- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:15.11-16.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫论述了第三章关于“定义”一词的词源(源自田界标桩的比喻)以及字词数量与事物外延的反比例关系,并解答了同义词赘述的疑难;随后进入第四章,通过技艺与哲学的例证、同化于神以及皮提亚对吕库古的神谕,阐述了定义的三种来源(底层对象、终极目的或二者结合)。
Ἀρξώμεθα τοῦ τρίτου κεφαλαίου τοῦ λέγοντος πόθεν λέγεται ὁρισμός. ἰστέον ὅτι ὁρισμὸς λέγεται ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς γηδίοις ὁροθεσίων· καὶ γὰρ οἱ ἀρχαῖοι ἑκατέραν ἀμετρίαν ἐκφεύγοντες, τήν τε πλεονεξίαν καὶ τὴν μειονεξίαν, ἐφεῦρον τὰ ὁροθέσια, ἵνα διὰ τούτων τῶν μὲν οἰκείων ἀπολαύωσι, τῶν δὲ ἀλλοτρίων ἀπέχωνται. οὕτως οὖν καὶ ὁ ὁρισμὸς περιορίζει τὸ πρᾶγμα τὸ ὑποκείμενον καὶ χωρίζει αὐτὸ ἐκ τῶν ἀλλοτρίων. οἷον ἐπὶ τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου γυμνάσωμεν τὸν λόγον· ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἰδοὺ διὰ τοῦ εἰπεῖν ζῷον ἐχώρισα αὐτὸν ἐκ τῶν μὴ ὄντων ζῴων, οἷον ἐκ τῶν ἀψύχων, διὰ δὲ τοῦ εἰπεῖν λογικὸν ἐκ τῶν μὴ ὄντων λογικῶν, οἷον τῶν ἀλόγων, διὰ δὲ τοῦ εἰπεῖν θνητόν ἐκ τῶν ἀθανάτων, διὰ δὲ τοῦ εἰπεῖν νοῦ καὶ ἐπιστήμης δεκτικόν ἐκ τῶν μακραιώνων νυμφῶν, τοῦτ’ ἔστιν ἐκ τῶν θνητῶν δαιμόνων· εἰσὶ γὰρ δαίμονες θνητοὶ αἱ μακραίωνες νύμφαι, αἵτινες πολλὰ ἔτη ζῶσιν· καὶ γὰρ ζῷά εἰσι καὶ θνητὰ καὶ λογικά, ἀλλ’ οὐκ εἰσι νοῦ καὶ ἐπιστήμης δεκτικά· οὐ μανθάνουσι γὰρ ἀλλ’ οἴκοθεν ἔχουσι τῇ φύσει τὴν γνῶσιν καὶ πᾶσαν ἐπιστήμην. μόνος δὲ ὁ ἄνθρωπός ἐστι νοῦ καὶ ἐπιστήμης δεκτικός· καὶ γὰρ μανθάνει τὴν κατ’ ἐνέργειαν γνῶσιν. ἰστέον δὲ ὅτι ἐν τοῖς ὅροις ἀντιπεπονθότως ἔχουσιν αἱ λέξεις πρὸς τὰ πράγματα·1 ἡνίκα μὲν γὰρ ὁ ὅρος πλεονάσῃ ταῖς λέξεσιν, ἐλλείπει τοῖς πράγμασιν, οἷον ἐὰν εἴπω ‘ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν γραμματικόν’, ἐπλεόνασα μὲν ταῖς λέξεσιν, ἔλειψα δὲ τοῖς πράγμασιν (οὐδὲ γὰρ πάντα ἄνθρωπον ὡρισάμην ἀλλὰ τὸν γραμματικὸν μόνον), ἡνίκα δὲ ἐλλείψῃ ταῖς λέξεσι, πλεονάζει τοῖς πράγμασιν, οἷον ἐὰν εἴπω ‘ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν’ ἐνέλιπον μὲν ταῖς λέξεσιν, ἐπλεόνασα δὲ τοῖς πράγμασιν· οὐ γὰρ μόνον τὸν ἄνθρωπον ὡρισάμην, ἀλλὰ καὶ τὰς μακραίωνας νύμφας· καὶ ταῦτα γὰρ ζῷά εἰσι καὶ λογικὰ καὶ θνητά. καὶ ὡς ἔλεγεν Ὀλυμπιόδωρος ὁ φιλόσοφος, “θαυμαστόν τι ἐφεῦρεν ἡ φύσις μηχάνημα, ἔνδειαν πλουτοῦσαν καὶ πλοῦτον ὑποκρινόμενον ἔνδειαν”.2 εἰ δέ τις ἀπορεῖ λέγων ὅτι ἐάν, ὡς εἰρήκαμεν, ἡνίκα πλεονάσῃ ταῖς λέξεσιν, ἐλλείπῃ τοῖς πράγμασιν, πῶς ἐὰν εἴπω ‘ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν ἀποθνῇσκον καὶ τὰ ἑξῆς’ καὶ πλεονάσω ταῖς λέξεσιν ὁ ὅρος,3 οὐκ ἐλλείπει τοῖς πράγμασιν (πάντα γὰρ ἄνθρωπον συμπεριέλαβον), λέγομεν ὅτι ἡ προστεθεῖσα λέξις οὐδὲν πλέον σημαίνει τῆς ὑποκειμένης· ταὐτὸν γάρ ἐστιν κατὰ τὴν σημασίαν τὸ θνητὸν καὶ τὸ ἀποθνῇσκον. ἐπειδὴ οὖν οὐδὲν πλέον σημαίνει ἡ προστεθεῖσα λέξις, τούτου χάριν οὐκ ἐποίησεν ἔνδειαν πραγμάτων. ταῦτα μὲν καὶ τὸ τρίτον κεφάλαιον. Ἔλθωμεν δὲ καὶ ἐπὶ τὸ τέταρτον καὶ εἴπωμεν πόθεν λαμβάνονται οἱ ὁρισμοί. ἰστέον ὅτι οἱ ὁρισμοὶ λαμβάνονται ἢ ἀπὸ τοῦ ὑποκειμένου ἢ ἀπὸ τοῦ τέλους ἢ ἀπὸ τοῦ συναμφοτέρου, τοῦτ’ ἔστιν ἀπὸ τοῦ ὑποκειμένου ἅμα καὶ τοῦ τέλους. ἀλλὰ πρῶτον εἴπωμεν τί ἐστιν ὑποκείμενον καὶ τί ἐστι τέλος. ἰστέον ὅτι ὑποκείμενόν ἐστι περὶ ὃ καταγίνεται ἡ τέχνη καὶ περὶ ὃ ἐνεργεῖ, τέλος δὲ οὗ καταστοχάζεται καὶ ᾧ χαρακτηρίζεται καὶ οὗ χάριν πάντα ποιεῖ. οἷον τῆς μὲν τεκτονικῆς ὑποκείμενά εἰσι τὰ ξύλα (περὶ ταῦτα γὰρ καταγίνεται καὶ ἐνεργεῖ), τέλος δὲ τὸ ποιῆσαι σκάμνον ἢ θρόνον ἤ τι τοιοῦτον. καὶ πάλιν τῆς ἀστρονομίας ὑποκείμενά εἰσι τὰ οὐράνια σώματα, τέλος δὲ οὐ τὸ ποιῆσαι ὅμοια τούτοις, ἀλλὰ τὸ εἰδέναι τὴν κίνησιν αὐτῶν. οὕτως οὖν καὶ ἡ φιλοσοφία ἔχει καὶ ὑποκείμενον καὶ τέλος. καὶ ὑποκείμενα μὲν ἔχει πάντα τὰ ὄντα τέλος δὲ τὴν γνῶσιν αὐτῶν, τοῦτ’ ἔστιν τὸ εἰδέναι αὐτὰ καὶ διὰ τούτου ὁμοιωθῆναι θεῷ· καὶ γὰρ ὁ φιλόσοφος ὅμοιός ἐστι τῷ θεῷ, ὡς δηλοῖ καὶ ἡ Πυθία λέγουσα περὶ Λυκούργου νομοθέτου τε ὄντος καὶ φιλοσόφου (οἱ γὰρ πάλαι φιλόσοφοι καὶ νομοθέται ἦσαν)· ἤλυθες, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηόν· δίζω ἤ σε θεὸν μαντεύσομαι ἠὲ καὶ ἄνδρα.4 ἀλλ’ ἔμπης σε θεὸν μαντεύσομαι, ὦ Λυκόεργε. διστάζει δὲ οὐχ ὡς ἀγνοοῦσα τί αὐτὸν καλέσῃ καὶ δεομένη εἰς τοῦτο ἄλλης Πυθίας, ἀλλ’ ἵνα δείξῃ ἀμφήριστον τὴν τοῦ θεοῦ φύσιν καὶ τὴν τοῦ ἀνδρός, ὅθεν ἐπιφέρει ἀλλ’ ἔμπης σε θεὸν μαντεύσομαι.
让我们开始论述“定义”从何得名的第三章。应当知道,“定义”是借喻自小块土地上的界标而得名的;因为古人为了逃避取之过多和取之过少这两种失度,发明了界标,以便通过界标享受自己的财物,而不染指他人的财物。因此,同样地,定义也界定底层事物,并将其与属于他者之物分离开来。例如,让我们在人的定义上操练这一论述:“人是理性的、会死的、能接纳理智与科学的动物”。看啊:通过说“动物”,我将他与不是动物之物分离开,比如与无生物分离;通过说“理性的”,与不具理性之物分离,比如与无理性的动物分离;通过说“会死的”,与不死者分离;通过说“能接纳理智与科学的”,与长寿的宁芙仙女们、也就是会死的达伊蒙们分离。因为长寿的宁芙是会死的达伊蒙,寿命长达许多年;因为她们既是动物,又是会死的和理性的,但却不能接纳理智与科学;因为她们并不学习,而是本性上天然就拥有认知和一切科学。然而唯有人是能接纳理智与科学的;因为他学习现实态的认知。 应当知道,在界说中,词句与事物呈反比例关系。因为每当界说在词句上过剩时,它在事物上就亏缺;例如,如果我说“人是理性的、会死的、能接纳理智与科学的、懂文法的动物”,我在词句上固然过剩了,但在事物上却短缺了(因为我并未定义所有的人,而只定义了懂文法的人);反之,每当它在词句上亏缺时,它在事物上就过剩;例如,如果我说“人是理性的、会死的动物”,我在词句上固然亏缺了,但在事物上却过剩了;因为我不仅定义了人,而且也定义了长寿的宁芙们;因为她们也同样是动物、理性的且会死的。正如哲学家奥林匹奥多洛所说:“自然发明了一种奇妙的机巧:一种富足的亏缺,与一种假装亏缺的富足。” 如果有人提出疑难说:“如果真如我们所说,每当在词句上过剩时就在事物上亏缺,那么如果我说‘人是理性的、会死的、走向死亡的等等的动物’,定义在词句上过剩,为什么在事物上并不亏缺呢(因为我包容了所有的人)?”我们便回答说:额外附加的词句并不比底层的词句多表示任何东西;因为在含义上,“会死的”和“走向死亡的”是同一回事。因此,既然附加的词句没有多表示任何东西,由于这一缘故,它并未造成事物的亏缺。关于第三章便讲到这里。 让我们进而转向第四章,说明定义取自何处。应当知道,定义要么取自底层对象,要么取自终极目的,要么取自二者的结合,也就是同时取自底层对象和终极目的。但我们首先应当说明什么是底层对象,什么是终极目的。应当知道,底层对象是技艺所涉及并对其施加作用的东西,而终极目的则是它所瞄准、由其表征并为之做一切事情的东西。例如,木工技艺的底层对象是木材(因为它是围绕这些而涉及并施加作用的),而终极目的则是制成板凳或宝座或诸如此类的东西。再如,天文学的底层对象是天体,而终极目的并不是制造与天体类似之物,而是认识它们的运动。因此,同样地,哲学也既有底层对象,又有终极目的。作为底层对象,它拥有所有存在者;而作为终极目的,它拥有对它们的认识,也就是知晓它们并借此而同化于神;因为哲学家是类似神的,正如皮提亚女祭司在谈论既是立法者又是哲学家的吕库古时所表明的那样(因为古时的哲学家们也是立法者): “你已来到,吕库古啊,来到我富饶的神庙; 我疑难难决,是要神谕你为神,还是神谕你为凡人。 但我终归要神谕你为神,啊吕库古。” 然而她疑难不决,并不是因为不知该称他为什么而在这件事上需要另一个皮提亚女祭司,而是为了表明神的本性与凡人的本性难分高下;因此她接着说:“但我终归要神谕你为神”。
- 7.0ἀντιπεπονθότως ἔχουσιν αἱ λέξεις πρὸς τὰ πράγματα
副词 ἀντιπεπονθότως(相互地、成反比地)与 ἔχουσιν+πρός 连用,构成了表达词句(内涵)与事物(外延)之间呈“反比例关系”的逻辑学与几何学习语。
- 7.0ἔνδειαν πλουτοῦσαν καὶ πλοῦτον ὑποκρινόμενον ἔνδειαν
名词 ἔνδειαν(匮乏)与分词 πλουτοῦσαν(富有),以及名词 πλοῦτον(财富)与分词 ὑποκρινόμενον(伪装、假扮)构成交错配对(chiasmus)与矛盾修辞(oxymoron),修辞性地概括了词句增多导致外延减少、词句减少导致外延增多的悖论关系。
- 7.0καὶ πλεονάσω ταῖς λέξεσιν ὁ ὅρος
在接续 ἐὰν εἴπω 的从句中,第一人称动词 πλεονάσω(我过剩/增加)与主格名词短语 ὁ ὅρος(定义)并置,出现了陈述主体(“我使词句过剩”)与形式主语(“定义在词句上过剩”)相混杂的破格结构(anacoluthon)。
- 7.0δίζω ἤ σε θεὸν μαντεύσομαι ἠὲ καὶ ἄνδρα
引自德尔斐神谕的六音步诗行。动词 δίζω(源自荷马史诗动词 δίζημαι,“我寻思/犹豫疑难”)通过史诗中的关联连词 ἤ... ἠέ...(“是……还是……”)引导选择性间接疑问句。
