← 无敌的戴维

哲学导论

§20.25-21.35

哲学的六条定义及其通过划分的推导

在列举了构成第六章的六条哲学界说之后,作者引入第七章探讨为何界说恰好是这些,并通过实在与名称的划分,从哲学的名称、卓越性、底层对象和终极目的来推导这些界说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.0#1

Μεμαθηκότες τὸ πέμπτον κεφάλαιον ζητήσωμεν καὶ τὸ ἕκτον, ἐν ᾧ λέγομεν πόσοι καὶ ποῖοι τῆς φιλοσοφίας εἰσὶν ὁρισμοί. εἰσὶ δὲ οὗτοι· πρῶτος μὲν ὁ λέγων ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί’, δεύτερος δὲ ‘γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’, τρίτος ‘μελέτη θανάτου’, τέταρτος ‘ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’, πέμπτος ‘τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν’, ἕκτος ‘φιλοσοφία ἐστὶ φιλία σοφίας’ καὶ ταῦτα μὲν τὸ ἕκτον κεφάλαιον. Ἕβδομον δέ ἐστι κεφάλαιον, διὰ τί τοσοῦτοί εἰσιν οἱ τῆς φιλοσοφίας ὁρισμοὶ καὶ μήτε πλείονες μήτε ἐλάττονες. καὶ ἔστιν εἰπεῖν δύο λύσεις, μίαν μὲν ἀπὸ διαιρέσεως, ἑτέραν δὲ ἀριθμητικήν. ἔστι δὲ ἡ ἀπὸ διαιρέσεως αὕτη· εἰσί τινα ὑφεστηκότα μέν, μὴ ὀνομαζόμενα δέ, ὡς ἐπὶ τῶν ὄντων ἐν τῷ βυθῷ καὶ ἐν τοῖς ἀβάτοις ὄρεσιν· εἰσὶ γάρ τινα ἐν τῷ βυθῷ, ἅτινα εἰσὶ μέν, οὐκ ὀνομάζονται δὲ διὰ τὸ μὴ γινώσκεσθαι ὑφ’ ἡμῶν. καὶ πάλιν εἰσί τινα ὀνομαζόμενα μέν, μὴ ὑφεστηκότα δέ, ὡς ἐπὶ τοῦ ἱπποκενταύρου· τοῦτο γὰρ ὀνομάζεται μέν, οὐχ ὑφέστηκε δέ· οὐ γὰρ ἔστιν ἱπποκένταυρος. καὶ πάλιν εἰσί τινα καὶ ὀνομαζόμενα καὶ ὑφεστηκότα, ὥσπερ ὁ ἄνθρωπος καὶ αἱ τέχναι· καὶ γὰρ ὀνομάζονται καὶ εἰσίν. ἡ δὲ φιλοσοφία καὶ ὀνομάζεται καὶ ὑφέστηκεν, ὡς ἐν τῷ εἰ ἔστι1 μεμαθήκαμεν. καὶ ἐν πρώτοις τὴν ὕπαρξιν ἔχει· καὶ γὰρ ἡ φιλοσοφία μήτηρ τῶν τεχνῶν καὶ ἐπιστημῶν ἐστιν· ἐξ αὐτῆς γὰρ τὰς ἀρχὰς καὶ αἱ τέχναι καὶ αἱ ἐπιστῆμαι λαμβάνουσιν. οἷον ὁ γεωμέτρης λαμβάνει ὁμολογούμενον ὅτι σημεῖόν ἐστιν οὗ μέρος οὐδέν· τούτου δὲ τὴν αἰτίαν ὁ φυσικὸς φιλόσοφος οἶδε. καὶ πάλιν ὁ ἰατρὸς λαμβάνει ὁμολογούμενον ὅτι ἐκ τῶν τεσσάρων στοιχείων τὰ ἀνθρώπεια σώματα συνίστανται· τούτου δὲ τὴν αἰτίαν ὁ φυσικὸς φιλόσοφος οἶδε. καὶ πάλιν ὁ γραμματικὸς λαμβάνει ὁμολογούμενον ὅτι τὸ η καὶ τὸ ω μακρά εἰσι· τούτου δὲ τὴν αἰτίαν ὁ μουσικὸς φιλόσοφος οἶδεν. ἡ φιλοσοφία οὖν, ὡς εἴρηται, καὶ ὀνομάζεται καὶ ὑφέστηκε καὶ ἐν πρώτοις τὴν ὕπαρξιν ἔχει. καὶ ἐπειδὴ μὲν ὀνομάζεται, ἔχει ἐκ τοῦ ὀνόματος ὅρον τὸν λέγοντα ‘φιλοσοφία ἐστὶ φιλία σοφίας’, ἐπειδὴ δὲ ἐν πρώτοις ἔχει τὴν ὕπαρξιν, ἔχει τὸν ἐκ τῆς ὑπεροχῆς ὅρον τὸν λέγοντα ‘φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν’. ἐπειδὴ δὲ ὑφέστηκεν, ἔχει καὶ ὑποκείμενον, ἔχει καὶ τέλος, καὶ ἑκάτερον τούτων διττόν· πᾶσα γὰρ τέχνη καὶ ἐπιστήμη ἔχει καὶ ὑποκείμενον, ἔχει καὶ τέλος, καὶ ἑκάτερον τούτων διττόν· ἔχει γὰρ προσεχὲς ὑποκείμενον, ἔχει καὶ πόρρω ὑποκείμενον, καὶ πάλιν ἔχει καὶ προσεχὲς τέλος καὶ πόρρω τέλος. ἀλλ’ ἵνα σαφὲς ἡμῖν τὸ λεγόμενον γένηται, γυμνάσωμεν τὸν λόγον ἐπὶ τῆς ναυπηγικῆς. ἰστέον ὅτι ἡ ναυπηγικὴ ἔχει καὶ ὑποκείμενον, ἔχει καὶ τέλος, καὶ ἑκάτερον τούτων διττόν· ἔχει γὰρ καὶ προσεχὲς ὑποκείμενον καὶ πόρρω ὑποκείμενον, καὶ πάλιν ἔχει προσεχὲς τέλος καὶ πόρρω τέλος. καὶ προσεχὲς μὲν ὑποκείμενον ἔχει τὰ ἁπλῶς ξύλα,2 πόρρω δὲ ὑποκείμενον τὰ τοιάδε ξύλα, οἷον τὰ πεποιωμένα πρὸς τρόπιν καὶ πηδάλιον· πρῶτον γὰρ ὁ ναυπηγὸς λαμβάνει τὰ ἁπλῶς ξύλα, καὶ εἶθ’ οὕτως ζητεῖ ποῖα πεποίωνται πρὸς τρόπιν καὶ πηδάλιον.

在学习了第五章之后,让我们也来探讨第六章,在其中我们说明哲学的界说有多少以及是怎样的。它们是这些:第一个界说是说“哲学是关于存在物就其作为存在物而言的知识”;第二个是“关于神圣与人类事务的知识”;第三个是“对死亡的操练”;第四个是“在人可能的最大限度上同化于神”;第五个是“技艺之技艺与知识之知识”;第六个是“哲学是爱智慧”。第六章便包含这些内容。而第七章则是关于为何哲学的界说是这么多,既不多也不少。可以说有两种解答:一种来自划分,另一种是算术的。来自划分的解答如下:有些事物虽然实在存在,却没有名称,如在深海中和在无人涉足的山岳中的事物;因为深海中有某些事物,它们虽然存在,却由于不被我们所认识而没有名称。又有些事物虽然有名称,却没有实在存在,如在半人半马怪物的情况中;因为这虽然有名称,却没有实在存在;因为不存在半人半马怪物。又有些事物既有名称又有实在存在,就像人和诸技艺一样;因为它们既有名称又存在。而哲学则既有名称又有实在存在,正如我们在“是否存在”这一问题中所学到的。并且它原初地拥有其实在性;因为哲学实际上是诸技艺与诸知识的母亲;因为诸技艺与诸知识都是从哲学中获得其原理的。例如,几何学家把“点是没有部分之物”作为公认的前提接受下来;但自然哲学家知道此中的原因。又如,医生把人类身体由四元素组成作为公认的前提接受下来;但自然哲学家知道此中的原因。又如,文法学家把伊塔和欧米伽是长元音作为公认的前提接受下来;但音乐哲学家知道此中的原因。因此,如前所述,哲学既有名称又有实在存在,并且原初地拥有其实在性。正因为它有名称,它便拥有取自名称的界说,即“哲学是爱智慧”;正因为它原初地拥有实在性,它便拥有取自卓越性的界说,即“哲学是技艺之技艺与知识之知识”。而正因为它实在存在,它便既有底层对象,又有终极目的,且二者各自是双重的;因为一切技艺与知识都既有底层对象又有终极目的,且二者各自是双重的;因为它既有直接的底层对象,又有间接的底层对象,并且既有直接的目的,又有间接的目的。但为了使所说的话对我们而言变得明白,让我们在造船术上操练这一论述。应当知道,造船术既有底层对象又有终极目的,且二者各自是双重的;因为它既有直接的底层对象又有间接的底层对象,并且既有直接的目的又有间接的目的。它作为直接的底层对象拥有单纯的木材,而作为间接的底层对象拥有特定种类的木材,例如为龙骨和船舵而被规定了性质的木材;因为造船者首先获取单纯的木材,然后才以这种方式寻找哪些木材是为龙骨和船舵而被规定了性质的。

语法注2 条
  1. 8.0ἐν τῷ εἰ ἔστι

    间接疑问从句 εἰ ἔστι(“是否存在”)由中性定冠词 τῷ 名词化,构成介词短语,指代前文关于哲学“是否存在”的主题或章节。

  2. 8.0προσεχὲς μὲν ὑποκείμενον ἔχει τὰ ἁπλῶς ξύλα

    动词 ἔχει 的双宾格结构:τὰ ἁπλῶς ξύλα 为直接宾语(“单纯的木材”),而 προσεχὲς ὑποκείμενον 作为表语性宾格(“作为其直接的底层对象”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:20.25-21.35