← 埃利亚斯

亚里士多德《范畴篇》注释

§246.23-248.2

相反者与状态及匮乏的区分

埃利亚斯阐明了亚里斯多德在《范畴篇》12b26中转向区分相反者与状态及匮乏的理由,将状态和匮乏与依据中间项划分的三种相反者进行对照,回应了叙利亚诺关于婴儿和小狗之例的质疑,并探讨了基于相互转化的普遍区分以及关于形相与存在性的其他区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4

" Οὐδὲ ὡς τὰ ἐναντία ἀντίκεινται τὰ κατὰ στέρησιν καὶ ἕξιν." Διακρίνας ὁ Ἀριστοτέλης τὰ πρός τι ἀπὸ τῶν ἐναντίων καὶ ἕξεως καὶ στερήσεως, ὀφείλων τὰ αὐτὰ πρός τι διακρῖναι καὶ ἀπὸ τῆς ἀντιφάσεως, ἵνα πληρωθεισῶν τῶν σχέσεων τῶν πρός τι πρὸς τὰ μετὰ ταῦτα ἑτέραν ἀρχὴν προστησάμενος κατὰ δίαυλον εἴπῃ τὴν διάκρισιν τῶν ἐναντίων ἀπὸ πάντων τῶν μετὰ ταῦτα, οὐ τοῦτο ποιεῖ,1 ἀλλὰ διακρίνει πρῶτον τὰ ἐναντία ἀπὸ ἕξεως καὶ στερήσεως. τοῦτο δὲ ποιεῖ, ἐπειδὴ κοινῶν εὐπορήσει λόγων διακρινόντων τὴν ἀντίφασιν ἀπὸ πάντων τῶν μετ’ αὐτήν. ἔχει δὲ ἡ διάκρισις τῶν ἐναντίων ἀπὸ ἕξεως καὶ στερήσεως οὕτως· τριττῶν ὄντων τῶν ἐναντίων, ἀμέσων, ἐμμέσων, καὶ ἐμμέσων ἢ ἀπεῖναι δυναμένων ἀμφοτέρων τοῦ ὑποκειμένου, ὡς ἐπὶ λευκοῦ καὶ μέλανος, ἢ μὴ δυναμένων ἄμφω ἀπεῖναι τοῦ ὑποκειμένου διὰ τὸ ἀφωρισμένως τὸ ἕτερον ὑπάρχειν τῷ ὑποκειμένῳ, τῶν τριῶν εἰδῶν τῶν ἐναντίων διακρίνει ἕξιν καὶ στέρησιν· τῶν γὰρ ἀμέσων ἐναντίων ἀνάγκη θατέρου μετέχειν τὸ ὑποκείμενον ζῷον (ἢ γὰρ ὑγιαίνει ὁ ἄνθρωπος ἢ νοσεῖ, καὶ ὁ ἀριθμὸς ἢ ἄρτιος ἢ περιττός), ἕξις δὲ καὶ στέρησις τοῦτο οὐκ ἔχει· τὸ γὰρ νεογνὸν παιδίον οὔτε νωδὸν λέγεται οὔτε ὀδόντας ἔχειν, καὶ τὸ ἀρτιγενὲς σκυλάκιον οὔτε ὄψιν ἔχειν λέγεται οὔτε τυφλότητα. οὕτως μὲν τῶν ἀμέσων ἐναντίων ταῦτα διαφέρει. τῶν δὲ ἐμμέσων ἀμφοτέρων δυναμένων ἀπεῖναι, ὅτι ἐκεῖνα ἄμφω μὲν ἀπεῖναι δύνανται, ἕξις δὲ καὶ στέρησις ἅμα ἀπεῖναι οὐ δύνανται· τοῦ γὰρ χρόνου ὄντος ἐπιτηδείου πάντως θάτερον ὑπάρχει τῷ ζῴῳ. τῶν δὲ ἐμμέσων ἐναντίων, ἐφ’ ὧν τὸ ἕτερον πάντως ὑπάρχει τῷ ζῴῳ, διαφέρει ἕξις καὶ στέρησις, διότι ἐκεῖ ἀφωρισμένως τὸ ἕτερον ὑπάρχει τῷ ὑποκειμένῳ, οἷον τὸ λευκὸν τῇ χιόνι καὶ τὸ μέλαν τῷ κόρακι, ἐπὶ δὲ ἕξεως καὶ στερήσεως οὐχ οὕτως· οὐ γὰρ ἀφωρισμένως ὁ δεῖνα ἄνθρωπος τυφλότητα ἔχει ἢ ὄψιν, ἀλλ’ ὡς ἔτυχεν. ὁ μέντοι Συριανὸς λαμβάνεται τοῦ παραδείγματος,2 οὗ εἴπομεν περὶ τοῦ παιδίου καὶ τοῦ σκυλακίου, ὅτι οὔτε ἕξιν λέγεται ἔχειν οὔτε στέρησιν, μὴ προστιθεὶς δὲ καὶ τὴν αἰτίαν. ἀλλὰ φέρε ἡμεῖς καὶ τὴν αἰτίαν προσθῶμεν, ὅτι τὸ παράδειγμα δοκεῖ ἡμαρτῆσθαι διὰ τὸ τὸν χρόνον ἀνεπιτήδειον εἶναι. ἐγὼ δὲ πρὸς τοῦτο εἴποιμι ἄν, ὁ ἐξηγητὴς ὑμῶν, ὅτι δι’ αὐτὸ τοῦτο λέγεται μήτε ἕξιν ἔχειν μήτε στέρησιν διὰ τὸν ἀνεπιτήδειον τοῦ χρόνου·3 ἵνα γὰρ γένηται στέρησις, χρεία χρόνου ἐπιτηδείου καὶ τῶν λοιπῶν τῶν εἰρημένων. οὕτω ταῦτα εἰπὼν ὁ Ἀριστοτέλης, ὡς εἰ καί τις δείξας ὅτι τοῦ ἰσοπλεύρου τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονές εἰσι καὶ τοῦ ἰσοσκελοῦς αἱ δύο τῆς λοιπῆς μείζονες καὶ τοῦ σκαληνοῦ αἱ δύο τῆς λοιπῆς μείζονες καθόλου ἀποφαίνεται4 ὅτι παντὸς τριγώνου αἱ δύο πλευραὶ μείζονες τῆς λοιπῆς εἰσιν· ἀλλ’ ἐνταῦθα μὲν ἐπὶ τῶν τριγώνων ἀληθὲς τὸ ἐκ τῶν κατὰ μέρος ἐπὶ τὸ καθόλου ἀναδραμεῖν καὶ ἀποφήνασθαι, ἐπειδὴ ἰσχύσαμεν ἐναριθμήτων ὄντων τῶν σημαινομένων πᾶσιν ἐπεξελθεῖν· παχυμερὴς γὰρ ἡ τοιαύτη δεῖξις· οὐδὲ γὰρ ἐπὶ πάντων δυνατὸν πᾶσι τοῖς σημαινομένοις ἐπεξελθεῖν· οὕτω κἀνταῦθα ὁ Ἀριστοτέλης μὴ ἀρκεσθεὶς τοῖς τρισὶν εἴδεσι τῶν ἐναντίων εἰς τὸ καθολικῶς ἀποφαίνεσθαι περὶ πάντων τῶν ἐναντίων, ἄλλως δι’ ἑτέρου λόγου καθολικοῦ ἀποφαίνεται περὶ τῶν ἐναντίων λέγων οὕτως· ὅτι τὰ ἐναντία, ὄντος τοῦ δεκτικοῦ, πέφυκε μεταβάλλειν εἰς ἄλληλα, ἕξις δὲ καὶ στέρησις οὐχ οὕτως· ἡ μὲν γὰρ ἕξις εἰς τὴν στέρησιν μεταβάλλει, στέρησις δὲ εἰς τὴν ἕξιν οὐ μεταβάλλει ὑπὸ φύσεως ἢ τέχνης· τῇ γὰρ προνοίᾳ οὐδὲν ἀδύνατον. καλῶς δὲ εἶπεν ὄντος τοῦ δεκτικοῦ· εἰ μὴ γὰρ εἴη κοινὸν ὑποκείμενον, οὐ γίνεται μεταβολή· περὶ γὰρ τὸν τόπον ἡ μάχη, ὡς Πλωτῖνός φησι. καὶ ἄλλως δὲ διακριτέον ταῦτα· ὅτι τἀναντία εἰδοπεποιημένα εἰσίν, ἕξις δὲ καὶ στέρησις οὐχ οὕτως· ἡ μὲν γὰρ ἕξις εἰδοπεποίηται, ἡ δὲ στέρησις οὔ. καὶ ἄλλως· ὅτι τὰ ἐναντία δύο πράγματά εἰσιν, ἕξις δὲ καὶ στέρησις ὂν καὶ μὴ ὄν εἰσιν.

“依据匮乏与状态的对立者,也并非像相反者那样相对立。” 亚里斯多德在将关系概念与相反者以及状态和匮乏区分开之后,本应也将这同一关系概念与矛盾区分开——以便在关系概念与后继诸项的诸种关联得以完成之后,如同折返跑一样确立另一个起点,陈述相反者与之后所有各项的区分——但他并未这样做,而是首先将相反者与状态和匮乏区分开。他之所以这样做,是因为他将能充裕地运用共同的论辩来将矛盾与在它之后的所有各项区分开。相反者与状态和匮乏的区分如下:由于相反者有三种——无中间项的、有中间项的,而在有中间项的之中,要么是两者都能够从基底中缺席,如在白与黑的情况中那样,要么是由于其中之一确定地属于基底而不能两者都从基底中缺席——他从相反者的这三个种中把状态和匮乏区分开来。因为在无中间项的相反者中,作为基底的动物必然分有其中之一(人要么健康要么患病,数要么是偶数要么是奇数),但状态与匮乏并不具有这一[性质];因为初生的婴儿既不说成是没有牙齿,也不说成是具有牙齿,初生的小狗也既不说成是具有视力,也不说成是失明的。这样,它们便与无中间项的相反者相区别。而与两者都能缺席的有中间项的相反者相比,区别在于那些相反者两者都能够缺席,而状态与匮乏则不能同时缺席;因为在适宜的时间,无论如何其中之一都属于该动物。而与其中之一无论如何都属于该动物的有中间项的相反者相比,状态与匮乏之所以不同,是因为在前者中,其中之一确定地属于基底,正如白属于雪、黑属于乌鸦,但在状态与匮乏的情况中却并非如此;因为某个人并不是确定地具有失明或具有视力,而是碰巧如此。然而叙利亚诺抓住了我们关于婴儿和小狗所说的既不被称为具有状态也不被说成具有匮乏的例子,却没有补充其原因。但来吧,让我们也补充上原因,即这个例子似乎有误,是因为时间是不适宜的。但对此,我,你们的注解者,要说:正是因为这个缘故,即由于时间的不适宜,才被说成既不具有状态也不具有匮乏;因为要产生匮乏,就需要适宜的时间以及所提到的其余诸条件。亚里斯多德如此陈述这些,就好像某人在证明了等边三角形的两边大于其余一边、等腰三角形的两边大于其余一边、不等边三角形的两边也大于其余一边之后,普遍地断言一切三角形的两边都大于其余一边一样。但在此处,在三角形的情况中,从个别部分上升到普遍并加以断言是真实的,因为在所指的事物是可数的情况下,我们能够遍历所有各项;因为这种证明是粗略的,毕竟不可能在所有事情上都遍历所有被指示的各项。因此在这里,亚里斯多德并不满足于通过相反者的三个种来普遍地断言关于所有相反者的事情,而是以另一种方式通过另一条普遍的论辩来对相反者作出断言,如此说道:只要接受者存在,相反者就生来便能相互转化,但状态与匮乏却并非如此;因为状态会转化为匮乏,但匮乏却不会通过自然或技术转化为状态;因为对于摄理而言没有任何事情是不可能的。而他说“只要接受者存在”是极恰当的;因为若不存在共同的基底层,转化就不会发生;因为正如普罗提诺所说,争战是围绕着位置展开的。还可以用另一种方式来区分这些概念:相反者是具形相的,而状态与匮乏则并非如此;因为状态是具形相的,而匮乏则不是。又可以用另一种方式:相反者是两个事物,而状态与匮乏则是存在与非存在。

语法注4 条
  1. 5.4ὀφείλων τὰ αὐτὰ πρός τι διακρῖναι καὶ ἀπὸ τῆς ἀντιφάσεως, ἵνα πληρωθεισῶν τῶν σχέσεων τῶν πρός τι πρὸς τὰ μετὰ ταῦτα ἑτέραν ἀρχὴν προστησάμενος κατὰ δίαυλον εἴπῃ τὴν διάκρισιν τῶν ἐναντίων ἀπὸ πάντων τῶν μετὰ ταῦτα, οὐ τοῦτο ποιεῖ

    分词 ὀφείλων 带有让步/情况意味,支配着长宾语及由 ἵνα 引出的目的从句(ἵνα + 虚拟式 εἴπῃ),并最终连接到主句动词 οὐ τοῦτο ποιεῖ。在 ἵνα 从句内部还嵌入了属格绝对结构(πληρωθεισῶν τῶν σχέσεων...)和附加分词(προστησάμενος),句子的核心骨架为“他本应……但他并未这样做”。

  2. 5.4λαμβάνεται τοῦ παραδείγματος

    中动相动词 λαμβάνομαι 接属格(τοῦ παραδείγματος)在习惯用法上意为“抓住……进行批评/非难”(与前一文本块中的 ἐπιλαμβάνεται 同义),而不仅仅是中立的“举出例子”。

  3. 5.4διὰ τὸν ἀνεπιτήδειον τοῦ χρόνου

    这是对前文 διὰ τὸ τὸν χρόνον ἀνεπιτήδειον εἶναι(由于时间不适宜)的同义转述。形容词 ἀνεπιτήδειον 作中性名词化使用,支配属格 τοῦ χρόνου,意为“由于时间的不适宜”。

  4. 5.4ὡς εἰ καί τις δείξας ... καθόλου ἀποφαίνεται ... οὕτω κἀνταῦθα ὁ Ἀριστοτέλης μὴ ἀρκεσθεὶς ... ἀποφαίνεται

    该长句的骨架从比喻的引入(ὡς εἰ καί τις...),经过对比性展开(ἀλλ’ ἐνταῦθα μὲν...),最终回到主句(οὕτω κἀνταῦθα ὁ Ἀριστοτέλης...)。以三角形的几何证明作为类比从句,通过 οὕτω κἀνταῦθα 引出的主句陈述亚里斯多德不局限于三种具体分类而上升到普遍论述的论证步骤。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:246.23-248.2