← 埃利亚斯

亚里士多德《范畴篇》注释

§244.6-245.22

匮乏的成立条件与诸对立方式中的普遍与个别

埃利亚斯阐述了匮乏产生的四种条件(形相的缺席、接纳性本性、适宜部位与适宜时间)及其定义,将《范畴篇》中不可逆的匮乏与自然学论著中的其他匮乏区分开来,并论述了四种对立方式中范畴与处于其下之具体事物之间的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2

" Στέρησις δὲ καὶ ἕξις λέγεται μέν τι περὶ τῶν αὐτῶν." Ἐπειδὴ πρὸς τὴν διάκρισιν τῶν ἐναντίων ἀπὸ ἕξεως καὶ στερήσεως ἐδεήθη τῆς διαιρέσεως τῶν ἐναντίων καὶ τοῦ ὁρισμοῦ τῆς στερήσεως, ὧν τὸ πρῶτον ἡ φθάσασα ἐδίδαξε θεωρία, τὴν διαίρεσιν τῶν ἐναντίων, φέρε εἴπωμεν καὶ τὸν ὁρισμὸν τῆς στερήσεως. ἀλλ’ ἵνα τοῦτο γνῶμεν, λήμματά τινα προλάβωμεν. ἰστέον ὅτι ἵνα γένηται ἡ στέρησις, τεσσάρων χρεία εἰς συνδρομήν, οἷον ἀπουσίας εἴδους (εἰ μὴ γὰρ ἀπῇ ἡ ὄψις, τυφλότης οὐ γίνεται), καὶ φύσεως δεκτικῆς χρεία (ἐπεὶ ἂν ᾖ λίθος, στέρησιν ὄψεως οὐχ ὑπομένει), καὶ μορίου ἐπιτηδείου (οὐ λέγεται γὰρ ὁ ἄνθρωπος τυφλός, διότι τῇ χειρὶ οὐχ ὁρᾷ, ἐπειδὴ οὐδὲ πέφυκε τῇ χειρὶ ὁρᾶν), ἀλλὰ καὶ χρόνου ἐπιτηδείου· τὸ γὰρ νεογνὸν παιδίον οὐ λέγεται νωδόν, ἐπεὶ μὴ ἔχει ὀδόντας, οὐδὲ τὸ ἀρτιγενὲς σκυλάκιον λέγεται τυφλόν, ἐπεὶ μὴ ὁρᾷ· οὐ γὰρ πέφυκεν ὁρᾶν ἐν τῷ χρόνῳ ἐκείνῳ. αὕτη δὲ ἡ στέρησις τοῦ δυνάμει ἐστί,1 διὸ οὐδὲ ἐπανακάμπτει ποτέ· εἰ γὰρ μὴ ἦν τοῦ δυνάμει ἡ στέρησις, πάντως ἂν ἤγετο εἰς τὸ ἐνεργείᾳ. τούτων οὕτως προληφθέντων πρόεισιν 〈ὁ〉 ὁρισμὸς τῆς στερήσεως οὕτως· στέρησίς ἐστιν ἀπουσία εἴδους φύσεως δεκτικῆς ἐν τῷ πεφυκότι δέχεσθαι καθ’ ὃν πέφυκε δέχεσθαι χρόνον. οὗτος ὁ ὁρισμός. ἰστέον δὲ ὅτι τινὰ καὶ τὸ ὄνομα καὶ τὸ πρᾶγμα στερητικὸν ἔχει, ὥσπερ τὸ ἀναίσθητος ἐπὶ τοῦ ἀποπλήκτου, τινὰ δὲ τὸ ὄνομα στερητικὸν ἔχει, οὐ μὴν τὸ πρᾶγμα, ὡς τὸ ἀθάνατον καὶ ἀσώματον καὶ ἄλογον, τινὰ δὲ τὸ πρᾶγμα στερητικὸν ἔχει, οὐ μὴν τὸ ὄνομα, ὡς τὸ τυφλότης. ἀλλ’ αὕτη μὲν ἡ ἐν Κατηγορίαις στέρησις. οἶδε δὲ καὶ ἄλλας στερήσεις ὁ Ἀριστοτέλης ἐν ταῖς Φυσικαῖς αὐτοῦ πραγματείαις, τὴν στέρησιν τῆς ἐνεργείας, ὡς ἐπὶ τοῦ καθεύδοντος γεωμέτρου· οὗτος γὰρ τῆς ἐνεργείας ἐστέρηται. καὶ τῆς ἕξεως τῆς τελείας λέγεται στέρησις, ὡς ἐπὶ τοῦ παιδίου τοῦ ἄρτι εἰς γραμματικοῦ φοιτήσαντος· τῆς γὰρ τελείας 〈ἕξεως〉 τοῦτο ἐστέρηται. λέγεται στέρησις καὶ τῆς ὀρθότητος, ὡς ἄφωνον λέγομεν τὸν κακόφωνον· οὗτος γὰρ τῆς ὀρθότητος ἐστέρηται τῆς φωνῆς. λέγεται στέρησις καὶ τοῦ μεγέθους, καθὸ λέγομεν ἀτράχηλον ζῷον καὶ ἀγίγαρτον ῥοιάν, ἐπειδὴ ποὺ μὲν ὁ τράχηλος βραχὺς ποὺ δὲ τὸ γίγαρτον μικρόν. αὗται δὲ αἱ στερήσεις οὐκ εἰσι τοῦ δυνάμει, ἀλλὰ τοῦ ἐνεργείᾳ, μόναι δὲ αἱ τῆς ὀρθότητος καὶ τοῦ μεγέθους·2 διὸ καὶ ἄγονται εἰς τὸ ἐνεργείᾳ. Δεῖ δὲ εἰδέναι ὅτι ἄλλο πρός τι καὶ ἄλλο τὰ ὑπὸ τὰ πρός τι (πρός τι αὐτὴ ἡ κατηγορία, ὑπὸ ταύτην δὲ πατὴρ καὶ υἱός), ἄλλο ἕξις καὶ [ἄλλο] στέρησις· καὶ ἄλλο τὸ ἔχον ἕξιν ἢ στέρησιν (ἕξιν γὰρ λέγεται ἔχειν ὁ ἄνθρωπος, οἷον τὴν ὅρασιν, ὅρασις δὲ οὐ λέγεται οὐδὲ ἕξις· ταὐτὰ καὶ ἐπὶ τυφλότητος καὶ στερήσεως), πάλιν ἄλλα ἐναντία καὶ ἄλλα τὰ ὑπὸ ἐναντία (ἐναντία λευκὸν καὶ μέλαν, ὑπὸ ταῦτα κύκνος, κόραξ, καὶ οὐ λέγεται ὁ κύκνος λευκότης οὐδὲ ὁ κόραξ μελανία), ἄλλο ἀπόφασις καὶ [ἄλλο] κατάφασις καὶ ἄλλα 〈τὰ〉 ὑπὸ ταύτας· ἡ μὲν γὰρ κατάφασις καὶ ἀπόφασις ὡς λόγοι εἰσί, τὰ δὲ ὑπ’ αὐτὰς πράγματα· ‘Σωκράτης οὐ κάθηται — Σωκράτης κάθηται’ ἀπόφασις καὶ κατάφασις, ὑπὸ δὲ ταύτας 〈τὸ〉 καθῆσθαι Σωκράτην ἢ μὴ καθῆσθαι. οὐ ταὐτὸν δὲ ταῦτα, ἐπειδὴ οὐ πάντως ἐν τῷ λέγειν ὅτι Σωκράτης κάθηται ἤδη κατ’ ἀλήθειαν κάθηται (ἔστι γὰρ ὅτε ἵσταται), κἂν εἴπω ὅτι οὐ κάθηται, τί κωλύει τὸ καθῆσθαι αὐτόν; οὐκ ἐξ ἀνάγκης οὖν οἱ λόγοι πάντως συμφθέγγονται τοῖς πράγμασι. πλὴν εἰ καὶ τοσοῦτον ταῦτα διαφέρουσιν ἀλλήλων, ἀλλ’ οὖν ὁ τρόπος τῆς ἀντιθέσεως ὁ αὐτός· ὡς γὰρ ἀντίκεινται ἕξις καὶ στέρησις, οὕτω καὶ τὰ ἔχοντα τὴν ἕξιν καὶ στέρησιν, καὶ ὡς ἀντίκεινται τὰ ἐναντία, οὕτω καὶ τὰ ὑπ’ αὐτά, καὶ ὡς ἀντίκεινται ἀπόφασις καὶ κατάφασις, οὕτω καὶ τὰ ὑπ’ αὐτά. ἐπὶ δὲ τῶν πρός τι τὰ μετέχοντα ἀντίκεινται ἀλλήλοις, οὐ μὴν ἐπὶ τοῦ πρός τι, αὐτῆς τῆς κατηγορίας, ἔστιν ἀντίθεσις· ἡ γὰρ σχέσις μία, αὐτὴ ἡ κατηγορία.

“然而匮乏与状态在某种意义上是就同一事物而言的。” 既然为了将相反者与状态及匮乏区分开来,他需要相反者的划分与匮乏的定义,而先前的考察已经教授了其中的第一项,即相反者的划分,那么来吧,让我们也陈述匮乏的定义。但为了让我们知晓这一点,让我们预先把握若干前提。应当知晓,为了使匮乏产生,需要四种条件的汇合:即形相的缺席(因为视力若非缺席,盲便不会产生),需要具有接纳性的本性(因为若是石头,则不承受视力的匮乏),适宜的部位(因为人不会因不用手看而被称作盲人,因为他天生就不是用手来看的),此外还需要适宜的时间;因为新生儿不会因没有牙齿而被称作无齿者,刚出生的幼犬也不会因看不见而被称作盲;因为在那个时间它天生就不是要看的。而这种匮乏关乎潜能,因此它绝不折回;因为匮乏若非关乎潜能,它就必定会被引向现实。在这样预先把握了这些之后,匮乏的定义如下展开:匮乏是在天生适宜接纳者之中,在其天生适宜接纳的时间内,具有接纳性的本性之形相的缺席。这就是定义。应当知晓,有些东西名称与实情皆属剥夺性的,正如中风者之无知觉;有些东西名称属剥夺性,而实情则不然,如不死、无形体与无理性;有些东西实情属剥夺性,而名称则不然,如盲。但这乃是《范畴篇》中的匮乏。亚里斯多德在其《物理学》诸篇论著中还知晓其他匮乏:现实活动的匮乏,如熟睡中的几何学家;因为此人匮乏现实活动。完全状态的匮乏亦被提及,正如刚去文法学者处就学的幼童;因为此童匮乏完全的状态。正确性的匮乏亦被提及,正如我们称走调者为发不出声音的;因为此人匮乏声音的正确性。大小的匮乏亦被提及,依此我们说无颈的动物与无籽的石榴,因为某一处颈短,另一处籽小。但这些匮乏不关乎潜能,而是关乎现实,仅有关于正确性与大小的匮乏是如此;因此它们也会被引向现实。必须知晓,关系概念与处于关系概念之下者是不同的(关系概念是范畴本身,而处于其下的是父与子);状态与匮乏,同具有状态或匮乏者是不同的(因为人被说成具有某种状态,如视力,但他既不被称为视力,也不被称为状态;盲与匮乏亦同理);相反者与处于相反者之下者又是不同的(相反者是白与黑,而处于其下的是天鹅与乌鸦,天鹅不被称为白性,乌鸦亦不被称为黑性);否定与肯定,同处于其下者也是不同的;因为肯定与否定宛如言说,而处于其下者是事态:“苏格拉底不坐着——苏格拉底坐着”是否定与肯定,而处于其下的是苏格拉底坐着或不坐着。这些并不是同一的,因为在说“苏格拉底坐着”时,绝不必然意味着他在事实上已经坐着(因为有时他是站着的),即使我说“他不坐着”,又有什么妨碍他坐着呢?因此言说绝非必然始终与事态相合。不过,即便这些彼此有如此大的差异,对立的方式却是相同的;因为正如状态与匮乏相对立,具有状态与匮乏者亦如此相对立;正如相反者相对立,处于其下者亦如此相对立;正如否定与肯定相对立,处于其下者亦如此相对立。但在关系概念的情况下,乃是分有者彼此相对立,绝非在关系概念这一范畴本身中存在对立;因为关系是一,即范畴本身。

语法注2 条
  1. 5.2αὕτη δὲ ἡ στέρησις τοῦ δυνάμει ἐστί

    属格 τοῦ δυνάμει 表示限定/关涉,意为“是关乎潜能(接纳能力本身)的[匮乏]”。紧随其后的“因此它绝不折回”(διὸ οὐδὲ ἐπανακάμπτει ποτέ)表明,《范畴篇》中讨论的严格意义上的匮乏指的是连同接纳形相的潜能本身一并丧失、不可逆转的状态。

  2. 5.2οὐκ εἰσι τοῦ δυνάμει, ἀλλὰ τοῦ ἐνεργείᾳ, μόναι δὲ αἱ τῆς ὀρθότητος καὶ τοῦ μεγέθους

    在句法上,前半句为“这些并非关乎潜能的[匮乏],而是关乎现实的[匮乏]”,后半句 μόναι δὲ αἱ τῆς ὀρθότητος καὶ τοῦ μεγέθους 则是对前文提及的四种物理学匮乏(现实活动、完全状态、正确性、大小)作出的限定,指出后两者尤为属于这种可逆的现实性匮乏。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:244.6-245.22