- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:254.33-255.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯注解亚里斯多德《范畴篇》第14章(15b1)关于“静止与运动相反”的论点,解答了起点的静止与终点的静止何者更相反、以及一项运动是否有两个相反者这两大疑难,并梳理了第15章中作为同名异义词的“具有”(ἔχειν)的六种含义,从而结束全书讲疏。
" Ἔστι δὲ κινήσει μὲν ἐναντίον ἠρεμία." Τρία τινὰ προεθέμεθα ζητῆσαι, τὰ εἴδη τῆς κινήσεως, τὰς διαφορὰς αὐτῶν καὶ τὰ ἐναντία ταῖς κινήσεσιν, ὧν τὰ δύο ἤνυσται ἡμῖν. ἀλλ’ ἔλθωμεν καὶ ἐπὶ τὸ τρίτον καὶ εἴπωμεν τὰ ἐναντία ταῖς κινήσεσιν. ἐναντίον τοίνυν τῇ κινήσει ἡ ἠρεμία, τῇ δὲ τοιᾷδε κινήσει τοιάδε κίνησις. ἀλλὰ τῇ μὲν ἁπλῶς κινήσει 〈ἡ〉 ἠρεμία μόνη μάχεται διὰ τὸ μὴ εἶναι ἄλλην κίνησιν παρὰ τὴν ἁπλῶς κίνησιν, τῇ δὲ ἀλλοιώσει ἐναντίον ἡ τοιάδε ἀλλοίωσις καὶ τῇ κατὰ τόπον κινήσει ἡ τοιάδε κατὰ τόπον κίνησις ἐναντίον. ἐναντίας δὲ κινήσεις λέγει ὁ Ἀριστοτέλης τὰς ἀπὸ τῶν ἐναντίων ἀρχομένας καὶ εἰς τὰ ἐναντία ληγούσας, διὸ ἡ γένεσις τῇ φθορᾷ ἐναντίον (ἡ μὲν γὰρ ἀπὸ τοῦ μὴ ὄντος ἄρχεται καὶ εἰς τὸ ὂν λήγει, ἡ φθορὰ δὲ τοὐναντίον), καὶ ἡ αὔξησις τῇ μειώσει. διὸ ἐπὶ κύκλου ἐναντίαι οὐ γίνονται κινήσεις, καὶ 〈εἰ〉 ἐπὶ θάτερα γίνεται κίνησις, διὰ τὸ ἀπὸ τοῦ αὐτοῦ ἄρχεσθαι δύνασθαι αὐτὰς καὶ εἰς τὸ αὐτὸ λήγειν.1 δεῖ δὲ εἰδέναι ὅτι ἑκάστην κίνησιν δύο ἠρεμίαι παρασπίζουσιν, ἥ τε ὅθεν ἤρξατο καὶ εἰς ὃ λήγει. διὸ ἀποροῦσιν ὅτι ποία μᾶλλον τῶν ἠρεμιῶν μάχεται τῇ κινήσει, ἡ ὅθεν ἤρξατο ἢ εἰς ὃ λήγει. καὶ λέγω ὅτι ἡ ὅθεν ἤρξατο, ἐπειδὴ αὕτη μείζων γίνεται προκόπτοντος ἐν τῇ κινήσει τοῦ κινουμένου, μειοῦται δὲ ἀεὶ τὸ διάστημα τὸ μεταξὺ τοῦ κινουμένου καὶ τῆς εἰς ἣν μέλλει λήγειν ἠρεμίας· ἐναντία δέ ἐστι τὰ πλεῖστον ἀλλήλων διεστῶτα. ἡ πρώτη ἄρα μᾶλλον μάχεται ἠρεμία τῇ κινήσει ἤπερ ἡ εἰς ὃ λήγει. ἀποροῦσι δὲ καὶ τοῦτο· ὅτι εἰ τῇ κινήσει μάχεται καὶ ἡ ἠρεμία καὶ ἡ τοιάδε κίνησις, πῶς δύο ἀντέταξεν 〈ἑνὶ〉 ἡ φύσις; πρὸς ὃ φαμεν δύο λύσεις· ὅτι κἀνταῦθα δύο δυσὶ μάχονται· ὡς μὲν γὰρ κινήσει ἁπλῶς ἡ ἠρεμία μάχεται, ὡς δὲ τοιᾷδε κινήσει ἡ τοιάδε κίνησις. ἢ καὶ ἄλλως· ὅτι ἓν ἑνὶ μάχεται· ἐὰν γὰρ ἡ κίνησις ᾖ κατὰ φύσιν, καὶ ἡ ἠρεμία αὐτῆς παρὰ φύσιν ἐστὶ καὶ ἡ ἀντικειμένη κίνησις. ἓν οὖν ἑνὶ μάχεται ὡς τῇ κατὰ φύσιν τὰ παρὰ φύσιν.2 καὶ ταῦτα μὲν περὶ κινήσεως. Ἐφ’ οἷς διαλέγεται καὶ περὶ τοῦ ἔχειν, οὐ τοῦ ποιοῦντος μίαν τῶν κατηγοριῶν· ἄτοπον γὰρ ἐν τῷ τρίτῳ τμήματι μετὰ τὰς κατηγορίας περὶ τῶν κατηγοριῶν πάλιν διαλέγεσθαι ἄλλως τε καὶ αὐτοῦ διαρρήδην εἰπόντος ἐπὶ τῶν συνθέτων ἓξ κατηγοριῶν μηδὲν πλέον ἔχειν εἰπεῖν ἢ ὅσα περὶ αὐτῶν εἴρηται καὶ ἀνωτέρω. διαλέγεται οὖν περὶ 〈τῆς〉 τοῦ ἔχειν ὁμωνύμου φωνῆς τῆς καὶ τὴν κατηγορίαν περιεχούσης. ἓξ δὲ σημαινόμενα τοῦ ἔχειν· λεγόμεθα γὰρ ποσότητα ἔχειν, ὡς δίπηχυ ἢ τρίπηχυ μέγεθος, λεγόμεθα ποιότητα ἔχειν, λευκότητα ἢ μελανίαν. καὶ δύο σημαινόμενα τῆς τοῦ ἔχειν κατηγορίας τὸ ὅλον περὶ ὅλον καὶ ὅλον περὶ μέρος. ἄλλο σημαινόμενον τοῦ ἔχειν πέμπτον τὸ ἔχειν τὸν μέδιμνον τοὺς πυρούς. ἕκτον σημαινόμενον τοῦ ἔχειν, καθ’ ὃ λέγομεν τὸν ἄνδρα γυναῖκα ἔχειν καὶ τὴν γυναῖκα ἄνδρα. ἐκβάλλει δὲ τοῦτον τὸν τρόπον τοῦ ἔχειν ὡς ἀλλότριον· ἄλλο γὰρ δεῖ ἔχειν τὸ ἔχον παρὰ τὸ ἐχόμενον,3 οὐδὲν δὲ μᾶλλον ἡ γυνὴ ἔχει τὸν ἄνδρα ἢ ὁ ἀνὴρ τὴν γυναῖκα. ταῦτα ἔχει ἡ πρᾶξις. συγκαταπαύεται δὲ αὐτῇ σὺν θεῷ καὶ τὰ σχόλια τῶν Κατηγοριῶν.
“然而与运动相反的是静止。” 我们曾提议探究三件事:运动的诸种、它们的诸种差异,以及与各运动相反者;其中两项已被我们完成。但让我们也进而论及第三项,来说明与各运动相反者。那么,与[单纯的]运动相反的是静止,但与特定的运动相反的是特定的运动。然而,与单纯的运动相抗衡的唯有静止,因为在单纯的运动之外不存在其他运动;但与质变相反的是特定的质变,与依处所的运动相反的是特定的依处所的运动。亚里斯多德将那些始于相反者并终于相反者的运动称为相反的运动,因此生成与消灭相反(因为一者始于非存在而终于存在,消灭则正相反),增长与减少相反。因此在圆周上不会产生相反的运动,即便朝着相反方向产生运动,这也是由于它们能够始于同一者并终于同一者。然而应当知道,每一运动都有两种静止相伴:它始于其中的静止和它终于其中的静止。因此人们产生疑难:这两种静止中哪一种更与运动相抗衡,是它始于其中的那一种,还是它终于其中的那一种?而我说,是它始于其中的那一种,因为随着运动之物在运动中前行,这种静止变得更大,而运动之物与它将要终于其中的静止之间的距离始终在减小;而相反者是彼此相距最远的事物。因此,第一种静止比它终于其中的静止更与运动相抗衡。他们也提出这一疑难:如果静止与特定的运动都与运动相抗衡,自然怎么会把两样事物与[一样事物]相对立?对此我们提出两个解决方案:即在这里也是两样与两样相抗衡;因为作为单纯的运动,静止与之相抗衡,而作为特定的运动,特定的运动与之相抗衡。或者也可以换种方式[解决]:即一样与一样相抗衡;因为如果这一运动是合乎自然的,那么它的静止以及与它对立的运动就都是反自然的。因此,一样与一样相抗衡,正如反自然之物与合乎自然之物相抗衡。关于运动的事就谈这些。在这些之后,他也探讨“具有”,并非构成范畴之一的那种“具有”;因为在范畴之后的第三部分中再次探讨范畴是荒谬的,尤其是他自己已明确指出,关于复合的六个范畴,除了上面关于它们所说的一切之外,他没有什么更多可说的了。因此,他探讨的是也包含该范畴在内的“具有”这一同名异义的语词。“具有”的含义有六种:因为我们被说成具有数量,如两肘或三肘的大小;我们被说成具有性质,如白或黑。而属于“具有”这一范畴的有两种含义:整体围绕整体,以及整体围绕部分。“具有”的另一个即第五种含义是量桶具有小麦。“具有”的第六种含义,即根据它我们说男人具有妻子、女人具有丈夫。但他把这种具有方式作为不相干的而摒弃;因为具有者应当不同于被具有者,但女人具有丈夫并不比男人具有妻子更多半分。本讲包含这些内容。随着它,借着神的相助,《范畴篇》的讲疏也一同结束。
- 7.2διὰ τὸ ἀπὸ τοῦ αὐτοῦ ἄρχεσθαι δύνασθαι αὐτὰς καὶ εἰς τὸ αὐτὸ λήγειν
介词 διά 支配带冠词的不定式短语 τό ... δύνασθαι,其逻辑主语为宾格 αὐτάς(圆周上的各运动)。不定式 ἄρχεσθαι 与 λήγειν 则由 δύνασθαι 支配并列出现。
- 7.2ἓν οὖν ἑνὶ μάχεται ὡς τῇ κατὰ φύσιν τὰ παρὰ φύσιν
连词 ὡς 之后省略了动词 μάχεται。中性复数主格短语 τὰ παρὰ φύσιν(反自然的事物)与阴性单数与格 τῇ κατὰ φύσιν(合乎自然的[运动])相对应,用以说明“一对一”的解决方案。
- 7.2ἄλλο γὰρ δεῖ ἔχειν τὸ ἔχον παρὰ τὸ ἐχόμενον
非人称动词 δεῖ 支配不定式 ἔχειν。中性宾格实体化分词 τὸ ἔχον(具有者)作为不定式的逻辑主语,中性宾格 ἄλλο 作为宾语,并与介词短语 παρὰ τὸ ἐχόμενον(异于被具有者)相呼应。
