← 埃利亚斯

亚里士多德《范畴篇》注释

§245.23-246.22

状态与匮乏的对立及其与关系的差异

埃利亚斯探讨了亚里斯多德《范畴篇》12b16,论述了状态与匮乏为何不像关系概念那样相对立,通过直接反对与假定承认两种方式回应异议,并驳斥了菲洛波诺关于匮乏的本体论地位的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3

" Ὅτι δὲ ἡ στέρησις καὶ ἡ ἕξις οὐκ ἀντίκεινται ὡς τὰ πρός τι." Μετὰ τὸν ὁρισμὸν τῆς στερήσεως ὀφείλων εἰπεῖν τὴν διαίρεσιν τῶν ἐναντίων ἀπὸ ἕξεως καὶ στερήσεως, δι’ ἣν καὶ προελήφθη ὁ ὁρισμὸς τῆς στερήσεως, οὐ τοῦτο ποιεῖ, ἀλλ’ αὐτὰ τὰ πρός τι διακρίνει, ἐπειδὴ καὶ ἐπὶ τούτων τὴν αὐτὴν εὑρίσκει διάκρισιν. ἔχει δὲ ἡ διάκρισις οὕτως· τὰ πρός τι αὐτὰ ἅπερ εἰσὶν ἑτέρων εἶναι λέγονται, ἕξις δὲ καὶ στέρησις αὐτὰ ἅπερ εἰσὶν ἑτέρων οὐδέποτε λέγονται· οὐδὲ γὰρ λέγεται ἡ τυφλότης ὄψεως τυφλότης. εἰ δέ τις ἐρεῖ ὅτι ναί, λέγεται ὄψεως τυφλότης, λύομεν τοῦτο καὶ κατ’ ἔνστασιν καὶ κατὰ ἀντιπαράστασιν.1 κατὰ μὲν ἔνστασιν οὕτως· οὐ λέγεται ἡ τυφλότης ὄψεως τυφλότης, ἀλλ’ ὄψεως στέρησις· οὐδὲ γὰρ αὐτὴ ἡ ὄψις τυφλότης ἐγένετο· καθόλου γὰρ αἱ στερήσεις οὐ πρὸς τὰς ὄψεις ἤγουν ἕξεις λέγονται, ἀλλὰ πρὸς τὰ ὑποκείμενα μόρια· οὐ λέγεται ἡ χωλότης πήρωσις ὀρθότητος σκελῶν, ἀλλὰ πήρωσις σκελῶν, καὶ τὸ σκότος οὐ φωτὸς σκότος, ἀλλ’ ἀέρος σκότος. οὕτω καὶ τυφλότης οὐκ ὄψεως τυφλότης, ἀλλ’ ὄψεως στέρησις λέγεται διὰ τὴν πρὸς τὸ γένος ἀναφοράν. οὕτω μὲν κατ’ ἔνστασιν. ἀλλὰ καὶ κατὰ ἀντιπαράστασιν οὕτως ἔχει· εἰ καὶ συγχωρήσομεν ὅτι λέγεται ὄψεως τυφλότης, οὐ δήπου καὶ ἀντιστρέφει· οὐδὲ γὰρ λέγει τις τὴν ὄψιν τυφλότητος ὄψιν, ἐπεὶ μὴ προὑπάρχει τυφλότης ὄψεως. ἀλλὰ ναί, φασί, προυπάρχει, ὡς ἐπὶ τῶν ἐκ γενετῆς τυφλῶν. ἀλλὰ ψεῦδος· καὶ ἐπὶ τούτων γὰρ προηγεῖται ἡ ὄψις, ὅσον ἐπὶ τὸ πεφυκέναι.2 πάλιν ἐνίστανταί τινες ὅτι εἰ λέγεται ἡ τυφλότης ὄψεως στέρησις, καὶ ὄψεως τυφλότης λεχθήσεται· καθόλου γὰρ ἐὰν γένος τινὸς κατηγορῆται ἔχον καὶ ἄλλα εἴδη, ἀνάγκη ἓν τῶν εἰδῶν ἐκείνων κατηγορεῖσθαι τοῦ πράγματος ἐκείνου· τὸ ζῷον κατηγορεῖται ἀνθρώπου εἴδη ἔχον τὸ λογικὸν καὶ τὸ ἄλογον· ἀνάγκη καὶ τὸ λογικὸν κατηγορεῖσθαι τοῦ ἀνθρώπου. ὁ Φιλόπονος τούτου ἐπιλαμβάνεται λέγων ὅτι οὐ καλῶς εἶπεν εἴδη στερήσεως· τοῦ γὰρ μὴ ὄντος οὐκ εἰσὶν εἴδη. ψευδὴς δὲ ὁ λόγος, ἐπειδὴ μηδαμῇ μηδαμῶς ἀνέλαβε τὴν στέρησιν, ὅπερ ἄτοπον· αὕτη γὰρ ἡ στέρησις οὐκ ἔστι πάντῃ μὴ ὄν, ἀλλ’ ἀμυδρὸν εἶδος ἔχει. διὸ καὶ ἐν ἀρχαῖς ὑπὸ Ἀριστοτέλους τάττεται· τὸ δὲ πάντῃ μὴ ὂν ἀρχὴ πῶς ἂν εἴη; ἔστι δὲ καὶ ἄλλως διακρῖναι τὰ πρός τι ἀπὸ ἕξεως καὶ στερήσεως, διότι τὰ μὲν πρός τι συναναιρεῖ ἄλληλα, ἕξις δὲ καὶ στέρησις οὐχ οὕτως, καὶ ὅτι τὰ μὲν πρός τι ἅμα ἄπεστι καὶ ἅμα πάρεστιν, ἕξις δὲ καὶ στέρησις οὐδὲ ἅμα πάρεστιν οὐδὲ ἅμα ἄπεστιν.

“然而匮乏与状态并不像关系概念那样相对立。” 在匮乏的定义之后,他理应陈述相反者与状态及匮乏的区分,匮乏的定义也正是为此而预先把握的,但他并未这样做,而是区分了关系概念本身,因为他在这些概念上也发现了同样的区分。这种区分如下:关系概念正是其自身所是地被说成是属于他物的,但状态与匮乏绝不会正是其自身所是地被说成是属于他物的;因为盲并不被称为视力的盲。但如果有人说:“是的,它被称为视力的盲”,那么我们既通过直接反对来解决这一问题,也通过假定承认后的反驳来解决。依照直接反对,情况如下:盲并不被称为视力的盲,而是被称为视力的匮乏;因为视力本身并没有变成盲。一般而言,匮乏并不是相对于视力、即状态而言的,而是相对于作为基础的部位而言的;跛行并不被称为腿部正直的残疾,而是被称为腿部的残疾,黑暗也不是光的黑暗,而是空气的黑暗。同样,盲也不被称为视力的盲,而是由于对属的指涉而被说成是视力的匮乏。依照直接反对便是如此。但依照假定承认后的反驳,情况则是这样:即使我们承认它被称为视力的盲,它也绝不会换位;因为没有人会把视力称为盲的视力,因为盲并不先于视力存在。他们说:“不,它是先存在的,正如在先天失明者的情况中那样。” 但这是错误的;因为即使在这些人身上,就天生的本性而言,视力也是在先的。又有人提出异议说:如果盲被称为视力的匮乏,那么它也将被称为视力的盲;因为一般而言,如果一个兼有其他种的属被述说于某物,那么那些种中的某一个就必然被述说于该物;动物被述说于人,它具有理性的和无理性的这两个种;理性的也必然被述说于人。菲洛波诺抓住这一点,说他说匮乏的诸种是不妥的;因为对于非存在而言是不存在种的。但这种说法是错误的,因为他完全没有在任何意义上接纳匮乏,而这是荒谬的;因为这种匮乏并非全然的非存在,而是具有一种微弱的形相。因此它也被亚里斯多德列入本原之中;然而全然的非存在又怎能是本原呢?还可以用另一种方式将关系概念与状态及匮乏区分开来:因为关系概念彼此同时消灭,而状态与匮乏则不然,并且关系概念同时缺席又同时现前,而状态与匮乏既不同时现前,也不同时缺席。

语法注2 条
  1. 5.3εἰ δέ τις ἐρεῖ ὅτι ναί, λέγεται ὄψεως τυφλότης, λύομεν τοῦτο καὶ κατ’ ἔνστασιν καὶ κατὰ ἀντιπαράστασιν.

    小词 ναί 引出假想异议者的直接肯定回答。随后的 κατ’ ἔνστασιν(通过直接否定事实进行的反驳)与 κατὰ ἀντιπαράστασιν(为论证而姑且承认前提以推翻结论的反驳)构成了辩证法与修辞学中经典的驳论分类法。

  2. 5.3ὅσον ἐπὶ τὸ πεφυκέναι

    介词短语 ὅσον ἐπὶ 支配宾格(此处为带冠词的不定词 τὸ πεφυκέναι),构成表示“就……而言”的限定性副词短语。它限定说明即使对先天盲者而言,从先天的自然禀赋角度看,视力依然是居先的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:245.23-246.22