρτον δύο καὶ τὸ ὄγδοον μονάδα· ἰδοὺ ἑπτά. τούτων οὖν οὕτως ἐχόντων ἐπειδὴ πρῶτος τέλειος ἀριθμὸς ὁ ἕξ ἐστιν (πρὸ αὐτοῦ γὰρ ἄλλος τέλειος οὐκ ἔστιν), τούτου χάριν ἕξ εἰσιν οἱ τῆς φιλοσοφίας ὁρισμοί· ἔδει γὰρ τὴν μητέρα τῶν τεχνῶν καὶ ἐπιστημῶν τῷ πρώτῳ καὶ τελείῳ ἀριθμῷ κεκοσμῆσθαι. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις.2

又作为直接的目的,它拥有单纯地制造一艘船,而作为间接的目的,拥有制造特定种类的船,例如或为一艘多尔孔船,或为一艘吕克诺斯船。因此,哲学同样既拥有底层对象又拥有终极目的,且二者各自是双重的;因为它既拥有直接的底层对象又拥有间接的[底层对象],目的也同样拥有直接的和间接的。并且它作为直接的底层对象拥有单纯的存在物,而作为间接的底层对象拥有特定种类的存在物,例如神圣与人类事务。又作为直接的目的,它拥有操练死亡,即带来激情的灭寂,而作为间接的目的,它拥有通过这一点,即通过带来激情的灭寂,而在人可能的最大限度上同化于神。因此,既然哲学如前所述既拥有底层对象又拥有终极目的,且二者各自是双重的,为了这一缘故,它便还拥有其他四个界说:两个取自底层对象,一个取自直接的底层对象,即说“哲学是关于存在物就其作为存在物而言的知识”,另一个取自间接的底层对象,即说“哲学是关于神圣与人类事务的知识”;两个取自终极目的,一个取自直接的目的,即说“哲学是对死亡的操练”,另一个取自间接的目的,即说“哲学是在人可能的最大限度上同化于神”。这便是表明为何哲学的界说是六个的来自划分的解答。而算术的解答则是如下:在诸数中,有些是完全数,有些是过剩数,有些是亏缺数,它们也被称为不完全数。完全数是其各部分相加等于整体的数,如在六的情况中;因为它的各部分相加便构成了六这个数;因为它作为二分之一拥有三,作为三分之一拥有二,作为六分之一拥有单位:看,这就是六;因为它不能再容纳四分之一,因为如果它容纳了四分之一,单位就必定会被分割;但算术学家们是不分割单位的。过剩数是其各部分相加被发现超过整体的数,如在十二的情况中;因为它的各部分相加便构成了十六这个数;因为它作为二分之一拥有六,作为三分之一拥有四,作为四分之一拥有三,作为六分之一拥有二,作为十二分之一拥有单位:看,这就是十六。亏缺数即不完全数,是其各部分相加被发现小于整体的数,如在八的情况中;因为它的各部分相加便构成了七这个数;因为它作为二分之一拥有四,作为四分之一拥有二,作为八分之一拥有单位:看,这就是七。既然这些情况如此,由于六是第一个完全数(因为在它之前没有别的完全数),为了这一缘故,哲学的界说是六个;因为诸技艺与诸知识的母亲理应用第一且完全的数来装饰。伴随这些内容,在神意佑助下,当前的这一讲也[告结束]。

语法注2 条
  1. 8.0οὗ τὰ μέρη συντιθέμενα ἐξισοῦνται τῷ ὅλῳ

    关系代词 οὗ 为所属格,修饰先行词 ἀριθμός。分词 συντιθέμενα 作状语(表示时间或条件,“当被相加时”),修饰动词 ἐξισοῦνται(中被动态,后接与格补足语 τῷ ὅλῳ)的主语 τὰ μέρη(中性复数)。晚期希腊语中中性复数主语常与复数动词(ἐξισοῦνται, ἀποτελοῦσιν)连用。

  2. 8.0ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις

    讲义(πρᾶξις)末尾的程式化结语。由带关系代词的介词短语 ἐν οἷς(“在这些内容中/伴随这些内容”)引出,其谓语动词(如 τελευτᾷ“结束”或 συμπεραίνεται“总结”)被省略。σὺν θεῷ(“在神意佑助下”)为插入短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:21.35-23.2