- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:253.33-254.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯讨论了运动的六个种之间的相互差异,特别是通过天体运动以及对几何学比喻的考察,论证了处所运动和质变尽管为其他运动所预设,但仍然不同于其他运动。
ἰστέον δὲ καὶ τοῦτο, ὅτι οὐχ ὡς γένος εἰς εἴδη ἡ κίνησις διαιρεῖται· ἐν γὰρ τοῖς ὡς γένος εἰς εἴδη διαιρουμένοις οὐκ ἔστι τάξις· προτέρα δὲ ἡ κατὰ τόπον κίνησις τῶν λοιπῶν διὰ τὰ οὐράνια· ταῦτα γὰρ τὴν μὲν κατὰ τόπον κίνησιν ἔλαχον, οὐδεμιᾶς δὲ ἄλλης κινήσεως μετέσχον, οὔτε γενέσεως ἢ φθορᾶς, οὐκ αὐξήσεως ἢ μειώσεως ἢ ἀλλοιώσεως. Τρία προεθέμεθα ζητῆσαι περὶ κινήσεως, τὴν ἀπαρίθμησιν τῶν εἰδῶν αὐτῆς καὶ τὰς διαφορὰς αὐτῆς καὶ ποία 〈ποίᾳ〉 ἐστὶν ἐναντία, ὧν τὸ πρῶτον διήνυσται ἡμῖν. ἀλλ’ εἴπωμεν τὸ δεύτερον, τοῦτ’ ἔστι τὸ εἰπεῖν τὰς διαφορὰς αὐτῆς. ὅτι μὲν οὖν ἡ κατὰ τόπον οὐδεμία ἐστὶ τῶν ἄλλων, δηλοῦσι τὰ οὐράνια, ὡς προείρηται, ταύτην μόνην ἔχοντα οὐδεμίαν δὲ τῶν λοιπῶν. ὅτι δὲ καὶ αἱ ἀντικείμεναι οὐκ εἰσιν αἱ αὐταί, ἄντικρυς δῆλον· οὐ γὰρ ταὐτὸν ἡ γένεσις τῇ φθορᾷ· ἡ μὲν γὰρ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει, ἡ γένεσις, ἡ δὲ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὄν. ἀλλ’ οὐδὲ ἡ αὔξησις τῇ μειώσει ταὐτόν· ἡ μὲν γὰρ ἀπὸ ἐλάττονος ὄγκου εἰς μείζονα ἄγει, ἡ δὲ ἀπὸ μείζονος εἰς ἐλάττονα, ἡ μείωσις. δοκοῦσι δὲ αὗται αἱ δύο, αὔξησις καὶ μείωσις διακρίσεις πως εἶναι καὶ συγκρίσεις καὶ ἀλλοιώσεις. πρὸς ὃ φαμεν ὅτι οὐ ταὐτὸν ἀλλοίωσις καὶ αὔξησις· πολλὰ γὰρ αὔξονται μὴ ἀλλοιούμενα· τὸ γὰρ τετράγωνον γνώμονος περιτεθέντος ηὔξηται μέν, οὐκ ἠλλοίωται δέ. οὐδὲ ἡ μείωσις καὶ ἀλλοίωσις ταὐτόν· ἀφαιρεθέντος γὰρ τοῦ αὐτοῦ γνώμονος μεμείωται μὲν τὸ τετράγωνον, οὐκ ἠλλοίωται δέ. ἀλλ’ οὐ συνᾴδει τὰ νῦν λεγόμενα τοῖς ἐν τῇ Φυσικῇ· οὐκ ἂν γὰρ πάσχοι ὁ Ἀριστοτέλης ἐν τῇ Φυσικῇ γενέσθαι αὔξησιν χωρὶς ἀλλοιώσεως·1 τὴν γὰρ αὔξησιν βούλεται καὶ χωρὶς σωμάτων εἶναι μονάδων καὶ κατὰ τὰς τρεῖς γενέσθαι διαστάσεις καὶ ὑπὸ φυσικῆς ψυχῆς. οὐ κυρίως οὖν αὔξησις ἐπὶ τετραγώνου οὐδὲ ἐπ’ εὐθείας προσθήκην δεξαμένης οὐδὲ ἐπὶ δεξαμενῆς ὕδωρ δεξαμένης εἰς προσθήκην. φέρε οὖν ἡμεῖς ταῦτα διακρίνωμεν ἄλλως· ἰστέον ὅτι πᾶσαι αἱ κινήσεις δέονται τῆς κατὰ τόπον κινήσεως, καὶ ἡ γένεσις (δεῖ γὰρ καταβληθῆναι τὸ σπέρμα ἐν τῇ μήτρᾳ ἢ ἐν τῇ γῇ), ἀλλὰ καὶ ἡ αὔξησις τῷ πλείονα τόπον καταλαβεῖν,2 καὶ ἡ μείωσις τῷ ἐλάττονα τόπον καταλαβεῖν, καὶ ἡ ἀλλοίωσις τῷ ἔξω γενέσθαι τὸ θερμὸν περὶ τὴν ἐπιφάνειαν, ὡς ἐπὶ τῶν θυμουμένων, ἢ ἐντός, ὡς ἐπὶ τῶν ὠχριώντων ἢ φοβουμένων. οὐκ ἐξ ἀνάγκης οὖν ἡ κατὰ τόπον κίνησις ἡ αὐτὴ ταῖς ἄλλαις, κἂν εἰ πᾶσαι δέωνται αὐτῆς, διὰ τὰ οὐράνια. ὁμοίως καὶ τῆς ἀλλοιώσεως πᾶσαι δέονται, ἡ γένεσις ἵνα ποιήσῃ σάρκα, ὀστοῦν καὶ τὰ τοιαῦτα, ἡ αὔξησις ἵνα ποιήσῃ χυμόν, αἷμα, καὶ οὐκ ἤδη ἡ αὐτὴ ταῖς ἄλλαις ἡ ἀλλοίωσις· πολλὰ γὰρ ἀλλοιοῦται μὴ αὐξανόμενα, ὡς τὰ λευκαινόμενα ἢ μελαινόμενα, καὶ ὅτι ἀλλοίωσις γίνεται μὲν καὶ ἀπὸ μέρους, ὡς ἡ ἐν ἑνὶ μορίῳ ψώρα, αὔξησις δὲ ἀπὸ μέρους οὐ γίνεται· κατὰ γὰρ τὰς τρεῖς γίνεται διαστάσεις.
还应当知道这一点,即运动并不是作为属被区分为种的;因为在作为属被区分为种的事物中不存在先后秩序;然而依处所的运动由于天体的缘故优先于其余运动;因为天体获得了依处所的运动,却没有分有任何其他运动,既非生成或消灭,亦非增长、减少或质变。 关于运动,我们曾提议探究三件事:对其种类的列举、其诸种差异,以及哪一种与[哪一种]相反;其中第一项已被我们完成。但让我们来谈第二项,也就是说明它的诸种差异。依处所的运动绝非其余运动中的任何一种,正如先前所说,天体阐明了这一点,因为它们仅具有这一运动而绝无其余运动。而相互对立的运动彼此不同,这也是显而易见的;因为生成与消灭不是同一的;因为一者即生成从非存在导向存在,而另一者则从存在导向非存在。但增长与减少也非同一;因为一者从较小的体积导向较大的体积,而另一者即减少则从较大的体积导向较小的体积。然而增长和减少这两者,似乎在某种方式上是分离、结合和质变。对此我们说,质变与增长不是同一的;因为许多事物在不发生质变的情况下增长;因为当围绕其放置一个磬折形时,正方形确实增长了,却没有质变。减少与质变也非同一;因为当去掉同一个磬折形时,正方形减少了,却没有质变。然而现在所说的与《物理学》中的说法并不谐调;因为亚里斯多德在《物理学》中不会容许没有质变而发生增长;因为他主张增长是没有物体单子的[增加]、在三个维度上发生且由自然灵魂所引发的。因此,在正方形上,在接受了添加的直线上,以及在作为添加接受了水的水池上,都不是严格意义上的增长。那么来吧,让我们以另一种方式来区分这些事物:应当知道,一切运动都需要依处所的运动,生成也是如此(因为种子必须被播撒在子宫中或大地中),但增长也是通过占据更多的处所,减少是通过占据更少的处所,质变则是通过热在表面周围生成于外(如在发怒者身上),或生成于内(如在面色苍白者或恐惧者身上)。因此,即使一切运动都需要依处所的运动,依处所的运动也未必与其余运动同一,这是由于天体的缘故。同样,一切运动也都需要质变:生成是为了产生肉、骨和诸如此类的事物,增长是为了产生体液和血液;然而质变并不由此就与其余运动同一;因为许多事物在不增长的情况下质变,正如变白或变黑的事物,而且质变甚至可以从局部发生,如单一部位上的疥癣,但增长绝不能从局部发生;因为它是按照三个维度发生的。
- 7.1οὐκ ἂν γὰρ πάσχοι ὁ Ἀριστοτέλης ἐν τῇ Φυσικῇ γενέσθαι αὔξησιν χωρὶς ἀλλοιώσεως
οὐκ ἂν πάσχοι 是潜在祈愿语气,动词 πάσχω 带不定式补足语 γενέσθαι,在此表示“容许/容忍……发生”(而非其通常的被动意义“遭受”)。
- 7.1τῷ πλείονα τόπον καταλαβεῖν
带冠词不定式的与格 τῷ καταλαβεῖν 用于表示前面 δέονται(需要)的方式或手段(“通过占据更多的处所”)。随后的 τῷ ἐλάττονα τόπον καταλαβεῖν 和 τῷ ἔξω γενέσθαι 结构相同。
