- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:18.11-19.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者消解了“所有界说皆取自属与种差”这一规则同基于底层对象与目的之界说分类之间的表面矛盾,指出基于底层对象和目的的界说同样内含属与种差,并依据与被定义者的可换位性阐述了完全定义与不完全定义的划分(第五章)。
Ἀποροῦσι δέ τινες λέγοντες ὅτι πῶς1 φατε τοὺς ὅρους ἢ ἀπὸ τοῦ ὑποκειμένου λαμβάνεσθαι ἢ ἀπὸ τοῦ τέλους ἢ ἀπὸ τοῦ συναμφοτέρου, ὅπου γε εἰώθαμεν λέγειν ὅτι πάντες οἱ ὅροι ἀπὸ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνονται; καὶ λέγουσί τινες ταύτην τὴν αἰτίαν, ὅτι ἐπὶ μὲν τῶν φυσικῶν πραγμάτων ἀπὸ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνονται οἱ ὅροι, οἷον ὡς ἐπὶ τοῦ ἀνθρώπου, ἐπὶ δὲ τῶν τεχνῶν ἀπὸ τοῦ ὑποκειμένου λαμβάνονται ἢ ἀπὸ τοῦ τέλους ἢ ἐκ τοῦ συναμφοτέρου, ὡς ἐπὶ τοῦ προρρηθέντος παραδείγματος. ταῦτα μὲν οὗτοι. κακῶς δὲ λέγουσι, πρῶτον μὲν ὅτι τὴν ἀπορίαν οὐκ ἔλυσαν· ἡ γὰρ ἀπορία ἔχει ὅτι πάντες οἱ ὅροι ἀπὸ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνονται, οὗτοι δὲ εἶπον τινὰς μὲν τῶν ὅρων ἀπὸ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνεσθαι, τινὰς δὲ ἢ ἀπὸ τοῦ ὑποκειμένου ἢ ἀπὸ τοῦ τέλους ἢ ἐκ τοῦ συναμφοτέρου, τοῦ ὑποκειμένου ἅμα καὶ τοῦ τέλους. δεύτερον δὲ ὅτι κακῶς ἐπέλυσαν· εὑρίσκομεν γὰρ καὶ ἐπὶ τῶν φυσικῶν τὸν ὅρον ἀπὸ τοῦ ὑποκειμένου καὶ τέλους λαμβανόμενον, ὡς ἐπὶ τοῦ θυμοῦ· οὗτος γὰρ φυσικόν ἐστι καὶ ὅμως ἀπὸ τοῦ ὑποκειμένου καὶ τοῦ τέλους ὁριζόμεθα αὐτόν· λέγομεν γὰρ ὅτι θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος πρὸς ὄρεξιν ἀντιλυπήσεως. καὶ ἰδοὺ ἡ μὲν ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος ἀπὸ τοῦ ὑποκειμένου ἐστί (καὶ γὰρ τῷ θυμῷ τὸ περὶ τὴν καρδίαν αἷμα ὑπόκειται), τὸ δὲ ‘πρὸς ὄρεξιν ἀντιλυπήσεως’ ἀπὸ τοῦ τέλους· τέλος γὰρ τοῦ θυμοῦ τὸ ὀρέγεσθαι τοῦ λυπῆσαι τὸν ἀντιλυπήσαντα.2 ταῦτα μὲν ἐν τούτοις. ἔστι δὲ εἰπεῖν ὅτι καλῶς λέγομεν πάντας τοὺς ὅρους ἀπὸ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνεσθαι· καὶ γὰρ οἱ ἐκ τοῦ τέλους λαμβανόμενοι καὶ οἱ ἐκ τοῦ ὑποκειμένου καὶ οἱ ἐκ τοῦ συναμφοτέρου ἔχουσι καὶ γένος καὶ συστατικὰς διαφοράς, οἷον ἰατρική ἐστι τέχνη περὶ τὰ ἀνθρώπεια σώματα καταγινομένη· ἰδοὺ ἐνταῦθα ἀντὶ γένους μὲν εἴληπται τὸ τέχνη, ἀντὶ δὲ συστατικῶν διαφορῶν αἱ λοιπαὶ λέξεις. καὶ πάλιν ἰατρική ἐστι τέχνη ὑγείας περιποιητική· ἰδοὺ ἐνταῦθα τὸ μὲν τέχνη ἀντὶ γένους εἴληπται, αἱ δὲ λοιπαὶ λέξεις ἀντὶ συστατικῶν διαφορῶν. καὶ πάλιν ἰατρική ἐστι τέχνη περὶ τὰ ἀνθρώπεια σώματα καταγινομένη ὑγείας περιποιητική· ἰδοὺ ἀντὶ μὲν γένους εἴληπται τὸ τέχνη, ἀντὶ δὲ συστατικῶν διαφορῶν αἱ λοιπαὶ λέξεις. καὶ πάλιν φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων· ἰδοὺ ἐνταῦθα ἀντὶ μὲν γένους εἴληπται τὸ γνῶσις, ἀντὶ δὲ συστατικῶν διαφορῶν αἱ λοιπαὶ λέξεις. ταῦτα μὲν ἔχει καὶ τὸ τέταρτον κεφάλαιον. Πέμπτον δὲ ὑπάρχει κεφάλαιον, ἐν ᾧ ζητοῦμεν ποῖος τέλειος ὁρισμὸς καὶ ποῖος ἀτελής. ἰστέον ὅτι τέλειος ὁρισμός ἐστιν ὁ ἀντιστρέφων πρὸς τὸ ὁριστόν, οἷον ὡς ὅταν εἴπωμεν ὅτι εἴ τι ἄνθρωπος, τοῦτο καὶ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ εἴ τι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, τοῦτο ἄνθρωπος. ἀτελὴς δὲ ὁρισμός ἐστιν ὁ μὴ ἀντιστρέφων· κακία γὰρ ὅρου ἐστὶ τὸ μὴ ἀντιστρέφειν.
有些人提出疑难说:“既然我们习惯于说一切界说都取自属与构成性种差,你们怎能说界说或是取自底层对象,或是取自终极目的,或是取自二者的结合呢?”有些人提出了这样一个理由:在自然事物的情况下,界说是取自属与构成性种差,例如在人的情况下;而在技艺的情况下,界说是取自底层对象,或是取自终极目的,或是取自二者的结合,如在上述的例子中。这些是他们的说法。但他们说得不对:首先是因为他们没有解决这个疑难;因为该疑难包含着一切界说都取自属与构成性种差,而他们却说有些界说取自属与构成性种差,有些界说则或是取自底层对象,或是取自终极目的,或是取自二者的结合,即同时取自底层对象与终极目的。其次是因为他们给出了糟糕的解答;因为在自然事物的情况下,我们也发现界说是取自底层对象与终极目的,如在愤怒的情况下;因为它是自然之物,然而我们却是从底层对象与终极目的来定义它;因为我们说,愤怒是心周之血为了图谋还报而发生的沸腾。看啊,心周之血的沸腾是取自底层对象(因为心周之血是愤怒的底层所依),而“为了图谋还报”则是取自终极目的;因为愤怒的终极目的乃是欲求令那使人受痛苦者遭受痛苦。关于这些就讲到这里。然而可以说,我们说一切界说都取自属与构成性种差是完全正确的;因为无论是取自终极目的的界说,还是取自底层对象的界说,抑或是取自二者结合的界说,都具有属与构成性种差。例如,“医学是涉及人类身体的技艺”;看啊,在这里“技艺”被当作属来取用,而其余的字词则被当作构成性种差来取用。又如,“医学是获取健康的技艺”;看啊,在这里“技艺”被当作属来取用,而其余的字词被当作构成性种差来取用。又如,“医学是涉及人类身体、获取健康的技艺”;看啊,“技艺”被当作属来取用,而其余字词被当作构成性种差来取用。又如,“哲学是关于神圣与人类事务的知识”;看啊,在这里“知识”被当作属来取用,而其余字词被当作构成性种差来取用。第四章就包含了这些内容。接着存在第五章,在其中我们探讨何种定义是完全的,何种是不完全的。应当知道,完全的定义是与被定义者可换位的,正如当我们说:如果有某物是人,这也就是有理性的、会死的、能领会心灵与知识的动物;如果有某物是有理性的、会死的、能领会心灵与知识的动物,这也就是人。而不完全的定义则是不可换位的;因为定义的缺陷就在于不可换位。
- 7.0λέγοντες ὅτι πῶς
连词 ὅτι 置于疑问副词 πῶς 之前,充当引述直接引语的标记(ὅτι recitativum),而非引导间接疑问句,用以直接引述质疑者的原话。
- 7.0τὸ ὀρέγεσθαι τοῦ λυπῆσαι τὸν ἀντιλυπήσαντα
嵌套的不定式结构:带有冠词的不定式 τὸ ὀρέγεσθαι 支配由属格冠词引导的不定式 τοῦ λυπῆσαι(作欲求动词所需的补足语),后者进一步支配作宾语的名词化分词 τὸν ἀντιλυπήσαντα。
