- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:249.28-251.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯阐述了相反者的第三条规则,解释了善与恶如何贯穿全部十个范畴,指出严格而言二者并非相反而是状态与匮乏的对立,并在评注14a22时说明“相反的属”是指邻近属而非最高属。
τρίτος κανὼν ὅτι τὰ ἐναντία ἢ ὑπὸ ἓν γένος ἀνάγονται, ὡς λευκὸν καὶ μέλαν ὑπὸ τὸ χρῶμα, ἢ ὑπὸ ἀντιδιῃρημένα γένη, ὡς δικαιοσύνη καὶ ἀδικία ὑπὸ ἀρετὴν καὶ κακίαν, ἢ οὐκ ἀνάγονται ὑπὸ γένος τῷ αὐτὰ γένος εἶναι,1 ὡς τὸ ἀγαθὸν καὶ κακόν· ταῦτα γὰρ γένη εἰσί. καὶ οὐ δώδεκα αἱ κατηγορίαι τούτων προστεθέντων· ταῦτα γὰρ γένη εἰσὶν οὐχ οἷα τὰ παρὰ Ἀριστοτέλει διαμερισάμενα πάντα τὰ ὄντα, καὶ τὸ τελοῦν ὑπὸ τοῦτο τὸ γένος ὑπ’ ἄλλο οὐ τελεῖ (καὶ γὰρ ἐχρήσατο τῷ διωρισμένῳ ποσῷ ἐπὶ τῶν δέκα κατηγοριῶν, οὐ μὴν τῷ συνεχεῖ, δέκα λέγων τὰ γενικώτατα, ὧν τὸ ἕτερον οὐ τελεῖ ὑπὸ τὸ ἕτερον· δέκα γὰρ φωνὰς εἶπεν ἁπλᾶς σημαινούσας ἁπλᾶ πράγματα διὰ μέσου ἁπλῶν νοημάτων· ἕκαστον τούτων καθ’ ἑαυτὸ θεωρεῖται ἀμιγὲς τοῦ ἑτέρου), ἀλλ’ οἷα τὰ παρὰ Πλάτωνι διὰ πάντων διήκοντα καὶ δι’ ἀλλήλων· οὗτος γὰρ πέντε λέγει γένη τοῦ ὄντος καὶ τῷ συνεχεῖ κέχρηται καὶ τῷ διωρισμένῳ τρόπῳ αὐτὰ θεωρῶν τὰ πράγματα καὶ τὰ νοήματα χωρὶς φωνῶν, ὡς ἔχουσι φύσεως συνυπάρχοντα ἀλλήλοις, συνεχὲς μὲν νοήσας τὴν δίιξιν τῶν πραγμάτων δι’ ἀλλήλων, διωρισμένον δὲ τὸ ἀσύγχυτον τῶν διελθόντων· τὸ γὰρ ἀγαθὸν καὶ τὸ κακὸν διὰ τῶν δέκα κατηγοριῶν διήκουσι, καὶ ἀγαθὸν μὲν ἐν οὐσίᾳ γένεσις κακὸν δὲ φθορά, ἐν ποσῷ ἀγαθὸν μὲν τὸ δίπηχυ λόγου χάριν κακὸν δὲ τὸ πηχυαῖον, ἐν ποιῷ ἀγαθὸν μὲν συμμετρία κακὸν δὲ ἀσυμμετρία, ἐν πρός τι ἀγαθὸν μὲν τὸ ἔχειν κακὸν δὲ τὸ μὴ ἔχειν, ἐν τῷ ποτὲ ἀγαθὸν μὲν τὸ πλεῖν θέρους κακὸν δὲ τὸ πλεῖν χειμῶνος, ἐν τῷ ποῦ ἀγαθὸν μὲν ἐν ὑγιεινῷ χωρίῳ διαιτᾶσθαι κακὸν δὲ ἐν νοσερῷ, ἐν τῷ κεῖσθαι ἀγαθὸν τῷ νοσοῦντι ἡ τοιάδε ἀνάκλισις κακὸν δὲ ἡ τοιάδε, ἐν τῷ ἔχειν ἀγαθὸν μὲν τὸ ἔχειν τέκνα ἢ σίδηρον· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος· κακὸν δὲ τὸ μὴ ἔχειν, ἐν τῷ ποιεῖν ἀγαθὸν τὸ διδάσκειν κακὸν δὲ τὸ ἀδικεῖν, ἐν τῷ πάσχειν ἀγαθὸν τὸ διδάσκεσθαι κακὸν δὲ τὸ ἀδικεῖσθαι. καὶ οὕτως μὲν ὁ Ἀριστοτέλης ἐναντία γένη εἶναί φησι τὸ ἀγαθὸν καὶ τὸ κακόν. ἀκριβολογουμένοις δὲ οὐδὲ ἐναντία φανήσεται,2 ἀλλὰ κατὰ στέρησιν καὶ ἕξιν ἀντικεῖσθαι· δεῖ γὰρ τῶν ἐναντίων ἑκάτερον εἰδοπεποιῆσθαι καὶ ὡρισμένην ἔχειν φύσιν, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν· τὸ δὲ κακὸν οὐκ ἔχει ὡρισμένην ὑπόστασιν· ἀμετρία γάρ τίς ἐστιν, ἡ δὲ ἀμετρία πῶς εἶδος ἂν σχοίη ὡρισμένον; ὅθεν οὐδὲ ὁρισμῷ ὑποπίπτει ἡ κακία, ἀλλ’ ὥσπερ ἡ στέρησις τῇ ἀπουσίᾳ τῆς ἕξεως παραγίνεται αὐτὴ οὐκ ἔχουσα ὡρισμένην τινὰ φύσιν, οὕτω καὶ ἡ κακία τῇ ἀπουσίᾳ τῆς ἀρετῆς παραγίνεται ἢ καθ’ ὑπερβολὴν ἢ κατ’ ἔλλειψιν· ἐκείνης γὰρ ἐν συμμετρίᾳ θεωρουμένης ἡ τοῦ μετρίου παρατροπὴ κακίαν ἐποίησε κατὰ τὸ πλεονάζον καὶ ἐλλεῖπον.
第三条规则是:相反者要么被归入一个属,如白与黑归入颜色;要么归入互相对分的诸属,如正义与不正义归入德性与恶习;要么由于它们自身就是属而不归入属,如善与恶;因为这些本身就是属。并不因加上这些,范畴就变成了十二个;因为这些属并非像亚里斯多德那里划分所有存在物的那种属,以至于归属于该属的事物不再归属于另一属(因为他在十个范畴上使用了离散的量而非连续的量,称最高属有十个,其中一个不归属于另一个;因为他谈到了十个单纯的话语,通过单纯的思想作为中介指示单纯的事物;其中的每一项都在自身中被考察,不与另一项混杂),而是像柏拉图那里贯穿一切事物并相互贯穿的那些属;因为柏拉图谈论存在的五个属,在脱离话语考察事物本身和思想本身时,兼用了连续和离散的方式,将它们视为具有相互共存的本性,把事物之间的相互贯穿理解为连续的,而把贯穿者之间的不混淆理解为离散的;因为善与恶贯穿于十个范畴之中:在实体中善是生成而恶是毁灭;在数量中善例如是两肘长而恶是一肘长;在性质中善是匀称而恶是不匀称;在关系中善是拥有而恶是不拥有;在时间中善是夏日航行而恶是冬日航行;在地点中善是在健康之地生活而恶是在患病之地;在姿态中对于病人而言善是如此的卧式而恶是那样的卧式;在状态中善是拥有孩子或铁——因为“铁自己引人”——而恶是不拥有;在主动中善是施教而恶是行不义;在被动中善是受教而恶是遭受不义。亚里斯多德就是这样主张善与恶是相反的属的。但对于严谨推敲的人而言,它们甚至不会显现为相反者,而是显现为按照匮乏与状态相对立;因为相反者各自必须具有明确的种相并具有确定的本性,正如白与黑那样;而恶并没有确定的实体;因为恶是某种不匀称,而不匀称如何能具有确定的种相呢?因此恶习甚至不受定义的限制,而是正如匮乏自身没有任何确定的本性、因状态的缺席而产生一样,恶习也因德性的缺席而或按照过度或按照不足产生;因为当德性在匀称中被考察时,对适度的偏离就按照过度和不足造成了恶习。
"Δικαιοσύνη δὲ καὶ ἀδικία ἐν τοῖς ἐναντίοις γένεσι· τοῦ μὲν γὰρ ἀρετὴ τοῦ δὲ κακία τὸ γένος." Ἰστέον ὅτι εἰ καὶ ὑπὸ τὰ ἐναντία τελεῖν γένη ἔφη τὰ ἐναντία,3 οὐ κατὰ τὸ γενικώτατον αὐτῶν γένος εἴρηκεν, ἀλλὰ κατὰ τὸ προσεχὲς καὶ ὑπάλληλον· ἀνάγκη γὰρ πάντα τὰ ἐναντία ὑπὸ τὸ αὐτὸ τελεῖν γένος· εἰ γὰρ καὶ ἡ ἀδικία ὑπὸ τὴν κακίαν τελεῖ καὶ ἡ δικαιοσύνη ὑπὸ τὴν ἀρετήν, ἀλλὰ καὶ ἡ ἀρετὴ καὶ ἡ κακία ὑφ’ ἕν τι τελοῦσι κοινὸν γένος, τὴν ἕξιν λέγω καὶ τὴν διάθεσιν, αὐτὰ δὲ ὑπὸ τὴν ποιότητα, ἥτις ἐστὶ γένος γενικώτατον πάντων ἐναντίων. καὶ εἰκότως ὑφ’ ἓν τὰ ἐναντία τελοῦσι γένη· ἐσπούδασε γὰρ ἡ φύσις τὸν πρὸς ἄλληλα αὐτῶν εἰδυῖα πόλεμον ἄνωθέν τε καὶ κάτωθεν αὐτὰ δῆσαι, ἄνωθεν μὲν τῷ κοινῷ γένει κάτωθεν δὲ τῷ κοινῷ ὑποκειμένῳ. ταῦτα καὶ περὶ ἀντικειμένων καὶ ἡ παροῦσα θεωρία.
“正义与不正义在相反的属中;因为德性是前者的属,而恶习是后者的属。” 应当知道,即便他说相反者归属于相反的诸属,他并不是按照它们的最高属而言的,而是按照邻近的、从属的属而言的;因为必然的是,所有相反者都归属于同一个属;因为即便不正义归属于恶习而正义归属于德性,德性与恶习也归属于一个共同的属,我指的是状态与素质,而它们本身又归属于性质,性质是所有相反者的最高属。相反者归属于一个属是合情合理的;因为自然知晓它们彼此间的争斗,便用心从上方和下方把它们维系起来:从上方用共同的属,从下方用共同的基底。关于对立事物以及当前的考察至此为止。
- 5.6τῷ αὐτὰ γένος εἶναι
带冠词不定式的与格(τῷ ... εἶναι)表示原因,宾格 αὐτά 作其逻辑主语,γένος 为表语,意为“由于它们自身就是属”。
- 5.6ἀκριβολογουμένοις δὲ οὐδὲ ἐναντία φανήσεται
ἀκριβολογουμένοις 是评判者与格(关系与格)。其后的不定式 ἀντικεῖσθαι 作 φανήσεται 的补足语,整句意为“对于严谨推敲的人而言,[善与恶]甚至不会显现为相反者,而是显现为……相对立”。
- 5.7εἰ καὶ ὑπὸ τὰ ἐναντία τελεῖν γένη ἔφη τὰ ἐναντία
由连词 εἰ καί(即便……)引导的让步从句。ἔφη(省略主语亚里斯多德)带宾格加不定式结构(τὰ ἐναντία 作主语宾格,τελεῖν 为不定式),意为“即便他说相反者归属于相反的诸属”。
