← 无敌的戴维

哲学导论

§11.16-12.28

定义的定义及其与描述的区别

作者首先讨论第一要点,即将定义本身的定义(“表明底层事物本性的简明言述”)分解为属与差异进行阐明,随后进入第二要点,论述定义与描述的区别(依据本质性用语还是偶性)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.0#1

Ἀρξώμεθα τοῦ πρώτου κεφαλαίου καὶ εἴπωμεν τί ἐστιν ὁρισμός. ἰστέον ὅτι ὁρισμός ἐστι λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. ἀλλ’ ἐπειδή, ὡς μαθησόμεθα, οἱ ὅροι εἰώθασιν ἀπὸ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνεσθαι, εἴπωμεν ποία λέξις ἐν τῷ παρόντι ὁρισμῷ ἀναλογεῖ τῷ γένει καὶ ποία ταῖς συστατικαῖς διαφοραῖς. ἀλλ’ ἵνα σαφὴς ἡμῖν ἡ διδασκαλία γένηται, χρησώμεθα παραδείγματι τῷ ὅρῳ τοῦ ἀνθρώπου. ἰστέον ὅτι ὁ ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἰδοὺ ἐνταῦθα τὸ μὲν ζῷον ἀντὶ γένους εἴληπται (κοινότερον γάρ ἐστι καὶ κατὰ πλειόνων φέρεται· φέρεται γὰρ κατά τε ἀνθρώπου καὶ κυνὸς καὶ ἵππου καὶ τῶν τοιούτων), αἱ δὲ λοιπαὶ λέξεις ἀντὶ συστατικῶν διαφορῶν παραλαμβάνονται. οὕτως οὖν καὶ ἐν τῷ ὁρισμῷ τούτῳ τοῦ ὁρισμοῦ ὁ μὲν ‘λόγος’ ἀντὶ γένους εἴληπται (κοινότερος γάρ ἐστι καὶ κατὰ πλειόνων φέρεται· φέρεται γὰρ κατά τε τοῦ ἐνδιαθέτου καὶ προφορικοῦ), αἱ δὲ λοιπαὶ λέξεις ἀντὶ συστατικῶν διαφορῶν παραλαμβάνονται. ἔλθωμεν οὖν καὶ ἐξηγησώμεθα. ἰστέον ὅτι ὁ λόγος πρόσκειται πρὸς ἀντιδιαστολὴν τοῦ ὀνόματος· καὶ γὰρ καὶ τὸ ὄνομα δηλοῖ τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος, οἷον τὸ ἄνθρωπος, καὶ ὅπερ ὁ ὅρος ποιεῖ διὰ πλειόνων λέξεων, τοῦτο τὸ ὄνομα ποιεῖ διὰ μιᾶς λέξεως. ὅθεν καὶ ἀνθορίζονται·1 ὄνομα μὲν γάρ, φάσιν, ἐστὶν ὅρος συνεσταλμένος, τοῦτ’ ἔστι κατὰ σύνοψιν ἤγουν ἐν συντόμῳ, ὅρος δέ ἐστιν ὄνομα ἐξηπλωμένον. ἵνα οὖν χωρισθῇ τὸ ὄνομα, πρόσκειται λόγος. καὶ εἰ ἄρα ὅπερ ποιεῖ τὸ ὄνομα, ποιεῖ καὶ ὁ ὅρος (καὶ γὰρ καὶ τὸ ὄνομα καὶ ὁ ὅρος τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος δηλοῦσι), διὰ τί ἐπενοήθη ὁ ὅρος; καὶ λέγομεν διὰ τὸ γνῶναι ἡμᾶς τὰς συστατικὰς διαφοράς, τοῦτ’ ἔστι τὰ συστατικὰ τοῦ ὑποκειμένου πράγματος· ἐὰν μὲν γὰρ εἴπωμεν ἄνθρωπος, οὐ γινώσκομεν τὰς συστατικὰς διαφοράς, ἐὰν δὲ εἴπωμεν ζῷον λογικὸν καὶ τὰ ἑξῆς, οἴδαμεν ταύτας. ‘σύντομος’ δὲ πρόσκειται διὰ τοὺς ἐκτεταμένους λόγους, οἷον διὰ τὸν Περὶ στεφάνου, καὶ τοὺς διηγηματικοὺς λόγους· οὗτοι γὰρ λόγοι εἰσίν, ἀλλ’ οὐ σύντομοι. ‘δηλωτικὸς δὲ τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος’ πρόσκειται ἢ διὰ τὰ ἀποφθέγματα οἷον διὰ τὸ ‘μηδὲν ἄγαν’ καὶ ‘γνῶθι σαυτόν’ (ταῦτα γὰρ λόγοι εἰσὶν καὶ σύντομοι, ἀλλ’ οὐ δηλοῦσι τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος), ἢ διὰ τὰς ὑπογραφάς· αὗται γὰρ οὐ δηλοῦσι τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος ἀλλὰ τὰ περὶ τὴν φύσιν καὶ τὰ παρεπόμενα αὐτῇ, οἷον ὡς ὅταν εἴπω ‘ἄνθρωπός ἐστιν ὀρθοπεριπατητικὸν γελαστικὸν πλατυώνυχον’· ταῦτα γὰρ τὰ παρεπόμενα αὐτῷ δηλοῦσιν. ἐν οἷς τὸ πρῶτον κεφάλαιον. Ἔλθωμεν δὲ καὶ ἐπὶ τὸ δεύτερον καὶ εἴπωμεν τί διαφέρει ὁρισμὸς2 ὑπογραφῆς καὶ ὅρου καὶ ὑπογραφικοῦ ὁρισμοῦ. ἰστέον ὅτι ὁρισμὸς ὑπογραφῆς διαφέρει, ὅτι ὁ μὲν ὁρισμὸς ἐξ οὐσιωδῶν φωνῶν λαμβάνεται καὶ τὴν οὐσίαν αὐτὴν καὶ τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος δηλοῖ, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἡ δὲ ὑπογραφὴ ἀπὸ συμβεβηκότων λαμβάνεται καὶ τὰ παρεπόμενα τῷ ὑποκειμένῳ πράγματι καὶ τὰ περὶ τὴν φύσιν αὐτοῦ δηλοῖ, οἷον ὡς ὅταν εἴπω ‘ἄνθρωπός ἐστιν ὀρθοπεριπατητικὸν γελαστικὸν πλατυώνυχον’. ἐπειδὴ δὲ εἰρήκαμεν ὅτι ὁ μὲν ὁρισμὸς ἀπὸ οὐσιωδῶν φωνῶν λαμβάνεται, ἡ δὲ ὑπογραφὴ ἀπὸ συμβεβηκότων, μάθωμεν τί ἐστιν οὐσιῶδες καὶ τί συμβεβηκός.

让我们从第一个要点开始,说明什么是定义。应当知晓,定义是表明底层事物本性的简明言述。但是,正如我们随后将要学到的,定义通常取自属和构成性差异,因此让我们说明在当前的这一定义中,哪个词类似于属,哪些词类似于构成性差异。然而,为了使我们的讲授清晰明白,让我们以人的定义为例。应当知晓,人是“理性的、会死的、能接纳理智与科学的动物”。看哪,在这里,“动物”被取作属(因为它更普遍,述说更多事物;因为它既述说人,也述说狗、马以及诸如此类的事物),而其余各词则被取作构成性差异。因此,在关于定义的这一定义中也是如此,“言述”被取作属(因为它更普遍,述说更多事物;因为它既述说内心的言述,也述说口说的言述),而其余各词则被取作构成性差异。因此,让我们进前来加以阐释。应当知晓,加上“言述”是为了与名称相区别;因为名称也表明底层事物的本性,例如“人”,而且定义通过较多词语所做的事,名称通过一个单一词语也能做到。由此它们也是相互定义的;因为他们说,名称是“收缩的定义”,即概括地或简短地表达的定义,而定义则是“展开的名称”。因此,为了把名称排除开,才加上了“言述”。那么,如果名称所做的事定义也能做(因为名称与定义确实都表明底层事物的本性),为什么还要构想出定义呢?我们说:是为了让我们知晓构成性差异,即底层事物的构成要素;因为如果我们只说“人”,我们并不知晓构成性差异,但如果我们说“理性的动物”等等,我们就能知晓它们。加上“简明”是因为那些冗长的言论,例如《论冠冕》,以及叙事性的言说;因为这些虽然是言述,但并不简明。而加上“表明底层事物的本性”,要么是因为那些格言,例如“凡事勿过度”和“认识你自己”(因为这些虽然是言述且简明,但并不表明底层事物的本性),要么是因为描述;因为描述并不表明底层事物的本性,而是表明围绕本性的事物及其伴随属性,例如当我说“人是直立行走、能发笑、指甲扁平的事物”时;因为这些表明的是伴随人的属性。第一个要点就包含在这些内容之中。 让我们也进入第二个要点,说明定义与描述、界说以及描述性定义有何不同。应当知晓,定义与描述的不同之处在于:定义取自本质性的用语,并表明底层事物的实体自身与本性,例如“人是理性的、会死的、能接纳理智与科学的动物”;而描述则取自偶性,并表明底层事物的伴随属性及其围绕本性的事物,例如当我说“人是直立行走、能发笑、指甲扁平的事物”时。但既然我们已经说过,定义取自本质性的用语,而描述取自偶性,那就让我们来学习什么是本质性的,什么是偶性。

语法注2 条
  1. 6.0ἀνθορίζονται

    动词 ἀνθορίζομαι 的现在时中动态/被动态第三人称复数,意为“相互界定”或“互为定义”。紧随其后的成对定义(“名称是收缩的定义”,“定义是展开的名称”)展示了这一相互界定的具体内容。

  2. 6.0ὁρισμὸς ὑπογραφῆς διαφέρει, ὅτι ὁ μὲν ὁρισμὸς

    动词 διαφέρει(支配属格 ὑπογραφῆς,表示“与……相区别”)后接引导说明性/原因性从句的 ὅτι,阐明两者的区分所在:句式骨架为“ὁρισμὸς ὑπογραφῆς διαφέρει[定义与描述相区别]+ ὅτι ὁ μὲν... ἡ δὲ...[即定义在于……,而描述在于……]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:11.16-12.28