- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:252.25-253.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯阐明了亚里斯多德讨论“同在”的缘由,将其三个种(时间、互换相等、次序)与“先”的诸种相对照,随后转向对运动的辩证法式探讨,并基于脱离的三种对象系统推导了运动的六个种。
" Ἅμα δὲ κυρίως λέγεται ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ.1" Καὶ περὶ τῶν ἅμα διαλέγεται ὁ Ἀριστοτέλης· ἐδεήθη γὰρ καὶ τούτων εἰς τὰς κατηγορίας, ὅτε ἔλεγε τὰ πρός τι ἅμα τῇ φύσει εἶναι, καὶ ὅτι οὐ μόνον τὰ ἐναντία ἄμεσα ἢ ἔμμεσα, ἀλλὰ καὶ τῶν πρός τι τὰ μὲν ἄμεσα τὰ δὲ ἔμμεσα (ἄμεσα πρός τι δεξιὸν καὶ ἀριστερόν, ἔμμεσα δὲ μεῖζον ἔλαττον· μέσον γὰρ τὸ ἴσον· καὶ τὸ πρότερον καὶ τὸ ὕστερον· μέσον γὰρ τὸ ἅμα), καὶ ὅτι τὰ ἅμα ἐκ τῆς ἀποφάσεως τῶν ἄκρων γνωρίζονται· ἃ γὰρ μήτε πρότερα ἀλλήλων μήτε ὕστερα, ταῦτα ἅμα. τρία δὲ εἴδη τῶν ἅμα λέγει, καὶ τρία ἀντικεῖσθαι τοῖς τέσσαρσιν εἴδεσι τοῦ προτέρου· τῷ γὰρ ἑνί, ὡς εἴρηται, οὐδὲν ἀντιτίθησι. πρῶτον δὲ εἶδος τῶν ἅμα τὸ τῷ χρόνῳ ἅμα, ὡς τὰ μόρια τοῦ ἐμβρύου. τοῦτο κυρίως ἅμα καὶ ἀντίκειται τῷ κατὰ χρόνον προτέρῳ. δεύτερον εἶδος τῶν ἅμα τὸ ἀντιστρέφον καὶ ἐξισάζον, μηδαμῶς δὲ ἕτερον ἑτέρου αἴτιον τοῦ εἶναι, ὡς τὸ δεξιὸν καὶ τὸ ἀριστερόν· ὡς μὲν γὰρ δεξιὸν καὶ ἀριστερὸν ἅμα καὶ ἀντιστρέφοντα, ὡς δὲ πράγματα οὐδὲν οὐδενὸς αἴτιον· οὐδὲ γὰρ ἡ δεξιὰ χεὶρ τῆς ἀριστερᾶς αἰτία καὶ τὸ ἀνάπαλιν ὡς χεὶρ χειρός. τοῦτο τὸ σημαινόμενον δύο σημαινομένοις τοῦ προτέρου ἀντίκειται, τῷ τῇ φύσει προτέρῳ, ἐν ᾧ τὸ μεῖζον καὶ ἔλαττον (τοῦτο γὰρ ἴσον καὶ μόνον), καὶ τῷ ἀντιστρέφοντι μὲν κατὰ τὸ εἶναι ὁπωσοῦν δὲ δυναμένῳ αἰτίῳ εἶναι τῷ ἑνί, ὡς πατὴρ καὶ υἱός· ἐνταῦθα γὰρ οὐδὲν οὐδενὸς αἴτιον, ὡς τὸ δεξιὸν καὶ ἀριστερόν. τρίτον σημαινόμενον τῶν ἅμα τὸ τῇ τάξει ἅμα, ὡς τὰ ἐκ τῆς διαιρέσεως καταγόμενα, τὸ λογικὸν καὶ ἄλογον· τοῦτο ἀντίκειται τῷ τῇ τάξει προτέρῳ. ταῦτα μὲν ἐν τούτοις. Ἐφ’ οἷς διαλέγεται καὶ περὶ κινήσεως, οὐχὶ τὸν πρέποντα τῇ φυσικῇ τρόπον· τοῦτο γὰρ ποιεῖ ἐν τοῖς τελευταίοις τῆς Φυσικῆς τέτταρσι λόγοις καὶ ἐν τῷ τρίτῳ· οὐ γὰρ νῦν ὁρίζεται τὴν κίνησιν οὐδὲ λέγει τὰ αἴτια τῆς κινήσεως. ἀλλὰ τὸν πρέποντα τῇ διαλεκτικῇ τρόπον διαλέγεται περὶ αὐτῆς. ἀπαριθμεῖται τὰ σημαινόμενα τῆς κινήσεως, λέγει τὰς διαφορὰς αὐτῆς καὶ ποία ποίᾳ ἀντίκειται. διαλέγεται δὲ περὶ κινήσεως, ἐπειδὴ καὶ αὐτῆς ἐδεήθη ἐν ταῖς κατηγορίαις, ἐν μὲν τῇ οὐσίᾳ λέγων ὅτι ἡ οὐσία κατὰ τὴν οἰκείαν ἑαυτῆς μεταβολὴν τῶν ἐναντίων ἐστὶ δεκτική (ἡ δὲ μεταβολὴ κίνησις), καὶ ἐν τῇ ποιότητι, ὅτε ἔλεγε τὰς ἕξεις [καὶ διαθέσεις] ἀμεταβλήτους εἶναι, ἡ δὲ μεταβολὴ κίνησις (ποτὲ γὰρ καὶ αὗται μεταβάλλονται ἐν μεγάλῃ μεταβολῇ), καὶ ὅτε τὸν λόγον καὶ τὴν δόξαν ἔλεγεν αὐτὰ μὲν ἀκίνητα διαμένειν, τοῦ δὲ πράγματος μεταβάλλοντος καὶ αὐτὰ μεταβάλλειν. ἓξ δὲ εἴδη τῆς κινήσεως· γένεσις, φθορά, αὔξησις, μείωσις, ἀλλοίωσις, ἡ κατὰ τόπον μεταβολή. ἓξ δὲ εἴδη εἰσὶ δι’ αἰτίαν τοιαύτην· ἡ κίνησις ἐξάλλαξίς ἐστι καὶ ἔκστασις. ἐξίσταται δέ τις ἢ ἑαυτοῦ2 καὶ ποιεῖ γένεσιν καὶ φθοράν, ἢ τῶν ἑαυτοῦ (καὶ τοῦτο διχῶς· ἢ γὰρ μεριστὸν καὶ ποιεῖ τὸ ποσόν, ἐν ᾧ αὔξησις καὶ μείωσις, ἢ ἀμέριστον καὶ ποιεῖ τὸ ποιόν, ἐν ᾧ ἡ ἀλλοίωσις), ἢ τῶν περὶ αὐτὸν καὶ ποιεῖ τὴν κατὰ τόπον μεταβολήν· ὁ γὰρ τόπος περὶ ἡμᾶς καὶ οὐκ ἐν ἡμῖν.
“然而,严格意义上被称为‘同在’的,乃是其生成在同一时间中的那些事物。” 亚里斯多德也讨论了“同在”的事物;因为他在范畴论中也需要它们——当时他说关系词在本性上是同在的,并且不仅相反者有无中介的和有中介的,而且在关系词中同样一些是无中介的而另一些是有中介的(无中介的关系词如右和左,而有中介的如较大和较小——因为居间者是相等——以及先和后——因为居间者是同在——),并且同在的事物是由两极的否定所认识的;因为凡是既不彼此居先也不彼此居后的事物,这些就是同在的。他说同在之事有三个种,且这三个种与“先”的四个种相对立;因为正如已说过的,对于那一种,他并未设立任何对立者。同在之事的第一个种是时间上的同在,如胚胎的各个部分。这是严格意义上的同在,并与按时间居先者相对立。同在之事的第二个种是相互转换且相等的,但无论如何一方绝非另一方存在的原因,如右与左;因为作为右和左,它们同在且相互转换,但作为实物,没有任何一者是任何另一者的原因;因为右手绝不是左手的原因,反之作为手对手亦然。这个涵义与“先”的两个涵义相对立:与本性上居先者相对立,在其中存在较大与较小(因为此种仅仅是相等的);也与在存在上相互转换、但以某种方式一方能成为另一方之原因者(如父亲与儿子)相对立;因为在这里没有任何一者是任何另一者的原因,正如右和左。同在之事的第三个涵义是在次序上同在,如由区分派生出的事物,即理性的与非理性的;这与次序上居先者相对立。关于这些就谈到这里。紧接着这些,他也讨论了运动,但并非以适合于自然哲学的方式;因为他是在《物理学》最后四卷以及第三卷中那样做的;因为他现在既没有给运动下定义,也没有说明运动的原因。而是以适合于辩证法的方式讨论它。他列举了运动的诸涵义,说明了它的诸种差异以及哪一种与哪一种相对立。他讨论运动,是因为他在诸范畴中也需要它:在实体中,他说实体能够按照自身的固有变化容纳相反者(而变化就是运动);在性质中,当时他说状态[和素质]是不可变化的,而变化就是运动(因为有时这些在巨大的变化中也会变化);以及当时他说言辞和意见本身保持不动,但由于事物变化,它们自身也随之变化。运动有六个种:生成、消灭、增长、减少、质变、位置移动。存在六个种乃是出于这样的原因:运动是一种变易和脱离。而一物要么脱离自身(从而产生生成和消灭),要么脱离属于自身之物(这有两种方式:要么是可分割的,从而产生数量,在其中有增长和减少;要么是不可分割的,从而产生性质,在其中有质变),要么脱离其周围之物(从而产生位置移动;因为处所在我们周围而不在我们内部)。
- 7.1ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ
关系代词 ὧν 是从属于 ἡ γένεσις 的所属/领属属格(“其生成……”)。主句中作为先行词的指示代词 ταῦτα 被省略,整个关系从句充当被动动词 λέγεται 的主语短语。
- 7.1ἐξίσταται δέ τις ἢ ἑαυτοῦ καὶ ποιεῖ γένεσιν καὶ φθοράν, ἢ τῶν ἑαυτοῦ
动词 ἐξίσταμαι 支配属格,意为“脱离、离开”。以不定代名词 τις(“某物/主体”)为共同主语,通过三个并列的分离属格(或介词短语)构建了三分法:ἢ ἑαυτοῦ(脱离自身)、ἢ τῶν ἑαυτοῦ(脱离属于自身之物)、ἢ τῶν περὶ αὐτόν(脱离自身周围之物),以此推导出运动的分类。
