← 埃利亚斯

亚里士多德《范畴篇》注释

§248.3-249.28

矛盾对立的特征与关于相反者的两条规则

埃利亚斯梳理了四种对立种之间产生的六种关联,阐明了矛盾(肯定与否定)在分判真假以及适用于非存在事物方面如何有别于其他对立。随后他进入《范畴篇》第11章关于相反者的讨论,阐释了关于善恶不对称对立(恶既反对善也反对另一恶)的第一条规则,以及关于其共存条件适用的第二条规则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.5

" Ὅσα δὲ ὡς κατάφασις ἢ ἀπόφασις ἀντίκεινται." Τεσσάρων ὄντων εἰδῶν τῶν ἀντικειμένων ἓξ γίνονται σχέσεις κατὰ τὴν ἐν τῇ Εἰσαγωγῇ Πορφυρίου μέθοδον, πολυπλασιαζόντων τέσσαρα ἐπὶ τὸν μονάδι ἐλάττονα τὸν τρία, τετράκις τρία δώδεκα, καὶ τῶν συναχθέντων λαμβανόντων τὰ ἡμίση·1 ἡμίση γὰρ τῶν δώδεκα ἕξ. ἓξ οὖν σχέσεις, τῶν πρός τι πρὸς τὰ ἐναντία καὶ πρὸς ἕξιν καὶ στέρησιν (ἰδοὺ δύο σχέσεις), καὶ τῶν ἐναντίων πρὸς τὴν ἕξιν καὶ στέρησιν (ἰδοὺ καὶ ἄλλη σχέσις), ἄλλαι δὲ τρεῖς γίνονται σχέσεις ἀπὸ ἀποφάσεως καὶ καταφάσεως πρὸς τὰ λοιπά. διαφέρει δὲ τῶν τριῶν ἡ ἀπόφασις καὶ κατάφασις, διότι ἡ μὲν ἀπόφασις καὶ κατάφασις διαιρεῖ τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος (ἢ γὰρ ἀληθεύει ἢ ψεύδεται ‘Σωκράτης κάθηται — Σωκράτης οὐ κάθηται’), τὰ δὲ πρός τι καὶ τὰ ἐναντία καὶ ἕξις καὶ στέρησις ὡς ἁπλαῖ φωναὶ ὄντα οὔτε ἀληθεύουσιν οὔτε ψεύδονται· ἐὰν γὰρ εἴπω ‘πατήρ’, οὔτε ἠλήθευσα οὔτε ἐψευσάμην, κἂν εἴπω ‘λευκὸν ἢ μέλαν’ ἢ ‘ὄψις ἢ τυφλότης’, τούτων ἕκαστον καθ’ αὑτὸ οὔτε ἀληθὲς οὔτε ψεῦδος. εἰ δὲ τις λέγει ὅτι συμπεπλεγμένα αὐτὰ λαμβάνω καὶ λέγω ὅτι ‘Σωκράτης υἱός ἐστι’, ‘Σωκράτης μέλας ἐστί’, ‘Σωκράτης ὄψιν ἔχει’, ἀλλὰ καὶ οὕτω διαφέρει τούτων ἡ ἀντίφασις· αὕτη γὰρ καὶ ἐπὶ τῶν ὄντων καὶ ἐπὶ μὴ ὄντων διαιρεῖ τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος, οἷον ‘ἄνθρωπος ἔστι’, ‘σκινδαψὸς οὐκ ἔστι’, τὰ δὲ ἄλλα ἐπὶ μόνων τῶν ὄντων· ὁ γὰρ μὴ ὢν Σωκράτης οὔτε λευκὸς οὔτε μέλας οὔτε πατὴρ οὔτε υἱὸς οὔτε ὄψιν ἔχει οὔτε τυφλότητα· οὐκοῦν ἐπὶ μόνων τῶν ὄντων ταῦτα λέγει, καὶ οὐ τῶν ἁπάντων. * * οὐ γὰρ λέγεται ἡ ψυχὴ δεξιὰ ἢ ἀριστερά, οὐδὲ ὁ ἀὴρ λευκὸς ἢ μέλας ἢ ὄψιν ἢ τυφλότητα ἢ τι τοιοῦτον ἔχειν. καὶ οὐδὲ ἐπὶ πάντων τῶν ὄντων δεκτικῶν· τὸ γὰρ σκυλάκιον τὸ ἀρτιγενὲς οὔτε ὄψιν ἔχει οὔτε τυφλότητα καὶ τὸ νεογνὸν παιδίον οὔτε νωδόν ἐστιν οὔτε ὀδόντας ἔχει.

“凡是作为肯定或否定相对立的。” 既然对立事物有四个种,按照波菲利《导论》中的方法就会产生六种关联:用四乘比它小一的数即三——四乘三得十二——并取所得总数的一半;因为十二的一半是六。因此有六种关联:关系概念对相反者以及对状态和匮乏的关联(看,两种关联),相反者对状态和匮乏的关联(看,又一种关联),另有三种关联是从否定和肯定对其余各项产生的。否定和肯定不同于其余三者,因为否定和肯定分判真与假(“苏格拉底坐着——苏格拉底不坐着”要么为真要么为假),而关系概念、相反者以及状态和匮乏,作为单纯的话语,既非真也非假;因为若我说“父亲”,我既未说真话也未说假话,即便我说“白或黑”或“视力或盲目”,这些各项本身既非真亦非假。但若有人说,我将它们结合起来接受并说“苏格拉底是儿子”、“苏格拉底是黑的”、“苏格拉底具有视力”,即便如此,矛盾也与这些不同;因为矛盾无论在存在的事物上还是在不存在的事物上都分判真与假,如“人存在”、“斯金达普索斯不存在”,而其余各项仅在存在的事物上分判;因为不存在的苏格拉底既非白也非黑,既非父亲也非儿子,既不具有视力也不具有盲目;因此[说话者]仅在存在的事物上,而非在所有事物上陈述这些。* * 因为灵魂不说成是右边或左边,空气也不说成是白或黑,或具有视力或盲目或诸如此类的任何东西。而且甚至在所有能够接受的现存事物上也不能如此陈述;因为初生的小狗既无视力也无盲目,初生的婴儿既非无齿也非具有牙齿。

§5.6#1

"Ἔστι δὲ ἐξ ἀνάγκης ἀγαθὸν μὲν κακῷ ἐναντίον." Διαλεχθεὶς ὁ Ἀριστοτέλης περὶ πάντων τῶν ἀντικειμένων, καὶ ἰδίᾳ περὶ τῶν ἐναντίων διαλέγεται· ἐτίμησε γὰρ τἀναντία ἢ ὡς φυσικὸς ἢ ὅτι καὶ αὐτὴ ἡ φύσις τοῖς ἐναντίοις κρίνεται, κινήσει καὶ ἠρεμίᾳ, καὶ ἡ κίνησις δὲ καὶ ἡ ἠρεμία, αἷς ἡ φύσις χαρακτηρίζεται, τοῖς ἐναντίοις κρίνεται· πᾶσα γὰρ μεταβολὴ ἀπὸ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον γίνεται. τρεῖς δὲ κανόνας ἡμῖν περὶ τῶν ἐναντίων παραδίδωσι. καὶ πρῶτος μὲν κανὼν οὗτος, ὅτι τὸ ἀγαθὸν τῷ κακῷ μόνῳ ἐστὶν ἐναντίον, τὸ δὲ κακὸν καὶ τῷ ἀγαθῷ ἐναντίον καὶ ἄλλῳ κακῷ· οἷον ὡς ἐπὶ τῶν ἀρετῶν· ἑκάστη ἀρετὴ δύο κακίαις παρασπίζεται, ἡ δικαιοσύνη τῇ πλεονεξίᾳ καὶ μειονεξίᾳ, καὶ ἁπλῶς εἰπεῖν ἑκάστῃ ἀρετῇ ὑπερβολὴ καὶ ἔλλειψις παράκειται, τῇ φρονήσει πανουργία καὶ ἄνοια, τῇ σωφροσύνῃ ἀκολασία καὶ ἠλιθιότης, τῇ ἀνδρείᾳ θράσος καὶ δειλία μάχεται. μάχεται οὖν ἡ ἀρετὴ καὶ τῇ ὑπερβολῇ καὶ τῇ ἐλλείψει ὡς ἀγαθὸν κακῷ, ἡ δὲ ὑπερβολὴ καὶ ἔλλειψις ἑκάστη αὐτῶν μάχεται τῇ ἑτέρᾳ, ὅτι ἡ μέν ἐστιν ὑπερβολὴ ἡ δὲ ἔλλειψις, μάχονται δὲ καὶ τῇ ἀρετῇ ὡς κακὸν ἀγαθῷ. ἀλλ’ ἄδικος ἡ φύσις ἑνὶ δύο ἀντιτάξασα.2 πρὸς ὅ φαμεν ὅτι κἀνταῦθα ἓν ἑνὶ ἀντίκειται· ὡς γὰρ συμμετρία ἡ ἀρετὴ ὡς ἀσυμμετρίᾳ ταῖς δύο ἀντίκειται.3 οὗτος δὲ ὁ κανὼν ἀληθὴς καὶ ἐπὶ πραγμάτων, ὡς ἐπὶ τῶν ἀρετῶν, καὶ ἐπὶ ζωῆς, ὅτι οἱ μὲν ἀγαθοὶ τοὺς κακοὺς μόνους μισοῦσιν, οἱ δὲ κακοὶ καὶ τοὺς ἀγαθοὺς καὶ τοὺς κακούς (εἰ γὰρ ὡς κακοὶ ἐνεργήσειαν, οὐδὲ ἑαυτῶν φείδονται ἀλλὰ κινοῦσιν ἑαυτούς), καὶ ἐπὶ λόγων ἀληθὴς ὁ κανὼν οὗτος, ὅτι μάχεται ἡ ἀλήθεια τῷ ψεύδει μόνῳ, τὸ δὲ ψεῦδος καὶ τῇ ἀληθείᾳ μάχεται καὶ τῷ ἑτέρῳ ψεύδει, οἷον τῷ λόγῳ ἤγουν τῇ προτάσει τῇ λεγούσῃ ὅτι ‘οὐ πᾶς ἄνθρωπος δίκαιος’ μάχονται δύο λόγοι ψευδεῖς, ὁ λέγων ὅτι ‘οὐδεὶς ἄνθρωπος δίκαιος’ καὶ ὁ λέγων ὅτι ‘πᾶς ἄνθρωπος δίκαιος’, ἀλλ’ ἐκεῖνοι καὶ πρὸς ἑαυτοὺς μάχονται· ὁ μὲν γὰρ λέγει ὅτι οὐδείς, ὁ δὲ λέγει ὅτι πᾶς. οὗτος μὲν ὁ πρῶτος κανών. δεύτερος κανὼν ὅτι τὰ ἐναντία δύνανταί ποτε συνυπάρχειν ἑαυτοῖς ἐν γένει, ὅτι τῶν ζῴων τὰ μὲν λευκὰ τὰ δὲ μέλανα, καὶ ἐν εἴδει, ὅτι τῶν ἀνθρώπων οἱ μὲν ὑγιαίνουσιν οἱ δὲ νοσοῦσι, δύνανται καὶ μὴ συνυπάρχειν ἑαυτοῖς, ὡς καὶ ἐν τῇ Εἰσαγωγῇ εἴρηται, ἐν τῷ αὐτῷ κατ’ ἀριθμὸν ὑποκειμένῳ κἀν τῷ αὐτῷ μέρει καὶ ἐν τῷ αὐτῷ χρόνῳ καὶ ἐν τῷ αὐτῷ τόπῳ. οὗτος καὶ ὁ δεύτερος κανών.

“必然地,善与恶相反。” 亚里斯多德在论述了所有对立事物之后,又专门论述相反者;因为他重视相反者,要么是作为自然哲学家,要么是因为自然本身是由相反者即运动与静止来评判的,而表征自然的运动与静止本身也是由相反者来评判的;因为一切变化都是从相反者走向相反者。他向我们传授了关于相反者的三条规则。第一条规则是:善仅与恶相反,而恶既与善相反,又与另一恶相反;例如在诸德性中那样:每种德性都受到两种恶习的侧翼包夹,正义夹在多得与少得之间,简言之,每种德性旁都并列着过度与不足,明智与奸诈及愚昧交战,节制与放荡及麻木交战,勇敢与鲁莽及怯懦交战。因此,德性作为善对恶,既与过度交战也与不足交战;而过度与不足各自一方面与对方交战(因为一为过度一为不足),另一方面又作为恶对善与德性交战。但[有人会说]自然将两个对抗一个是不公正的。对此我们说,在此处也是一对一地对立;因为德性作为匀称,是对立于作为不匀称的这两者。这条规则不仅在实际事物中(如在诸德性中)是真实的,在生活中也是真实的,因为善人仅恨恶人,而恶人既恨善人又恨恶人(因为若他们作为恶人而行动,他们连自己也不会放过,而是扰乱自身);这条规则在言论中同样是真实的,因为真理仅与虚伪交战,而虚伪既与真理交战也与另一虚伪交战,例如与主张“并非每个人都是公正的”这一言论即命题交战的,有两个虚假的言论,即主张“没有人是公正的”之言论和主张“每个人都是公正的”之言论,但那些言论相互之间也交战;因为一个说没有人,另一个说每个人。这是第一条规则。第二条规则是:相反者有时能够在属中相互共存,因为在动物中有的是白的有的是黑的;也能在种中共存,因为在人中有的是健康的有的患病;但正如在《导论》中所说的那样,它们不能在数目同一的基底中、在同一部分中、在同一时间中、在同一地点中相互共存。这也是第二条规则。

语法注3 条
  1. 5.5πολυπλασιαζόντων τέσσαρα ἐπὶ τὸν μονάδι ἐλάττονα τὸν τρία, τετράκις τρία δώδεκα, καὶ τῶν συναχθέντων λαμβανόντων τὰ ἡμίση

    属格分词 πολυπλασιαζόντων 和 λαμβανόντων 构成没有明确主语的属格绝对结构,表示指引数学计算步骤的不定人称施事(“若人将……相乘并取……”)。

  2. 5.6ἀλλ’ ἄδικος ἡ φύσις ἑνὶ δύο ἀντιτάξασα.

    此句引入针对亚里斯多德中庸学说(一个德性对抗两个恶习)的假想反驳,在主语 ἡ φύσις 与表语 ἄδικος 之间省略了系动词 ἐστί。紧接着通过 πρὸς ὅ φαμεν ὅτι... 引入注疏者自身的回答。

  3. 5.6ὡς γὰρ συμμετρία ἡ ἀρετὴ ὡς ἀσυμμετρίᾳ ταῖς δύο ἀντίκειται.

    此句是针对反驳的回答。句子的核心结构是“德性(ἡ ἀρετὴ)对立于两者(ταῖς δύο)”。主语一侧以 ὡς συμμετρία(作为匀称)加以限定,客体一侧则以 ὡς ἀσυμμετρίᾳ(作为不匀称,为与 ταῖς δύο 一致的与格)加以说明,从而表明其本质上仍是一对一的对立关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:248.3-249.28