← 无敌的戴维

哲学导论

§17.1-18.11

哲学家对神的同化与定义的三种划分

大卫论述了完全的哲学家如何因分有神的三种特征(善、认知能力与权能)而类似神,解答了关于神人能力差异的疑难,并以医学和哲学为例,说明依底层对象、终极目的及二者结合来界定事物的分类方案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#2

Ὅτι δὲ τέλειος φιλόσοφος ὅμοιός ἐστι τῷ θεῷ, δῆλον, ἐπειδὴ τοῖς αὐτοῖς χαρακτηρίζεται, οἷσπερ καὶ ὁ θεός· ὥσπερ γὰρ ὁ θεὸς χαρακτηρίζεται τῷ ἀγαθῷ καὶ τῷ γνωστικῷ καὶ τῷ δυνατῷ, ὡς καὶ ἡ ποίησις δηλοῖ λέγουσα ἐπὶ μὲν τοῦ ἀγαθοῦ θεοὶ δωτῆρες ἐάων, ἐπὶ δὲ τοῦ γνωστικοῦ θεοὶ δέ τε πάντα ἴσασιν, ἐπὶ δὲ τοῦ δυνατοῦ θεοὶ δέ τε πάντα δύνανται, τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ τέλειος φιλόσοφος τοῖς τρισὶ τούτοις χαρακτηρίζεται, λέγω δὴ τῷ ἀγαθῷ καὶ τῷ γνωστικῷ καὶ τῷ δυνατῷ· καὶ τῷ μὲν ἀγαθῷ, ὅτι ὥσπερ ὁ θεὸς προνοεῖται τῶν πάντων, οὕτω καὶ ὁ φιλόσοφος προνοεῖται τῶν ἀτελῶν ψυχῶν καὶ ἐπὶ τὸ τέλειον αὐτὰς ἄγει διὰ τοῦ ἀγνοούσας αὐτὰς ἐπὶ τὴν γνῶσιν μεταφέρειν·1 τῷ δὲ γνωστικῷ, ὅτι ὥσπερ τὸ θεῖον πάντα γινώσκει, οὕτω καὶ ὁ τέλειος φιλόσοφος ἐπαγγέλλεται πάντα γινώσκειν· τῷ δὲ δυνατῷ, ὅτι ὥσπερ τὸ θεῖον ὅσα δύναται καὶ βούλεται,2 οὕτω καὶ ὁ τέλειος φιλόσοφος ὅσα δύναται καὶ βούλεται. ἀλλ’ ἐπὶ μὲν τοῦ θεοῦ ἀντιστρέφει (καὶ γὰρ ὅσα δύναται καὶ βούλεται καὶ ὅσα βούλεται καὶ δύναται), ἐπὶ δὲ τοῦ φιλοσόφου οὐκ ἀντιστρέφει· ὅσα μὲν γὰρ δύναται, βούλεται, οὐχ ὅσα δὲ βούλεται, δύναται· ἐὰν γὰρ βουληθῇ τι ἀδύνατον, οὐ δύναται τοῦτο ποιῆσαι· οἷον ἐὰν βουληθῇ τῷ δακτύλῳ ἅψασθαι τοῦ οὐρανοῦ, οὐ δύναται τοῦτο ποιῆσαι. καὶ ἀποροῦσί τινες λέγοντες· πῶς φατε τὸν φιλόσοφον τῷ δυνατῷ παραπλησίως χαρακτηρίζεσθαι τῷ θεῷ, ὅπου γε ἐπὶ μὲν τοῦ θεοῦ ἀντιστρέφει, ὡς εἴρηται, ἐπὶ δὲ τοῦ φιλοσόφου οὐκ ἀντιστρέφει; καὶ ἔστιν εἰπεῖν ὅτι τοῦτο λέγομεν, ἐπειδὴ ταῦτα βούλεται ὁ τέλειος φιλόσοφος καὶ τούτων ἐρᾷ, ὧν καὶ τυχεῖν δύναται·3 τῶν γὰρ ἀδυνάτων οὐκ ἐρᾷ· καὶ γὰρ κατὰ τοὺς Στωϊκοὺς μεγίστη ἔνδειά ἐστιν ἡ τῶν ὀρέξεων ἀπληστία. ἰστέον δὲ ὅτι προϊόντες ἔχομεν δεῖξαι ὅτι ἄλλως πώς ἐστι τὸ γνωστικὸν παρὰ τῷ θεῷ καὶ τὸ ἀγαθὸν καὶ τὸ δυνατὸν καὶ ἄλλως πως παρὰ τῷ φιλοσόφῳ. Δεῖ τοίνυν γινώσκειν ὅτι οἱ ὅροι ἀπὸ τοῦ ὑποκειμένου λαμβάνονται ἢ τοῦ τέλους ἢ ἀπὸ τοῦ συναμφοτέρου, τοῦτ’ ἔστιν ἀπὸ τοῦ ὑποκειμένου ἅμα καὶ τοῦ τέλους. καὶ ἀπὸ τοῦ ὑποκειμένου μέν, ὡς ὅταν εἴπωμεν ὅτι ἰατρική ἐστι τέχνη περὶ τὰ ἀνθρώπεια σώματα καταγινομένη (περὶ ταῦτα γὰρ καταγίνεται), ἀπὸ τοῦ τέλους δέ, ὡς ὅταν εἴπωμεν ὅτι ἰατρική ἐστιν τέχνη ὑγείας περιποιητική (τέλος γὰρ τῆς ἰατρικῆς τὸ τὴν παροῦσαν ὑγείαν φυλάξαι ἢ τὴν ἀποῦσαν ἀνακαλέσασθαι), ἀπὸ τοῦ συναμφοτέρου δέ, ὡς ὅταν εἴπωμεν τοὺς δύο ὅρους συνάψαντες ‘ἰατρική ἐστι τέχνη περὶ τὰ ἀνθρώπεια σώματα καταγινομένη ὑγείας περιποιητική’. οὕτως οὖν καὶ τὴν φιλοσοφίαν ὁριζόμεθα ἀπὸ μὲν τοῦ ὑποκειμένου, ὡς ὅταν εἴπωμεν ‘φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’, ἀπὸ δὲ τοῦ τέλους ‘φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’, ἀπὸ δὲ τοῦ συναμφοτέρου δέ, ὡς ὅταν εἴπωμεν ‘φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’. καὶ ταῦτα μὲν ἐν τούτοις.

完全的哲学家类似神,这是显而易见的,因为他是被与神完全相同的属性所表征的。因为正如神由善、认知能力与权能所表征——正如诗作也表明的那样,在善方面说“神灵,善物的赋予者”,在认知能力方面说“然而诸神通晓一切”,在权能方面说“然而诸神无所不能” ——完全以同样的方式,完全的哲学家也被这三者所表征,我指的是善、认知能力与权能:在善方面,因为正如神眷顾一切事物,哲学家同样也眷顾不完全的灵魂,并通过将处于无知之中的灵魂转移至认知,引领它们走向完全;在认知能力方面,因为正如神圣之物认知一切事物,完全的哲学家同样也自称认知一切事物;在权能方面,因为正如神圣之物力所能及之事皆为所欲,完全的哲学家同样也是力所能及之事皆为所欲。但在神那里这是可换位的(因为他既是能做多少就意欲多少,又是意欲多少就能做多少),而在哲学家那里却不可换位;因为凡是他能做的,他确实都意欲,但并非凡是他所意欲的,他都能做到;因为如果他意欲某种不可能之事,他并不能做成此事;例如,如果他意欲用手指触碰苍天,他是无法做成此事的。有些人提出疑难说:“既然正如所说,在神那里是可换位的,而在哲学家那里不可换位,你们怎能说哲学家在权能上类似于神而得到表征呢?”对此可以说,我们之所以这样说,是因为完全的哲学家所意欲和爱慕的,乃是他所能够获得的东西;因为他不爱慕不可能之事;因为按照斯多亚学派的观点,最大的匮乏乃是欲求的不知餍足。应当知道,随着我们向前推进,我们还将表明,认知性、善与权能以某种方式存在于神那里,而以另一种方式存在于哲学家那里。因此应当知道,界说是取自底层对象,或是取自终极目的,或是取自二者的结合,也就是同时取自底层对象和终极目的。取自底层对象,例如当我们说“医学是涉及人类身体的技艺”(因为它是涉及这些的);取自终极目的,例如当我们说“医学是获取健康的技艺”(因为医学的终极目的是保有现存的健康,或召回缺失的健康);而取自二者的结合,例如当我们结合两个界说而说“医学是涉及人类身体、获取健康的技艺”。因此,我们同样这样定义哲学:取自底层对象,如当我们说“哲学是关于神圣与人类事务的知识”;取自终极目的,如“哲学是就人而言尽可能地同化于神”;取自二者的结合,如当我们说“哲学是关于神圣与人类事务的知识,是就人而言尽可能地同化于神”。关于这些内容就讲到这里。

语法注3 条
  1. 7.0διὰ τοῦ ἀγνοούσας αὐτὰς ἐπὶ τὴν γνῶσιν μεταφέρειν

    介词 διά 后接带冠词不定式 τοῦ... μεταφέρειν 表示方式手段(“通过转移……”)。该不定式的动作主体承前为主格的哲学家(ὁ φιλόσοφος),宾格代词 αὐτάς 为其直接宾语,阴性宾格分词 ἀγνοούσας 与 αὐτάς 在性数格上一致,作为环境状语从属修饰,表“处于无知状态中的它们”。

  2. 7.0ὅσα δύναται καὶ βούλεται

    由关系代词 ὅσα 引导的分句作为主要动词 βούλεται 的宾语(即“凡其力所能及之事,他亦意欲之”)。连接词 καί 强化了能力与意愿之间的对应关系,并在随后的可换位性(ἀντιστρέφει)讨论中展开为“ὅσα δύναται, βούλεται”(能者皆欲)与“ὅσα βούλεται, δύναται”(欲者皆能)的对称结构。

  3. 7.0ταῦτα βούλεται ὁ τέλειος φιλόσοφος καὶ τούτων ἐρᾷ, ὧν καὶ τυχεῖν δύναται

    指示代词 ταῦτα(宾格,作 βούλεται 的宾语)与 τούτων(属格,作 ἐρᾷ 的宾语)作为先行词,被关系代词 ὧν 所引导的分句修饰。ὧν 的属格由支配属格的不定式 τυχεῖν 决定,同时也与先行词 τούτων 的格保持一致。副词性 καί 修饰 τυχεῖν,强调“实际能够获得之事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:17.1-18.11