← 无敌的戴维

哲学导论

§19.14-20.23

界说的过与不及与基于对象及目的的完备界说

大卫阐明界说的不可换位性源于要素的过多或不足,指出结合底层对象与终极目的的界说更为完全,并论证了为何在玻璃制造术和哲学等特例中仅凭单一要素亦可构成完全的界说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#4

τοῦτο δὲ γίνεται ἐκ τοῦ πλεονάζειν τὸν ὅρον ἢ ἐλλείπειν· καὶ γὰρ οὗτος ὁ πλεονάζων ὅρος οὐκ ἀντιστρέφει, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν γραμματικόν· οὗτος γὰρ πλεονάζων οὐκ ἀντιστρέφει· εἴ τι μὲν γὰρ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν γραμματικόν, τοῦτο ἄνθρωπος, οὐκ εἴ τι δὲ1 ἄνθρωπος, τοῦτο ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν γραμματικόν· οὐ γὰρ πᾶς ἄνθρωπος γραμματικός ἐστι. ἀλλὰ μὴν οὐδὲ ὁ ἐλλείπων ὅρος ἀντιστρέφει· οἷον ἄνθρωπός ἐστι ζῷον λογικόν· ἰδοὺ γὰρ οὗτος ὁ ὅρος ἐλλείπων οὐκ ἀντιστρέφει· εἴ τι μὲν γὰρ ἄνθρωπος, τοῦτο ζῷον λογικόν, οὐκ εἴ τι δὲ ζῷον λογικόν, τοῦτο ἄνθρωπος· οὐ μόνον γὰρ ἄνθρωπός ἐστι ζῷον λογικόν, ἀλλὰ καὶ ἄγγελοι καὶ δαίμονες. ταῦτα μὲν ἐν τούτοις. Ζητήσωμεν δὲ λοιπὸν ποῖοι ἐκ τῶν προρρηθέντων ὅρων εἰσὶ τέλειοι. ἰστέον ὅτι οἱ ἐκ τοῦ συναμφοτέρου, ἤγουν οἱ ἐξ ὑποκειμένου ἅμα καὶ τέλους, μᾶλλόν εἰσι τέλειοι (οἷον τεκτονική ἐστι τέχνη περὶ ξύλα καταγινομένη θρόνου περιποιητική), οἱ δὲ ἐκ τοῦ ὑποκειμένου μόνου ἢ καὶ ἀπὸ μόνου τοῦ τέλους ὡς ἐπὶ τὸ πλεῖστον οὐκ εἰσὶ τέλειοι, οἷον ἐὰν εἴπωμεν ἰατρική ἐστι τέχνη περὶ τὰ ἀνθρώπεια σώματα καταγινομένη, οὐκ ἀντιστρέφει· εἴ τι μὲν γὰρ ἰατρική, τοῦτο τέχνη περὶ τὰ ἀνθρώπεια σώματα καταγινομένη, οὐκ εἴ τι δὲ τέχνη περὶ τὰ ἀνθρώπεια σώματα καταγινομένη, τοῦτο ἰατρική· οὐ γὰρ μόνη ἡ ἰατρικὴ περὶ τὰ ἀνθρώπεια σώματα καταγίνεται, ἀλλὰ καὶ ἡ γυμναστικὴ καὶ ἡ κομμωτικὴ καὶ ἡ κουρευτική. καὶ πάλιν ἐὰν εἴπω ὅτι θυμός ἐστι ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος, οὐκ ἀντιστρέφει· εἴ τι μὲν γὰρ θυμός, τοῦτο ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος, οὐκ εἴ τι δὲ ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος, τοῦτο θυμός· δύναται γὰρ ζέσις εἶναι τοῦ περὶ τὴν καρδίαν αἵματος καὶ ἀπὸ πυρετοῦ. καὶ πάλιν ἐὰν εἴπω ὅτι ῥητορική ἐστι πειθοῦς δημιουργός, οὐκ ἀντιστρέφει· εἴ τι μὲν γὰρ ῥητορική, τοῦτο πειθοῦς δημιουργός, οὐκ εἴ τι δὲ πειθοῦς δημιουργός, τοῦτο ῥητορική· οὐ μόνη γὰρ ἡ ῥητορικὴ πειθοῦς δημιουργός, ἀλλὰ καὶ ἡ διαλεκτικὴ φιλοσοφία. πρόσκειται δὲ ἀνωτέρω ‘ὡς ἐπὶ τὸ πλεῖστον οὐκ εἰσὶ τέλειοι οἱ ἀπὸ τοῦ ὑποκειμένου μόνου λαμβανόμενοι ἢ οἱ ἀπὸ τοῦ τέλους μόνου’,2 ἐπειδὴ ἔστιν ὅτε εὑρίσκεται καὶ ὁ ἐκ τοῦ ὑποκειμένου μόνου λαμβανόμενος ὅρος τέλειος, οἷον ὡς ἐπὶ τῆς ὑαλουργικῆς· ἐὰν γὰρ εἴπωμεν ὅτι ὑαλουργική ἐστι τέχνη περὶ ὕαλον καταγινομένη, τέλειός ἐστιν ὅρος· εἴ τι μὲν γὰρ ὑαλουργική ἐστι, τοῦτο τέχνη περὶ ὕαλον καταγινομένη, καὶ εἴ τι περὶ ὕαλον καταγινομένη, τοῦτο τέχνη ἐστὶν ὑαλουργική· τῇ γὰρ ὑαλουργικῇ μόνῃ ὑπόκειται ὁ ὕαλος. ἐπὶ δὲ τῆς φιλοσοφίας καὶ ἀπὸ τοῦ τέλους μόνου καὶ ἀπὸ τοῦ ὑποκειμένου τέλειός ἐστιν ὁρισμός. καὶ ἀποροῦσί τινες λέγοντες διὰ τί ἐπὶ τῆς φιλοσοφίας ὁ ἐκ μόνου τοῦ ὑποκειμένου ὅρος τέλειός ἐστι καὶ ὁ ἐκ μόνου τοῦ τέλους. καὶ ἔστιν εἰπεῖν, ἐπειδὴ καὶ τὸ ὑποκείμενον τῇ φιλοσοφίᾳ αὐτῇ μόνῃ ὑπόκειται καὶ οὐκ ἄλλῳ τινί (τῇ γὰρ φιλοσοφίᾳ μόνῃ ὑπόκειται πάντα τὰ ὄντα), καὶ πάλιν καὶ τὸ τέλος τῆς φιλοσοφίας αὐτῆς μόνης ἐστὶ τέλος· μόνη γὰρ ἡ φιλοσοφία τὴν γνῶσιν πάντων τῶν ὄντων ἔχει καὶ δι’ αὐτῆς ὁμοιοῦται τῷ θεῷ. ταῦτα καὶ τὸ πέμπτον κεφάλαιον καὶ ἡ παροῦσα πρᾶξις.

而这是由于界说过多或不足所致。实际上,这种过多的界说是不可换位的,例如:“人是有理性的、会死的、能领会心灵与知识的、文法的动物”;因为这种过多的界说不可换位:因为如果有某物是有理性的、会死的、能领会心灵与知识的、文法的动物,这也就是人,但并非如果有某物是人,这也就是有理性的、会死的、能领会心灵与知识的、文法的动物;因为并非每个人都是文法学者。然而不足的界说也同样不可换位;例如:“人是有理性的动物”;因为看啊,这个不足的界说是不可换位的:因为如果有某物是人,这也就是有理性的动物,但并非如果有某物是有理性的动物,这也就是人;因为不仅人是有理性的动物,而且天使和神灵也是。关于这些就讲到这里。接下来让我们探讨上述界说中哪些是完全的。应当知道,取自二者结合的界说,即同时取自底层对象与终极目的的界说,是更为完全的(例如:“木工技艺是涉及木材、制作宝座的技艺”),而仅取自底层对象或仅取自终极目的的界说,在大多数情况下是不完全的。例如,如果我们说“医学是涉及人类身体的技艺”,它就不可换位:因为如果有某物是医学,这也就是涉及人类身体的技艺,但并非如果有某物是涉及人类身体的技艺,这也就是医学;因为不仅医学涉及人类身体,而且体操术、修饰术和理发术也涉及人类身体。又如,如果我说“愤怒是心周之血的沸腾”,它就不可换位:因为如果有某物是愤怒,这也就是心周之血的沸腾,但并非如果有某物是心周之血的沸腾,这也就是愤怒;因为心周之血的沸腾也可以是由发热引起的。又如,如果我说“修辞术是说服的制造者”,它就不可换位:因为如果有某物是修辞术,这也就是说服的制造者,但并非如果有某物是说服的制造者,这也就是修辞术;因为不仅修辞术是说服的制造者,而且辩证哲学也是。而在上文附加了“仅取自底层对象或仅取自终极目的的界说在大多数情况下是不完全的”,是因为有时仅取自底层对象的界说也被发现是完全的,如在玻璃制造术的情况下;因为如果我们说“玻璃制造术是涉及玻璃的技艺”,这就是一个完全的界说:因为如果有某物是玻璃制造术,这也就是涉及玻璃的技艺,而如果有某物是涉及玻璃的[技艺],这也就是玻璃制造术的技艺;因为玻璃仅是玻璃制造术的底层所依。但在哲学的情况下,仅取自终极目的的界说和取自底层对象的界说都是完全的。有些人提出疑难说:为什么在哲学的情况下,仅取自底层对象的界说是完全的,仅取自终极目的的界说也是完全的?可以说:因为哲学的底层对象仅作为它自身的底层所依而不作为其他任何事物的底层所依(因为一切存在物仅作为哲学的底层所依),并且哲学的终极目的也仅是它自身的终极目的;因为只有哲学拥有关于一切存在物的知识,并通过它而同化于神。第五章与本讲即包含这些内容。

语法注2 条
  1. 7.0οὐκ εἴ τι δὲ

    否定词 οὐκ 置于由 εἴ τι 引导的条件句之首,否定整个蕴涵命题(即“并非如果有……就……”)。它与前文由 μὲν ... δέ 对应的肯定条件句“εἴ τι μὲν γὰρ... τοῦτο...”形成对比。

  2. 7.0πρόσκειται δὲ ἀνωτέρω ‘ὡς ἐπὶ τὸ πλεῖστον οὐκ εἰσὶ τέλειοι οἱ ἀπὸ τοῦ ὑποκειμένου μόνου λαμβανόμενοι ἢ οἱ ἀπὸ τοῦ τέλους μόνου’

    被动语态第三人称单数动词 πρόσκειται(被附加)以引号内的整句话作为语法主语。这是注解者对自己先前所加限制性修饰语的自我说明与补充。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:19.14-20.23