- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:12.28-14.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫界定了本质属性与偶性的区别,进而从普遍与个别的关系阐明定义与界说的差异,并根据是纯由本质用语构成还是混入偶性,辨析了严格定义与描述性定义的区别。
ἰστέον ὅτι οὐσιῶδές ἐστιν ὃ παρὸν μὲν σώζει τὸν ἄνθρωπον, ἀπὸν δὲ φθείρει, ὥσπερ τὸ λογικόν· τοῦτο γὰρ παρὸν μὲν σώζει τὸν ἄνθρωπον, ἀπὸν δὲ φθείρει· ἀδύνατον γὰρ εἶναι ἄνθρωπον 〈καὶ〉 μὴ εἶναι λογικόν. συμβεβηκὸς δέ ἐστιν ὃ οὔτε παρὸν σώζει οὔτε ἀπὸν φθείρει αὐτόν, ὥσπερ τὸ λευκόν· τοῦτο γὰρ οὔτε παρὸν σώζει οὔτε ἀπὸν φθείρει τὸν ἄνθρωπον· δύναται γὰρ ἄνθρωπος καὶ εἶναι λευκὸς καὶ μὴ εἶναι λευκός· οὐδὲ γὰρ ἐὰν μή ἐστι λευκός, παρὰ τοῦτο οὐκ ἔστιν ἄνθρωπος.1 καὶ πάλιν ὥσπερ τὸ ὀρθοπεριπατητικὸν καὶ πλατυώνυχον· ταῦτα γὰρ οὔτε παρόντα σώζουσιν οὔτε ἀπόντα φθείρουσι τὸν ἄνθρωπον· κἂν γὰρ μή ἐστιν ὀρθοπεριπατητικὸν ὁ ἄνθρωπος, ἀλλὰ τετραποδίζει, καὶ εἰ μὴ ἔχει ὄνυχας, οὐδὲν ἧττον ἄνθρωπός ἐστι. Ταῦτα εἰπόντες ἔλθωμεν καὶ εἴπωμεν τί διαφέρει ὁρισμοῦ ὅρος. ἰστέον ὅτι ὥσπερ ὁ ἄνθρωπος καὶ τὸ ζῷον καθολικῷ καὶ μερικῷ διαφέρουσιν ἀλλήλων (καὶ γὰρ ὁ μὲν ἄνθρωπος μερικώτερός ἐστι, τὸ δὲ ζῷον καθολικώτερον· εἴ τι μὲν γὰρ ἄνθρωπος, τοῦτο καὶ ζῷον· πᾶς γὰρ ἄνθρωπος ζῷόν ἐστιν· οὐκ εἴ τι δὲ ζῷον, τοῦτο καὶ ἄνθρωπος· οὐ πᾶν γὰρ ζῷον ἄνθρωπός ἐστιν· οὐ μόνον γὰρ ἄνθρωπός ἐστι ζῷον ἀλλὰ καὶ ἵππος καὶ βοῦς καὶ κύων), τὸν αὐτὸν δὴ τρόπον ὁ ὁρισμὸς καὶ ὁ ὅρος τῷ καθολικῷ διαφέρουσι καὶ τῷ μερικῷ· καὶ γὰρ ὁ μὲν ὁρισμὸς μερικώτερός ἐστιν, ὁ δὲ ὅρος καθολικώτερος· εἴ τι μὲν γὰρ ὁρισμός, τοῦτο καὶ ὅρος, οὐκ εἴ τι δὲ ὅρος, τοῦτο καὶ ὁρισμός· ὁ γὰρ ὅρος οὐ μόνον τὸν ὁρισμὸν δηλοῖ, τοῦτ’ ἔστι τὸν λόγον τὸν σύντομον τὸν δηλωτικὸν τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος, ἀλλὰ καὶ τὸ ὁροθέσιον καὶ κατὰ τὸν Ἀριστοτέλην εἰς ὃν ἀναλύεται ἡ πρότασις· λέγει γὰρ ὁ Ἀριστοτέλης ὅτι ‘ὅρον τόνδε καλῶ εἰς ὃν ἀναλύεται ἡ πρότασις, τό τε κατηγορούμενον καὶ καθ’ οὗ κατηγορεῖται’.2 οἷον τὸ ‘Σωκράτης περιπατεῖ’ πρότασίς ἐστι· τοῦτο ἀναλύεται εἰς τὸ Σωκράτης καὶ εἰς τὸ περιπατεῖ· ἑκάτερον οὖν αὐτῶν, ὥς φησιν ὁ Ἀριστοτέλης, ὅρος καλεῖται· ὅρος οὖν ἐστι καὶ τὸ Σωκράτης καὶ τὸ περιπατεῖ. κατὰ οὖν τὸ καθολικὸν καὶ μερικὸν διαφέρουσιν ἀλλήλων ὁ ὁρισμὸς καὶ ὁ ὅρος. πολλάκις δὲ καὶ τὸν ὁρισμὸν ὅρον καλοῦμεν τῷ καθολικῷ ὀνόματι κεχρημένοι, ὥσπερ καὶ τὸν ἄνθρωπον τῷ γενικῷ ὀνόματι ζῷον καλοῦμεν. Μαθόντες οὖν τί διαφέρει ὁρισμὸς ὅρου, ἔλθωμεν καὶ εἴπωμεν τί διαφέρει ὁρισμὸς ὑπογραφικοῦ ὁρισμοῦ. ἰστέον ὅτι διαφέρει ὁρισμὸς ὑπογραφικοῦ ὁρισμοῦ, ὅτι ὁ μὲν ὁρισμὸς μονοειδής ἐστι καὶ ἐξ οὐσιωδῶν φωνῶν μόνων εἴληπται, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, ὁ δὲ ὑπογραφικὸς ὁρισμὸς μικτός ἐστι· καὶ γὰρ εἴληπται ἔκ τε οὐσιωδῶν καὶ συμβεβηκότων καί, ὡς ἄν τις εἴποι, ἐξ ὁρισμοῦ καὶ ὑπογραφῆς σύγκειται, ὡς ὅταν εἴπωμεν ‘ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν ὀρθοπεριπατητικὸν πλατυώνυχον’. καὶ ἰστέον ὅτι πρὸς μὲν τὸ γενέσθαι ὁρισμὸν δεῖ πάσας τὰς φωνὰς οὐσιώδεις εἶναι, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, πρὸς δὲ τὸ γενέσθαι ὑπογραφικὸν ὁρισμὸν ἀρκεῖ μία μόνη προστεθεῖσα φωνὴ συμβεβηκός τι δηλοῦσα, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν ὀρθοπεριπατητικόν.
应当知晓,本质性的东西是那种在场时保守人、缺席时毁灭人的东西,正如“理性的”;因为这一特性在场时确实保守人,缺席时确实毁灭人;因为既作为人而又不是理性的,这是不可能的。而偶性则是那种在场时不保守他、缺席时也不毁灭他的东西,正如“白”;因为这一特性在场时既不保守人,缺席时也不毁灭人;因为人既可以是白的,也可以不是白的;因为即使他不是白的,也不至于因此就不是人。再如“直立行走”和“指甲扁平”;因为这些特性在场时既不保守人,缺席时也不毁灭人;因为即使人不是直立行走而是四足爬行,即使他没有指甲,他也同样是人。说明了这些之后,让我们进前来说明定义与界说有何不同。应当知晓,正如人与动物依普遍者和个别者而彼此区别(因为人更个别,而动物更普遍;因为如果某物是人,这物也就是动物;因为凡人皆是动物;但并非如果某物是动物,这物也就是人;因为并非凡动物皆是人;因为不仅人是动物,马、牛和狗也是动物),定义与界说也以完全相同的方式在普遍者和个别者上有所区别;因为定义更个别,而界说更普遍;因为如果某物是定义,这物也就是界说,但并非如果某物是界说,这物也就是定义;因为“界说”不仅表明定义,即“表明底层事物本性的简明言述”,而且还表明界标,并且按照亚里士多德的说法,还表明前提被分析为的东西;因为亚里士多德说:“我把前提被分析为的东西称为界说,即被述说的项以及作为述说对象的项”。例如,“苏格拉底行走”是一个前提;这被分析为“苏格拉底”和“行走”;因此正如亚里士多德所说,它们各自都被称为界说;所以“苏格拉底”和“行走”都是界说。因此,定义与界说是依普遍者和个别者而彼此区别的。但我们常常也使用普遍的名称,把定义称为“界说”,正如我们用属类的名称把人称为“动物”一样。那么,在学完定义与界说有何不同之后,让我们进前来说明定义与描述性定义有何不同。应当知晓,定义与描述性定义的不同之处在于:定义是单一种类的,仅仅取自本质性的用语,例如“人是理性的、会死的、能接纳理智与科学的动物”;而描述性定义则是混合的;因为它既取自本质性的用语,也取自偶性,并且如人们可以说的那样,是由定义与描述复合而成的,例如当我们说“人是理性的、会死的、能接纳理智与科学的、直立行走的、指甲扁平的动物”时。并且应当知晓,要成为定义,所有的用语都必须是本质性的,例如“人是理性的、会死的、能接纳理智与科学的动物”;而要成为描述性定义,只需附加上一个表明某种偶性的单一用语就足够了,例如“人是理性的、会死的、能接纳理智与科学的、直立行走的动物”。
- 6.0οὐδὲ γὰρ ἐὰν μή ἐστι λευκός, παρὰ τοῦτο οὐκ ἔστιν ἄνθρωπος
条件从句 ἐὰν μή ἐστι λευκός 修饰主句 οὐκ ἔστιν ἄνθρωπος,介词短语 παρὰ τοῦτο 表示原因(“由于这”、“因此”)。开头的连词兼否定词 οὐδέ 与主句的否定词 οὐκ 配合,构成双重否定以否定推论结果:“即使他不是白的,也不至于因此就不是人”。
- 6.0ὅρον τόνδε καλῶ εἰς ὃν ἀναλύεται ἡ πρότασις, τό τε κατηγορούμενον καὶ καθ’ οὗ κατηγορεῖται
引自亚里士多德《前分析篇》24b16–18。关系代词从句 εἰς ὃν ἀναλύεται ἡ πρότασις 修饰名词 ὅρον,随后的同位语短语 τό τε κατηγορούμενον καὶ καθ’ οὗ κατηγορεῖται(“被述说的项以及作为述说对象的项”,即谓词与主词)具体说明了关系代词 ὅν 所指涉的内容。
