- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:2.31-4.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫提出了否定哲学实存者的两个论证(一是由于存在者的同名异义性导致其不可知,二是万物处于流转之中以及认识者与被认识者无法适应),并通过“异议”与“并置反驳”驳斥了前者,通过确立哲学以不变的普遍者而非变动的个别者为对象反驳了后者。
Καθάπερ ἐν τῇ προτέρᾳ θεωρίᾳ ὑπεσχόμεθα, ἔλθωμεν καὶ τοὺς λόγους τῶν βουλομένων ἀνελεῖν τὴν ὕπαρξιν τῆς φιλοσοφίας ἐκθώμεθα καὶ τούτων τὴν ἀνατροπὴν ὡς οἷόν τέ ἐστι ποιησώμεθα. πρῶτον μὲν ἐπιχείρημα τῶν ἀνατρεπόντων τὴν φιλοσοφίαν ἐστὶ τοῦτο· τὸ ὂν τῶν ὁμωνύμων ἐστίν, τὰ ὁμώνυμα ὅρῳ οὐ καθυποβάλλονται, τὰ ὅρῳ μὴ καθυποβαλλόμενα γνώσει οὐχ ὑποπίπτουσι, τὸ ὂν ἄρα ἄγνωστόν ἐστιν. εἰ δὲ ἡ φιλοσοφία γνῶσις τῶν ὄντων ἐστί, δῆλον ὅτι ἄγνωστός ἐστιν, εἴ γε τὸ ὂν ἄγνωστόν ἐστι. πρὸς τοῦτο τὸ ἐπιχείρημα διττῶς ὑπαντῶμεν τῇ τε ἐνστάσει κεχρημένοι καὶ τῇ ἀντιπαραστάσει. ἰστέον δὲ ὅτι ἐνστάσεως μὲν ἔργον ἐστὶ τὸ ἐκ βαλβῖδος αὐτῆς1 καὶ εὐθέως ἐκ προοιμίων ἀνατρέπειν τοὺς δι’ ἐναντίας λόγους, ἀντιπαραστάσεως δὲ τὸ δέξασθαι μὲν τὸν λόγον ὡς ἀληθῆ δεῖξαι δὲ αὐτὸν μηδαμῶς καταβλάπτοντα τὸ προκείμενον, ἀλλὰ μάτην εἰρημένον. ἀνατρέποντες οὖν τὸ ἐπιχείρημα τῶν ἀνατρεπόντων τὴν φιλοσοφίαν κεχρήμεθα τῇ ἐνστάσει, λέγοντες ὅτι τὸ ὂν οὐκ ἔστι τῶν ὁμωνύμων ἀλλὰ τῶν ἀφ’ ἑνός (τί δέ ἐστι τὰ ὁμώνυμα καὶ τί τὰ ἀφ’ ἑνός, προκόπτοντες μαθησόμεθα), τῇ δὲ ἀντιπαραστάσει κεχρήμεθα λέγοντες ὅτι εἰ καὶ δῶμεν τῶν ὁμωνύμων εἶναι τὸ ὄν, οὐ παρὰ τοῦτο ἄγνωστόν ἐστι· καὶ γὰρ δύναται τὰ ὁμώνυμα ὅρῳ καθυποβληθῆναι· κανὼν γάρ ἐστι διαλεκτικὸς ὁ λέγων ὅτι ἐπὶ τῶν ὁμωνύμων τρία δεῖ ζητεῖν, πόσα σημαινόμενα ἔχει τὸ ὁμώνυμον, καὶ περὶ ποίου σημαινομένου ἐστὶν ὁ λόγος, καὶ εἶθ’ οὕτως ὑπογράψαι ἢ ὁρίσασθαι τὸ ἓν τῶν σημαινομένων περὶ οὗ ἐστιν ὁ λόγος. οἷον παραδείγματι σαφηνίσωμεν τὸ λεχθέν· ἡνίκα περὶ κυνός ἐστιν ὁ λόγος, ἐπειδὴ αὕτη ἡ φωνὴ τῶν ὁμωνύμων ἐστίν, δεῖ πρῶτον λέγειν πόσα σημαινόμενα ἔχει, οἷον ὅτι σημαίνει τόν τε ἀστρῷον καὶ τὸν θαλάττιον καὶ τὸν χερσαῖον, καὶ δεύτερον περὶ ποίου κυνὸς ἐστιν ὁ λόγος, εἶτα ὑπογράφειν αὐτὸ ἢ ὅρῳ καθυποβάλλειν· οἷον εἰ περὶ τοῦ χερσαίου κυνός ἐστιν ὁ λόγος, λέγομεν ὅτι ἐστὶ ζῷον τετράπουν ὑλακτικόν. οὕτως οὖν καὶ ἐπὶ τοῦ ὄντος τὰ τρία ταῦτα ζητοῦμεν· ζητοῦμεν γὰρ πρῶτον πόσα σημαινόμενα ἔχει καὶ λέγομεν ὅτι κατὰ δέκα σημαινομένων φέρεται, ἤγουν κατὰ τῶν δέκα κατηγοριῶν. καὶ δεύτερον ζητοῦμεν περὶ ποίου σημαινομένου ἐστὶν ὁ λόγος, ἆρα περὶ οὐσίας ἢ περὶ ποσοῦ ἢ περὶ ποιοῦ ἢ περὶ τῶν ἑξῆς κατηγοριῶν. τότε ζητοῦμεν ὁρισμῷ ἢ ὑπογραφῇ καθυποβάλλειν. εἰ ἄρα οὖν ὁρισμῷ καθυποβάλλεται, δῆλον ὅτι οὐκ ἔστιν ἄγνωστον τὸ ὄν. Τὸ δὲ δεύτερον ἐπιχείρημα τῶν ἀνατρεπόντων τὴν φιλοσοφίαν προέρχεται τοῦτον τὸν τρόπον· τὰ ὄντα ἐν ῥοῇ καὶ ἀπορροῇ εἰσι καὶ στάσεως οὐδεμιᾶς τυγχάνουσι· φθάνει γὰρ τὸν λόγον ἀμειφθέντα τὰ πράγματα·2 καὶ γὰρ σχεδὸν πρὸ τοῦ ῥηθῆναι τὸν περὶ αὐτῶν λόγον ἀμείβονται τὰ πράγματα. καὶ φέρουσι παράδειγμα τοιοῦτον, ὅτι ὥσπερ ἐν ποταμῷ ἐν τῷ αὐτῷ ὕδατι οὐ δύναταί τις βρέξαι δὶς τὸν πόδα, ἢ ὥσπερ ἕτεροι ἐπιτείνοντες τὴν ἀπορίαν λέγουσιν ὅτι οὐδὲ ἅπαξ δύναταί τις ἐν τῷ αὐτῷ ὕδατι βρέξαι τὸν πόδα ἐκείνου τοῦ ὕδατος παρερχομένου συντόμως καὶ ἄλλου ἐπερχομένου, οὕτω καὶ τὰ πράγματα ἐν ῥοῇ καὶ ἀπορροῇ ὄντα στάσεως οὐδεμιᾶς τυγχάνουσι καὶ δῆλον ὅτι γνώσει οὐχ ὑποπίπτουσιν· ἐν τῷ γὰρ θέλειν τινὰ γινώσκειν αὐτὰ ἀμείβονται καὶ ἄλλοτε ἄλλως ἔχουσι, καὶ οὐ καταλαμβάνει τις γνῶναι αὐτά. πῶς οὖν ἡ φιλοσοφία γνῶσις τῶν ὄντων ἐστίν, ὅπου τὰ ὄντα ἐν ῥοῇ καὶ ἀπορροῇ ὄντα ἄγνωστά εἰσιν; ἄλλως τε δέ φασιν· ἵνα γένηται κατάληψις, θέλει τὸ γινῶσκον ἐφαρμόζεσθαι τῷ γνωστῷ.3 καὶ γινῶσκον μὲν λέγουσι τὴν ψυχὴν γνωστὸν δὲ τὸ πρᾶγμα τὸ ὑποκείμενον ἤγουν τὸ γινωσκόμενον. ἵνα δὲ γένηται ἐφαρμογή, τοῦτ’ ἔστιν ἁρμοδία κατάληψις, θέλει τὸ γνωστὸν ἢ μὴ κινεῖσθαι ἀλλ’ ἀεὶ ὡσαύτως ἔχειν, ἢ εἰ κινεῖται τὸ γνωστὸν καὶ μεταβάλλεται, θέλει καὶ τὸ γινῶσκον ἤγουν ἡ ψυχὴ συγκινεῖσθαι καὶ συμμεταβάλλεσθαι, καὶ τυχὸν εἰ γίνεται τὸ γνωστὸν λευκόν, θέλει καὶ ἡ ψυχὴ λευκὴ εἶναι, καὶ εἰ γίνεται ὕδωρ, θέλει καὶ ἡ ψυχὴ ὕδωρ γίνεσθαι. ἀλλὰ μὴν ἡ ψυχὴ οὐ συμμεταβάλλεται τῷ γνωστῷ· δῆλον 〈οὖν〉 ὅτι οὐ δύναται γνῶναι αὐτό. ἆρα οὖν ἡ φιλοσοφία γνῶσις τῶν ὄντων εἶναι οὐ δύναται, ὅπου τὰ ὄντα γνώσει οὐ καθυποβάλλονται. ταῦτα μὲν οὗτοι. ἔστι δὲ εἰπεῖν πρὸς αὐτούς· πρῶτον μὲν ἡ φιλοσοφία οὐ καταγίνεται περὶ τὰ μερικά, ἅτινά εἰσιν ἐν ῥοῇ καὶ ἀπορροῇ, ἀλλὰ περὶ τὰ καθόλου, ἅτινα οὐ μεταβάλλεται, ἀλλ’ ἀεὶ ὡσαύτως ἔχει.
正如我们在上一篇考察中所许诺的,来吧,让我们陈列出那些企图废除哲学实存的人的论据,并尽可能对其实施驳倒。那些推翻哲学的人的第一个论证如下:“存在者属于同名异义之物,同名异义之物不服从定义,不服从定义之物不落入知识之中;因此存在者是不可知的。而如果哲学是对存在者的知识,那么既然存在者是不可知的,显然哲学也是不可知的。”针对这一论证,我们以双重方式予以回应,既运用了“异议”,又运用了“并置反驳”。应当知道的是,“异议”的功用在于从起跑线本身开始、从开端直接推翻对方的言论;而“并置反驳”的功用在于承认该言论为真,但表明它丝毫不损害当前的主题,而是徒劳之谈。因此,在推翻那些推翻哲学的人的论证时,我们运用“异议”,指出存在者并不属于同名异义之物,而是属于“源自单一者之物”(至于什么是同名异义之物,什么是“源自单一者之物”,我们在接下来的进展中将会学到);我们运用“并置反驳”,指出即使我们承认存在者属于同名异义之物,它也不会因此就是不可知的;因为同名异义之物也能够服从定义。事实上有一条辩证法规则指出:对于同名异义之物必须探究三件事,即该同名异义词有多少个涵义、讨论所涉及的是哪一个涵义、然后依此方式对讨论所涉及的那一个涵义加以描画或定义。例如,让我们用一个例证来阐明所说的话:当讨论涉及“狗”时,由于这一语词属于同名异义之物,必须首先说出它有多少个涵义,比如它指天上的狗宿、海中的狗鱼和陆地上的狗;其次要说明讨论所涉及的是哪一种狗;然后对其加以描画或使其服从定义;例如,若讨论涉及陆地上的狗,我们就说它是“吠叫的四足动物”。因此,在对待存在者时我们也同样探究这三件事:因为我们首先探究它具有多少个涵义,并说明它是根据十个涵义来言说的,即根据十个范畴;其次我们探究讨论所涉及的是哪一个涵义,是关于实体、数量、性质、还是接下来的范畴;那时我们才寻求使其服从定义或描画。由此可见,如果它服从定义,显然存在者就不是不可知的。 而那些推翻哲学的人的第二个论证则以这种方式展开:“存在者处于流动与流失之中,不享有任何静止;因为事物先于言论就已经发生了变化;事实上,几乎在关于它们的言论被说出之前,事物就已经改变了。”他们提出了这样的例证:正如在一条河流中,人无法在同一流水中浸足两次;或者如另外一些深化这一难题的人所说,由于那流水迅速流逝而另一流水奔涌而来,人甚至连一次都无法在同一流水中浸足;同样,事物既然处于流动与流失之中,就不享有任何静止,显然它们不落入知识之中;因为在某人企图认识它们的过程中,它们就已经改变且处于不同状态,没有任何人能赶上而认识它们。既然存在者处于流动与流失中且不可知,那么哲学又怎能是对存在者的知识呢?此外他们还说:“为了产生领悟,认识者必须适应于被认识者。”他们说认识者是灵魂,而被认识者是作为底层的事物,即被认识的对象。“而为了产生适应,即恰当的领悟,被认识者要么不运动而始终保持同一状态,要么如果被认识者运动并改变,认识者即灵魂也必须一同运动并一同改变;碰巧如果被认识者变白,灵魂也必须变白;如果被认识者变成水,灵魂也必须变成水。然而灵魂并不同被认识者一同改变;因此显然它无法认识它。所以,在存在者不服从知识的地方,哲学不可能成为对存在者的知识。”他们的论述就是这些。然而可以对他们反驳说:首先,哲学并非致力于处于流动与流失之中的个别事物,而是致力于不发生改变、始终保持同一状态的普遍事物。
- 3.0ἐκ βαλβῖδος αὐτῆς
借用βαλβίς(古代赛跑起跑线)的比喻性短语,作副词性用法,意为“从起跑线本身开始”或“从一开始就”,后文的εὐθέως ἐκ προοιμίων(“直接从开端”)对其作了进一步解释。
- 3.0φθάνει γὰρ τὸν λόγον ἀμειφθέντα τὰ πράγματα
动词φθάνω(“先于……做”、“先于”)支配宾格补足语(τὸν λόγον)以及与主语一致的分词(ἀμειφθέντα,中性复数主格),构成“事物先于言论发生变化”的结构。后一句用介词短语σχεδὸν πρὸ τοῦ ῥηθῆναι...对该结构作了同义转述。
- 3.0θέλει τὸ γινῶσκον ἐφαρμόζεσθαι τῷ γνωστῷ
在晚期希腊语解说文中,θέλω接不定式常取代古典期的愿望含义,表示客观的必然性或要求(相当于δεῖ或χρή,“认识者必须适应于……”)。后文中相继出现的θέλει τὸ γνωστὸν ἢ μὴ κινεῖσθαι与θέλει καὶ ἡ ψυχὴ λευκὴ εἶναι亦属同类情态用法。
