- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:251.6-252.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯解释了亚里斯多德为何在称“先”有四种意义的同时列举了五种(因基于价值的分类严格来说与哲学格格不入),并通过二分法系统地阐明了时间、本性、次序、原因与价值这五种先在的方式。
" Πρότερον δὲ ἕτερον ἑτέρου λέγεται τετραχῶς." Καὶ περὶ προτέρου διαλέγεται ὁ Ἀριστοτέλης· ἐδεήθη γὰρ καὶ τούτου οὐ μόνον ἐν τῷ τῶν κατηγοριῶν τμήματι, ὅτε τὴν οὐσίαν διῄρει εἰς πρῶτον καὶ δεύτερον καὶ ὅτε πρώτην ἔλεγε τὴν οὐσίαν τῶν ἄλλων κατηγοριῶν, δεύτερον δὲ τὸ ποσόν, ἀλλὰ καὶ ἐν τοῖς πρός τι, ὅτε πρότερον τὸ αἰσθητὸν τῆς αἰσθήσεως καὶ τὸ ἐπιστητὸν τῆς ἐπιστήμης, καὶ ἐν τοῖς ἀντικειμένοις, ὅτε πρῶτα ἔλεγε τὰ πρός τι, δεύτερα τὰ ἐναντία, τρίτην τὴν ἕξιν καὶ τὴν στέρησιν, τετάρτην ἀπόφασιν καὶ κατάφασιν. ὃ οὖν ποιεῖ τὸ τρίτον τμῆμα πρὸς τὸ 〈δεύτερον〉 τῶν Κατηγοριῶν τμῆμα, τὰ χρήσιμα διδάσκον πρὸς ἐκεῖνο, τοῦτο ποιεῖ αὐτὸ πρὸς ἑαυτὸ καὶ τὰ χρήσιμα διδάσκει, ὧν ἐδεήθη ἐν τῷ περὶ τῶν ἀντικειμένων λόγῳ. πανταχοῦ τὰ πρός τινα διδασκαλίαν ἑτέρων παραλαμβανόμενα ὕστερον διδάσκει. τετραχῶς δὲ λέγων τὰ πρότερα, πέντε αὐτὰ ἀπαριθμεῖται, ὡς ἑνὸς μὴ ὄντος κυρίως προτέρου.1 καὶ ὁ στοιχειωτὴς λέγων αἰτήματα πέντε, ἓξ αὐτὰ ἀπαριθμεῖται, ὡς ἑνὸς μὴ ὄντος αἰτήματος. διὸ καὶ δυνάμενος ἕκαστον εἶδος τῶν ἅμα ἑκάστῳ εἴδει τοῦ προτέρου ἀντιθεῖναι τῷ ἑνὶ οὐκ ἀντέταξεν ὡς ἀλλοτρίῳ φιλοσοφίας. διαιρεῖται δὲ τὸ πρότερον εἰς ταῦτα οὐχ ὡς γένος εἰς εἴδη· ἐν γὰρ τοῖς ὡς γένος εἰς εἴδη οὐκ ἔστι τὸ μὲν κυρίως τὸ δὲ οὐ κυρίως. ἓν τοίνυν εἶδος τοῦ προτέρου τὸ κατὰ χρόνον, ὃ καὶ κυρίως πρότερον, οὐχ ὅτι καὶ τοῦ φύσει προτέρου πρότερον, ἀλλὰ τῇ συνηθείᾳ κυρίως τοῦτο πρῶτον ἔγνωσται, ὡς τὰ Τρωϊκὰ τῶν Μηδικῶν καὶ Πλάτωνος Σωκράτης. ἀλλ’ ἐπὶ μὲν ἐμψύχων καὶ παλαιότερον καὶ πρεσβύτερον λέγεται, ἐπὶ δὲ ἀψύχων παλαιότερον μόνον. δεύτερον εἶδος τοῦ προτέρου τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον, συνεισφερόμενον καὶ μὴ συνεισφέρον, ὡς τὸ ζῷον τοῦ ἀνθρώπου φύσει πρότερον καὶ ἡ μονὰς τῆς δυάδος. οὐ λέγω δὲ καὶ τὸ καθολικώτερον· ἡ γὰρ μονὰς τῆς δυάδος φύσει μὲν προτέρα, καθολικωτέρα δὲ οὐκ ἔστιν· οὐ γὰρ λέγεται ἡ δυὰς μονὰς τῷ τοῦ γένους ὀνόματι. τρίτον εἶδος τοῦ προτέρου τὸ τῇ τάξει πρῶτον, ὥσπερ αἱ συλλαβαὶ τῶν λέξεων τὰ δὲ γράμματα τῶν στοιχείων, ἐπειδὴ αἱ γραμμικαὶ δείξεις οὐ δέονται τῶν στοιχείων εὐθὺς διὰ τῆς καταγραφῆς δεικνύουσαι τὸ σχῆμα ἤγουν τὸ διάγραμμα γραμμικόν, καὶ πολλοὶ ἐροῦσι μακροὺς λόγους μήτε γράμματα μήτε συλλαβὰς εἰδότες. καὶ τὰ προοίμια καὶ αἱ διηγήσεις τῶν ἀγώνων τῇ τάξει πρότερα· ὁ γὰρ ἄτεχνος ῥήτωρ δύναται τοῖς προοιμίοις ἐπὶ τέλει χρήσασθαι, καὶ οἱ ἀρεοπαγῖται οὔτε ἐπιλόγων οὔτε προοιμίων ἠκροῶντο. ταῦτα τῇ τάξει πρότερα· ἔξεστι γὰρ προτάξαι ἡμᾶς ἃ βουλόμεθα. τέταρτον εἶδος τοῦ προτέρου τὸ ἀντιστρέφον καὶ ἐξισάζον, ὁπωσοῦν δὲ αἴτιον θάτερον θατέρῳ τοῦ εἶναι,2 ὡς πατὴρ καὶ υἱός. ταῦτα ἀντιστρέφει, ἀλλ’ ὁ μὲν πατὴρ καὶ τοῦ εἶναι τῷ υἱῷ ὡς ἀνθρώπῳ αἴτιος καὶ τῆς σχέσεως, ὁ δὲ υἱὸς τῆς σχέσεως μόνης τῷ πατρὶ αἴτιος. πέμπτον εἶδος τοῦ προτέρου τὸ κατὰ τὴν ἀξίαν, ὥσπερ λέγομεν πρωτεύοντας ἐν πόλει, ὅπερ ἀλλότριον τοῦ προκειμένου· οὐ γὰρ φιλοσοφίας τὸ λογίζεσθαι τύχας εἰδυίας3 τὸ τῆς τύχης 〈γὰρ〉 ῥεῦμα μεταπίπτει ταχύ καὶ τὸ ὦ μῆτερ, 〈ἥτις〉 ἐκ τυραννικῶν δόμων δούλειον ἦμαρ εἶδες. εἰσὶ δὲ πέντε τρόποι δι’ αἰτίαν τοιαύτην· τὸ πρῶτον ἢ ἐν λόγοις καὶ ποιεῖ τὸ τῇ τάξει πρῶτον, ἢ ἐν πράγμασι. καὶ τοῦτο διχῶς· ἢ γὰρ δι’ ἑαυτὸ ἢ δι’ ἄλλο, καὶ εἰ δι’ ἑαυτό, ἢ μεῖζον καὶ ποιεῖ τὸ τῇ φύσει πρῶτον (μεῖζον γὰρ τὸ ζῷον τοῦ ἀνθρώπου), ἢ ἴσον καὶ ποεῖ τὸ ἀντιστρέφον, ὡς ἐπὶ πατρὸς καὶ υἱοῦ. 〈εἰ〉 δι’ ἄλλο δέ, ἢ διὰ τὸν χρόνον καὶ ποιεῖ τὸ πρῶτον ἤγουν τὸ παλαιότερον, ἢ διὰ τὴν ἀξίαν καὶ ποιεῖ τὸ πέμπτον, ὅπερ ἀλλότριον ἐδείχθη τῆς φιλοσοφίας.
“一物被称为先于另一物,乃是在四种意义上。” 亚里斯多德也讨论了“先”;因为他不仅在范畴的章节中需要它——当时他将实体区分为第一实体和第二实体,并说实体先于其他范畴而数量居次——而且在关系词中也是如此——当时他说可感觉者先于感觉,可知者先于知识——在对立事物中同样如此——当时他说关系词居第一,相反者居第二,状态与匮乏居第三,否定与肯定居第四。因此,正如第三部分相对于《范畴篇》第二部分所起的作用——讲授对那部分有用的内容——它对自己本身也起着这种作用,讲授了他在论对立事物的讨论中所需要的有用内容。凡是为讲授其他内容而被先行采纳的内容,他在各处都会在之后予以讲授。他说“先”有四种意义,却列举出了五种,这是因为其中一种并非严格意义上的“先”。正如几何《原本》的编撰者虽然说公设是五个,却列举了六个,因为其中一个并不是公设。因此,他虽能够将“同在”的每一个种对立于“先”的每一个种,却没有在这一种面前设立对立者,视其为与哲学格格不入。然而,“先”被区分为这些种,并非像属区分为种那样;因为在像属区分为种的事物中,并不存在一种是严格意义上的而另一种不是严格意义上的。因此,“先”的第一种是按时间而言的,这也是严格意义上的“先”——并非因为它甚至先于按本性而言的“先”,而是在日常习惯中这被认作严格意义上的第一——如特洛伊战争先于波斯战争,苏格拉底先于柏拉图。但是在有灵魂之物上,它既被称为“较旧的”也被称为“较年长的”,而在无灵魂之物上则仅被称为“较旧的”。“先”的第二种是同消灭而不同被消灭、同被带入而不同带入者,正如动物在本性上先于人,一(单元)先于二。我并不说是“更具普遍性的”;因为一在本性上虽先于二,却并非更具普遍性;因为二并不能以属的名称被称为一。“先”的第三种是在次序上居先者,正如音节先于词汇,文字先于字母;因为基于线条的证明并不需要字母,而是通过画图直接显示图形即线图,且许多人在既不知文字也不知音节的情况下发表长篇演说。开场白和叙述在次序上也先于辩论;因为拙劣的修辞学家能够在最后使用开场白,而战神山法官们既不听尾声也不听开场白。这些是在次序上居先的;因为我们可以随意将我们意愿之物置于前面。“先”的第四种是相互转换且相等的,但无论如何一方是另一方存在的原因,如父亲和儿子。这些相互转换,但父亲对于儿子而言既作为人是其存在的原因也是关系的因,而儿子对于父亲而言仅仅是关系的原因。“先”的第五种是按价值而言的,正如我们说到城邦中的显赫之人,这与手头的主题格格不入;因为哲学知晓“因为命运之流转变迅捷”,知晓“母亲啊,你从王家宫殿得见奴隶之日”,去盘算命运绝非哲学的本分。存在五种方式乃是出于这样的原因:居先者要么存在于言辞之中(从而产生次序上的居先),要么存在于事物之中。而后者有两种方式:要么出于自身,要么出于他物;若是出于自身,要么更大(从而产生按本性而言的居先,因为动物大于人),要么相等(从而产生相互转换者,正如在父亲和儿子那里)。但若是出于他物,要么出于时间(从而产生第一种,即较旧者),要么出于价值(从而产生第五种,这已被证明与哲学格格不入)。
- 6.1ὡς ἑνὸς μὴ ὄντος κυρίως προτέρου
连词 ὡς 后接属格绝对结构(ἑνὸς μὴ ὄντος),为主句动词 ἀπαριθμεῖται(列举)提供主观的、解释性的理由(“因为其中一个并非严格意义上的‘先’”)。紧随其后的 ὡς ἑνὸς μὴ ὄντος αἰτήματος 具有完全相同的句法构造。
- 6.1ὁπωσοῦν δὲ αἴτιον θάτερον θατέρῳ τοῦ εἶναι
θάτερον 作主语,αἴτιον 作谓语(“一方是原因”)。θατέρῳ 为表示关系或利益的与格(“对另一方而言”),带冠词的不定词 τοῦ εἶναι 依附于形容词 αἴτιον,作为限定其原因内容的属格(“存在的原因”)。
- 6.1οὐ γὰρ φιλοσοφίας τὸ λογίζεσθαι τύχας εἰδυίας
句法骨架为 οὐ γὰρ [ἐστι] φιλοσοφίας(表特征或职责的属格谓语,“不属于哲学的本分”)加上带有冠词的不定词主语 τὸ λογίζεσθαι τύχας(“盘算命运”)。分词 εἰδυίας 为阴性单数属格,与发生超距的属格名词 φιλοσοφίας 在格、性、数上一致,并在句法上修饰它(“对于深知……的哲学而言”)。
