- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:4.24-6.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫完成了对否定哲学的第二个论证(关于流动个体的不可知性)的反驳,并针对企图推翻理论哲学三部分(数学、物理学、神学)的第三个论证予以回应:既指出了其遗漏实践哲学,又通过天体运动推导唯一、非物体的永恒神圣推动者,以此维护理论哲学的各门学科。
δεύτερον δὲ εἰ καὶ δῶμεν αὐτὴν περὶ τὰ μερικὰ καταγίνεσθαι, οὐ παρὰ τοῦτο οὐ δύναταί τις καταλαβέσθαι,1 καθὸ τὸ γινῶσκον ἤγουν ἡ ψυχὴ οὐ συμμεταβάλλεται τῷ γνωστῷ ἤγουν τῷ ὑποκειμένῳ πράγματι· κατὰ γὰρ τοῦτον τὸν λόγον οὐδὲ τὸ θεῖον εἴσεταί τι τῶν γινομένων, ἐπειδὴ οὐ συμμεταβάλλεται τοῖς πράγμασιν, ἀλλ’ ἀεὶ ὡσαύτως ἔχει. καὶ πάλιν κατὰ τοῦτον τὸν λόγον ὁ ἰατρὸς κατὰ φύσιν ὢν οὐ δύναται γνῶναι τὰ παρὰ φύσιν, τοῦτ’ ἔστιν ὅταν ὑγιαίνῃ, οὐ δύναται διακρῖναι τὴν νόσον, ἀλλ’ ἀναγκάζεται νοσεῖν, ἵνα τὴν νόσον διακρίνῃ. ἔτι δὲ πολλάκις ἡ ψυχὴ πρὸ τοῦ ἀμειφθῆναι τὰ πράγματα γινώσκει αὐτά, ὡς καὶ ὁ Πλάτων δηλοῖ λέγων ‘αἱ γὰρ τῶν σπουδαίων ψυχαὶ οὐ μόνον κατόπιν ἔρχονται τῶν πραγμάτων, ἀλλὰ καὶ προφθάνουσιν αὐτὰ καὶ προγινώσκουσι πρὸ τοῦ ἀμειφθῆναι’. καὶ ταῦτα μὲν ἐν τούτοις. Τρίτον δὲ ἐπιχείρημα οἱ ἀνατρέποντες τὴν φιλοσοφίαν φασὶ τοῦτο· τὰ γινωσκόμενα αἰσθήσει ὑποπίπτουσιν, ὡς καὶ ὁ Πλάτων δηλοῖ λέγων ‘ὁ γὰρ δημιουργὸς ὄψιν καὶ ἀκοὴν ἡμῖν ἐδωρήσατο, ἵνα διὰ τούτων τὸ τῆς φιλοσοφίας κατορθώσωμεν γένος’. τοῦτο λαβόντες ὡς ὁμολογούμενον φασιν ὅτι εἰ δείξομεν ἐκ τῆς ὑμῶν διαιρέσεως μὴ δυνάμενα εἶναι τὰ μέρη τῆς φιλοσοφίας, δῆλον ὅτι οὐ συνίσταται ἡ φιλοσοφία. φασὶν οὖν ὅτι καθ’ ὑμᾶς ἡ φιλοσοφία διαιρεῖται εἰς θεωρητικὸν καὶ πρακτικόν, τὸ θεωρητικὸν πάλιν εἰς μαθηματικὸν φυσιολογικὸν καὶ θεολογικόν· εἰ ἄρα οὖν ταῦτα ἀνατρέψομεν, δῆλον ὅτι οὐ συνίσταται ἡ φιλοσοφία. φασὶν ὅτι τὸ μαθηματικὸν οὐκ ἔστι μέρος τῆς φιλοσοφίας, ὡς καὶ ὁ Πλάτων δοξάζει· καὶ γὰρ οὗτος τὸ μαθηματικὸν οὐ δοξάζει μέρος τῆς φιλοσοφίας ἀλλὰ προγύμνασμά τι, ὥσπερ τὴν γραμματικὴν καὶ τὴν ῥητορικήν. ὅθεν κἀν τῷ ἀκροατηρίῳ ἐπέγραψεν· “ἀγεωμέτρητος μηδεὶς εἰσίτω”. τὸ δὲ φυσιολογικόν, φασίν, ἀνατέτραπται διὰ τοῦ δευτέρου ἐπιχειρήματος τοῦ λέγοντος ὅτι τὰ ὄντα ἐν ῥοῇ καὶ ἀπορροῇ εἰσιν, τὸ δὲ θεολογικὸν ἀνατέτραπται οὕτως· φασὶ γὰρ ὅτι τὰ θεῖα αἰσθήσει οὐ καθυποβάλλονται, τὰ δὲ αἰσθήσει μὴ καθυποβαλλόμενα γνώσει οὐχ ὑποπίπτουσι, τὰ θεῖα ἄρα ἄγνωστά εἰσι. ταῦτα μὲν ἐν τούτοις. Ἔστι δὲ εἰπεῖν ὅτι περὶ τοῦ πρακτικοῦ τέως οὐδὲν εἰρήκασιν, ὅπερ ἀντιδιαιρεῖται τῷ θεωρητικῷ, καὶ δῆλον ὅτι οὐκ ἀνεῖλον πᾶσαν τὴν φιλοσοφίαν· καὶ γὰρ καὶ τὸ πρακτικὸν μέρος τῆς φιλοσοφίας. καὶ τοῦτο δηλοῖ ὁ Πλάτων λέγων ὅτι ‘οὐ μόνον φιλόσοφον λέγω τὸν πολλὰ εἰδότα καὶ πολλὰ ἀποστηθίσαι δυνάμενον, ἀλλὰ καὶ τὸν ἀκηλίδωτον καὶ ἄρρυπον βίον κτησάμενον’, ὅπερ ἐστὶν ἔργον πρακτικοῦ φιλοσόφου. ταῦτα μὲν ἐν τούτοις. ἔλθωμεν δὲ καὶ ἀπολογησώμεθα περὶ τοῦ μαθηματικοῦ καὶ φυσιολογικοῦ καὶ θεολογικοῦ. καὶ περὶ μὲν τοῦ μαθηματικοῦ ἔστιν εἰπεῖν ὅτι οὐ δοξάζει ὁ Πλάτων τοῦτο μὴ εἶναι μέρος τῆς φιλοσοφίας, εἰ μὴ τῆς ἄκρας φιλοσοφίας ἤγουν τοῦ θεολογικοῦ·2 τούτου γὰρ δοξάζει μὴ εἶναι μέρος αὐτό· ὅτι γὰρ ἐπίσταται τὸ μαθηματικὸν μέρος τῆς φιλοσοφίας δῆλον, εἴ γε καὶ ἐπιστήμην αὐτὸ λέγει εἶναι· εἰ δὲ ἐπιστήμη ἐστί, δῆλον ὅτι μέρος τῆς φιλοσοφίας ἐστί. καὶ ὁ Ἀριστοτέλης δὲ φανερῶς τὸ μαθηματικὸν μέρος τῆς φιλοσοφίας καλεῖ. περὶ δὲ τοῦ φυσιολογικοῦ ἀπελογησάμεθα ἀνατρέψαντες τὸ δεύτερον αὐτῶν ἐπιχείρημα τὸ φάσκον ὅτι τὰ ὄντα ἐν ῥοῇ καὶ ἀπορροῇ εἰσι. περὶ δὲ τοῦ θεολογικοῦ ἔστιν εἰπεῖν ὅτι εἰ καὶ τὸ θεῖον ἄγνωστον, ἀλλ’ οὖν θεωροῦντες τὰ δημιουργήματα καὶ τὴν εὔτακτον κίνησιν τοῦ παντὸς εἰς ἔννοιαν ἐρχόμεθα τοῦ δημιουργήσαντος. τὸ δὲ ἀφανὲς ἐκ τοῦ φανεροῦ ταχίστην ἔχει τὴν διάγνωσιν· ἐπειδὴ γὰρ πᾶν κινούμενον ὑφ’ ἑτέρου τινὸς κινεῖται, ὁρῶμεν δὲ τὸν οὐρανὸν σῶμα καὶ ὅτι κινεῖται, οὐκοῦν ὑπό τινος ἑτέρου κινεῖται· ἔστιν ἄρα τις κινῶν τὸν οὐρανόν. καὶ ἐπειδὴ τὴν αὐτὴν κίνησιν κινεῖται διηνεκῶς, δῆλον ὅτι ὑφ’ ἑνὸς κινεῖται, ὥς φησιν ὁ Ἀριστοτέλης· εἰ γὰρ ἦσαν πολλοὶ οἱ κινοῦντες τὸν οὐρανόν, ἄλλος ἂν ἄλλως ἐκίνει καὶ ἡ αὐτὴ κίνησις οὐκ ἐγίνετο. καὶ ἐπειδὴ ἀπαύστως ἀεὶ κινεῖται, δῆλον ὅτι ὑπό τινος ἀσωμάτου ἀεὶ κινεῖται· εἰ γὰρ εἶχε σῶμα ὁ κινῶν τὸν οὐρανόν, πεπερασμένος ἂν ἦν·3 τὸ δὲ πεπερασμένον σῶμα πεπερασμένην καὶ δύναμιν ἔχει καὶ οὐκ ἂν ἠδύνατο συνεχῶς καὶ ἀπαύστως κινεῖν τὸν οὐρανόν· ὥστε δῆλον ὅτι οὐκ ἔχει σῶμα. ἀλλὰ μὴν οὐδὲ φθείρεται· εἰ γὰρ ἐφθείρετο ὁ κινῶν τὸν οὐρανόν, συνεφθείρετο αὐτῷ καὶ ὁ οὐρανός· ἀλλὰ μὴν ὁ οὐρανὸς οὐ φθείρεται· δῆλον 〈οὖν〉 ὅτι οὐδὲ ὁ κινῶν τὸν οὐρανὸν φθείρεται. τί οὖν συνήγαγεν ὁ λόγος; ὅτι ὁ κινῶν τὸν οὐρανὸν εἷς ἐστι καὶ ἀσώματος καὶ ἄπειρος καὶ ἄφθαρτος. τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ τὸ θεῖον. οὕτως οὖν ἐκ τοῦ φανεροῦ εἰς ἔννοιαν ἐρχόμεθα τοῦ ἀφανοῦς. οὕτως ἀνατρέψαντες καὶ τὸ τρίτον αὐτῶν ἐπιχείρημα καταπαύσωμεν ὧδε τὴν θεωρίαν.
其次,即使我们承认哲学致力于个别事物,也不会因此就使得人无法领会它们,其根据是认识者即灵魂并不同被认识者即底层的事物一同改变;因为按照这种说法,甚至神圣之物也不会认识任何生成之物,因为[神圣之物]并不同事物一同改变,而是始终保持同一状态。再次,按照这种说法,处于合乎本性状态的医生就无法认识违反本性的事物,也就是说,当他健康时,他就无法辨别疾病,而不得不患病以便辨别疾病。此外,在事物改变之前,灵魂往往就已经认识了它们,正如柏拉图也指出的那样,他说:“善美之人的灵魂不仅跟在事物之后,而且还走在事物之前,并在事物改变之前就预先认识了它们。”关于这些论点就说到这里。 推翻哲学的人所提出的第三个论证如下:“被认识之物落入感觉之中,正如柏拉图也指出的那样,他说:‘造物主确实赐予我们视觉和听觉,以便我们通过它们成就哲学的门类。’”他们在将此视为公认的前提后说,如果我们根据你们自己的划分证明哲学的各部分不可能存在,显然哲学就不能成立。于是他们说,根据你们的看法,哲学被划分为理论部分和实践部分,理论部分又被划分为数学的、物理学的和神学的:“因此,如果我们推翻这些部分,显然哲学就不能成立。数学的部分,”他们说,“并不是哲学的一部分,正如柏拉图所认为的那样;因为他也认为数学的部分不是哲学的一部分,而是一种预备训练,就像文法学和修辞学一样。因此他甚至在学堂上题字:‘不懂几何者不得入内。’而物理学的部分,”他们说,“已经通过声称存在者处于流动与流失之中的第二个论证被推翻了;神学的部分则以如下方式被推翻:因为他们说神圣之物不服从感觉,而不服从感觉之物不落入知识之中,因此神圣之物是不可知的。”关于这些论点,他们的说法就是如此。 然而可以说:迄今为止他们关于与理论部分相对划分的实践部分未置一词,因此显然他们并未废除整个哲学;因为实践部分也是哲学的一部分。柏拉图也指出了这一点,他说:“我不仅把知晓许多事物并能熟诵许多事物的人称为哲学家,而且也把获得了无瑕玷、无可指摘的生命的人称为哲学家”,而这正是实践哲学家的功用。关于这些论点就说到这里。来吧,让我们对关于数学的、物理学的和神学的部分展开辩护。 关于数学的部分,可以说,除了最高峰的哲学即神学的部分之外,柏拉图并不认为它不是哲学的一部分;因为他只是认为它不是这[神学部分]的一部分;事实上,他深知数学的部分是哲学的一部分,这是显然的,既然他也称其为一门科学;而如果它是一门科学,显然它就是哲学的一部分。亚里士多德也明确地把数学的部分称为哲学的一部分。关于物理学的部分,我们已经通过推翻他们声称存在者处于流动与流失之中的第二个论证而作了辩护。关于神学的部分,可以说,即使神圣之物是不可知的,然而通过观照受造之物和全宇宙秩序井然的运动,我们得以达到关于造物者的概念。未显之物正是从显现之物中获得最迅速的判定;因为凡被运动之物都是被某种其他之物所运动,而我们看到天体是物体且正在运动,所以它被某种其他之物所运动;因此存在着推动天体之物。而且既然天体持续不断地作同一运动,显然它是被单一推动者所运动,正如亚里士多德所言;因为如果推动天体者为多数,那么一个推动者将以一种方式推动,另一个将以另一种方式推动,同一运动就不会产生。而且既然它恒常不停地运动,显然它是恒常被某种非物体之物所运动;因为如果推动天体者具有物体,它就会是有限的;而有限的物体也具有有限的能力,不能连续且不停地运动天体;所以显然它不具有物体。不仅如此,它也不会毁灭;因为如果推动天体者毁灭,天体也将同它一同毁灭;然而天体并不毁灭;因此显然推动天体者也不毁灭。那么,论证推导出了什么?推导出了推动天体者是单一的、非物体的、无限的且不灭的。而这不是别的,正是神圣之物。因此,我们就是这样从显现之物达到关于未显之物的概念。在如此把他们的第三个论证也推翻了之后,我们在此结束这一考察。
- 3.0οὐ παρὰ τοῦτο οὐ δύναταί τις καταλαβέσθαι
带有双重否定(οὐ ... οὐ)的结构,意为“不会因此就使得人无法领会”(即“确实能够领会”)。介词短语 παρὰ τοῦτο 表示原因,指向前文的假设或后文由 καθό 引导的解释性从句。
- 3.0εἰ μὴ τῆς ἄκρας φιλοσοφίας ἤγουν τοῦ θεολογικοῦ
表示例外的连接词短语 εἰ μή(“除……之外”),其后的属格 τῆς ἄκρας φιλοσοφίας 承前省略了 μέρος,意为“除[作为]最高峰的哲学[的一部分]之外”。
- 3.0πεπερασμένος ἂν ἦν
未完成过去直陈式(ἦν)与小词 ἄν 连用,构成与过去或当前事实相反的虚拟条件句归结节。与前件 εἰ γὰρ εἶχε σῶμα(“因为如果它具有物体”)相呼应,论证天体推动者并非物体亦非有限。
