← 无敌的戴维

哲学导论

§1.4-2.29

哲学的定义与四项探究课题

大卫赞颂对哲学的爱欲及其作为存在者知识的定义,依循亚里士多德的规则阐述了四项探究(是否存在、是什么、是怎样的、因何存在)的必然性,并预告将反驳怀疑哲学实存的人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0

Οἱ τῶν τῆς φιλοσοφίας λόγων ἐρῶντες καὶ τῆς ἐκ τούτων ἡδονῆς ἄκρῳ δακτύλῳ γευσάμενοι, πάσῃ τῇ τοῦ βίου φροντίδι χαίρειν εἰπόντες,1 σώφρονί τινι μανίᾳ πρὸς τούτους ἐλαυνόμενοι φαίνονται καὶ τῇ τῶν ὄντων ἐπιστήμῃ συντόμως αὐτῶν ψυχαγωγοῦσι τὸν ἔρωτα· ἐπιστήμη δὲ τῶν ὄντων ἐστὶν ἡ φιλοσοφία, ὡς σὺν θεῷ μαθησόμεθα. ἐπεὶ τοίνυν καὶ ἡμᾶς σοφὸς ἔρως καὶ πολλὴ προθυμία εἰς τοῦτον διήλασε τὸν ἀγῶνα, φέρε τὸν τῆς φιλοσοφίας θεῖον ἀγῶνα ὑποδυσώμεθα, μὴ τὸ παρὸν δυσχερὲς ἐπιλογιζόμενοι, ἀλλὰ πρὸς τὸ πέρας τῆς θείας ἐπαγγελίας αὐτῆς ἀποβλέποντες πάντα μόχθον ἐλάττονα καὶ δεύτερον αὐτῆς ἡγησώμεθα. Δοκεῖ δέ μοι μικρὸν ἀναβάλλεσθαι τὴν ἐγκύκλιον ἐξήγησιν Ἀριστοτελικοῖς πειθομένῳ2 θεσμοῖς, ὡς δεῖ ἐν ἑκάστῳ σχεδὸν πράγματι τὰ τέσσαρα ταῦτα ζητεῖν κεφάλαια· εἰ ἔστι, τί ἐστι, ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι. καὶ εἰκότως τὰ τέσσαρα ταῦτα ζητοῦμεν· τῶν γὰρ πραγμάτων τὰ μὲν ἀνύπαρκτά ἐστιν, ὡς τραγέλαφος, σκινδαψός, βλίτυρι καὶ τὰ λοιπά, ὅσα ἡ ἡμετέρα διάνοια διαπλάττεται, τὰ δὲ ὕπαρξιν ἔχει. καὶ τούτων αὖθις τῶν ὕπαρξιν ἐχόντων τὰ μὲν ἀμφιβαλλομένην ἔχει τὴν ὕπαρξιν, ὡς ἄναστρος σφαῖρα ἢ ὡς ἀντίποδες (ταῦτα γὰρ ἀμφιβάλλονται εἴτε εἰσὶν εἴτε οὔ), τὰ δὲ οὐκ ἀμφιβαλλομένην ἀλλ’ ὁμολογουμένην, ὥσπερ ἄνθρωπος ἢ βοῦς. καὶ ἐπὶ μὲν τῶν ὕπαρξιν ἐχόντων ἀμφιβαλλομένην δὲ ζητοῦμεν τὸ εἰ ἔστιν, ἐπὶ δὲ τῶν ὁμολογουμένην ἐχόντων τὴν ὕπαρξιν ζητοῦμεν τὸ τί ἐστι. τὸ δὲ τί ἐστιν ἢ δι’ ὀνόματος ἢ δι’ ὁρισμοῦ γινώσκεται, δι’ ὀνόματος μέν, ὅταν βλέπωμέν τι καὶ ἐρωτῶμεν τί ἐστι, καὶ λέγωμεν ὅτι ‘ἄνθρωπος’, δι’ ὁρισμοῦ δέ, ὅταν λέγωμεν ‘ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν’. εἶτα δὲ ἐπειδὴ τὰ πράγματα οὐ μόνον κοινωνοῦσιν ἀλλὰ καὶ διαφέρουσιν (καὶ γὰρ τὰ ζῷα οὐ μόνον κοινωνοῦσι κατὰ τὸ γένος καθὸ ζῷα, ἀλλὰ καὶ διαφέρουσι, καθὸ τὰ μὲν λογικὰ τὰ δὲ ἄλογα), διὰ τοῦτο ζητοῦμεν τὸ ὁποῖόν τί ἐστιν, ἵνα γνῶμεν τὰς διαφοράς· καὶ γὰρ τῷ ὅρῳ συναναφαίνονται αἱ διαφοραί. [ἰστέον δὲ ὅτι ἡνίκα τὸ τί ἐστι δι’ ὀνόματος ἐκφέρεται, τότε δεῖ ζητεῖν τὸ ὁποῖόν τί ἐστιν, ἡνίκα δὲ δι’ ὅρου γινώσκεται, τότε οὐ δεῖ ζητεῖν ὁποῖόν τί ἐστιν, ἀλλὰ τὸ διὰ τί ἐστιν.] ἐπειδὴ δὲ πάντα πρός τι τέλος ὁρῶσι καὶ οὐδὲν μάτην οὔτε ὁ δημιουργὸς οὔτε ἡ φύσις οὔτε ἡ τέχνη ἐπενόησεν, τούτου χάριν ζητοῦμεν τὸ διὰ τί ἐστιν· οἷον διὰ τί ἐστι κλίνη; διὰ τὴν τῶν ἀνθρώπων ἀνάπαυσιν. καὶ πάλιν διὰ τί ἐστιν ἄνθρωπος; διὰ τὸ κοσμῆσαι τόδε τὸ πᾶν· καὶ γὰρ τὸ πᾶν ἀτελὲς ἦν, εἰ μὴ ἦν τὸ ἀνθρώπειον γένος, ὡς δηλοῖ καὶ ὁ Πλάτων ἐν τῷ Τιμαίῳ· ποιεῖ γὰρ τὸν δημιουργὸν λέγοντα μετὰ τὴν ποίησιν οὐρανοῦ καὶ γῆς ‘ἔτι λείπεται τρία γένη ἡμῖν θνητὰ καὶ ἀγέννητα, ὧν μήπω γενομένων3 ὁ οὐρανός, φησίν, ἐστὶν ἀτελής’. οὐρανὸν δὲ ἐκάλεσε τὸν κόσμον ἐκ τοῦ περιέχοντος ὀνομάσας τὸ περιεχόμενον. Ἐπεὶ τοίνυν ἡ φιλοσοφία ἐστὶν ἡμῖν τὸ προκείμενον, τὸ κάλλιστόν τε καὶ τιμιώτατον τῶν ἐν ἀνθρώποις πράξεων, ἥτις παρ’ ἡμῖν μὲν οὐκ ἀμφιβάλλεται, παρὰ δέ τισιν ἀμφιβάλλεται τυφλοῖς ἐοικόσι περὶ χρωμάτων συλλογιζομένοις, οὓς ὁ Σταγειρίτης φησίν (οἱ γὰρ ἐκ γενετῆς τυφλοὶ οὐ δύνανται περὶ χρωμάτων συλλογίσασθαι· οὐ γὰρ ἴσασι τί ἐστι χρῶμα), φέρε τοὺς τούτων λόγους εἰς μέσον ἐκθώμεθα καὶ τὴν τούτων ἀνατροπὴν ὡς οἷόν τέ ἐστι ποιησώμεθα σαφῶς ἐλέγχοντες τὴν τούτων ἄνοιαν. τίνες δὲ εἰσιν οἱ τούτων λόγοι, ἐν τῇ ἐφεξῆς θεωρίᾳ μαθησόμεθα.

那些热爱哲学论说、并用指尖尝过由此而来的快乐的人,在向生命的一切忧虑告别之后,似乎被一种有节制的狂热驱赶向这些论说,并通过对存在者的知识迅速引导着他们的爱欲;正如我们在神的助佑下将要学到的那样,哲学正是对存在者的知识。因此,既然一种明智的爱欲和巨大的热忱也将我们驱赶进了这场竞赛,来吧,让我们投身于哲学的神圣竞赛之中,不要盘算眼前的艰难,而是望向她神圣许诺的终点,将一切劳苦视为次于她且居于第二位的。 在我看来,依循亚里士多德式的规则,似乎应当将通例的讲读稍作推延,因为在几乎每一事物中都应当探究这四个核心论题:是否存在、是什么、是怎样的、以及因何存在。我们探究这四者是合情合理的。因为在事物中,有些是根本不存在的,如鹿角山羊、斯金达普索斯、布利提里以及我们理智所塑造出的其余一切;而另一些则具有实存。在具有实存的事物中,有些实存是存疑的,如无星之天球或对跖点的人(因为人们对这些事物是否存在存有疑问),另一些则是未存疑而无可争议的,如人或牛。在具有实存但其存疑的事物上,我们探究其“是否存在”;而在具有无可争议的实存的事物上,我们探究其“是什么”。而“是什么”是通过名称或通过定义被认识的:通过名称,是指当我们看见某物并问它是什么时,我们说它是“人”;通过定义,是指当我们说它是“有理性的、必死的、能接受理智和科学知识的动物”时。其次,由于事物不仅具有共同之处,而且彼此相异(因为动物不仅就其为动物而言在属上相通,而且彼此相异,即一部分是有理性的,一部分是无理性的),为此我们探究其“是怎样的”,以便认识其差异;因为诸差异是随定义一同显现出来的。[应当知道的是,当“是什么”通过名称被表述时,那时必须探究“是怎样的”;但当它通过定义被认识时,那时就不应探究“是怎样的”,而应探究“因何存在”。]又因为一切事物都朝向某个目的,无论是造物主、自然还是技艺都没有徒劳地构想任何东西,为此我们探究“因何存在”。例如,因何存在床?是为了人的休息。再如,因何存在人?是为了装饰这整个宇宙;因为正如柏拉图在《蒂迈欧篇》中所指出的那样,若没有人类,整个宇宙本是不完全的。他描写造物主在造出天地之后说道:“对于我们来说还剩下三种必死且未生的族类,在这些族类尚未生成之时,天,”他说,“是不完全的。”他将宇宙称为“天”,是用包容者来命名被包容者。 因此,既然哲学是摆在我们面前的课题,是人类诸实践中最美好、最尊贵者——这在我们之中是不存疑的,但在某些如同盲人推论颜色般的人那里却是存疑的,正如斯塔吉拉人所说(因为先天失明的人无法推论颜色,因为他们不知道颜色是什么)——来吧,让我们把他们的论据公之于众,并尽可能对其实施驳倒,清晰地揭露他们的愚昧。至于他们的论据具体为何,我们将在接下来的理论讨论中学习到。

语法注3 条
  1. 2.0πάσῃ τῇ τοῦ βίου φροντίδι χαίρειν εἰπόντες

    此为惯用表达 χαίρειν λέγω(向……告别、抛弃)后接与格补足语 πάσῃ τῇ τοῦ βίου φροντίδι,意为“向生命的一切忧虑告别之后”。

  2. 2.0πειθομένῳ

    阳性单数与格分词,与非人称动词 δοκεῖ 的与格补足语 μοι 一致,表明说话者自身依循亚里士多德式的规则。

  3. 2.0ὧν μήπω γενομένων

    带有否定词 μή 的属格绝对结构,起条件从句的作用(“若这些尚未生成”)。关系代词 ὧν 指向前行词 τρία γένη。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:1.4-2.29