← 埃利亚斯

亚里士多德《范畴篇》注释

§243.6-244.5

相反者的区分与中介项的分类

埃利亚斯就11b24的引文阐述关系概念与相反者的区别,并将相反者划分为无中介的(本质性与非本质性)和有中介的。他进而介绍亚里斯多德对中介项的分类,并提出了自己的补充划分:单一中介与多重中介,以及根据两端与中介项是否受到限定的分类。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

" Ὅσα μὲν οὖν ὡς τὰ πρός τι ἀντίκειται." Τὸ προκείμενον ἡμῖν ἐστι διακρῖναι τὰ εἴδη τῶν ἀντικειμένων ἀπ’ ἀλλήλων, καὶ τέως τὰ πρός τι ἀπὸ τῶν ἐναντίων, διότι τὰ πρός τι αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται1 (καὶ δῆλα τὰ παραδείγματα), τὰ δὲ ἐναντία οὐχ οὕτως· τὸ γὰρ μέλαν οὐ λέγεται λευκοῦ μέλαν, ἀλλ’ ἐναντίον, ὁμοίως καὶ τὸ λευκόν. διὸ τὰ μὲν πρός τι κύκλον λέγεται μιμεῖσθαι ὡς ἀπὸ τοῦ αὐτοῦ ἀρχόμενα καὶ εἰς τὸ αὐτὸ λήγοντα, τὰ δὲ ἐναντία εὐθεῖαν λέγεται μιμεῖσθαι τὴν ἀλλαχόθεν ἀρχομένην καὶ ἀλλαχοῦ λήγουσαν. Ἐφ’ οἷς διακρίνει καὶ τὰ ἐναντία ἀπὸ ἕξεως καὶ στερήσεως. πρὸς δὲ τὴν διάκρισιν τούτων δύο λημμάτων χρῄζει, τῆς διαιρέσεως τῶν ἐναντίων καὶ τοῦ ὁρισμοῦ τῆς στερήσεως. ἀλλ’ ἡ παροῦσα θεωρία τὸ ἓν παραδίδωσι, τὴν διαίρεσιν τῶν ἐναντίων. τὰ ἐναντία ἢ ἄμεσα ἢ ἔμμεσα. καὶ 〈εἰ〉 ἄμεσα, ἢ οὐσιώδη ὡς ἄρτιον καὶ περιττόν (οὐδὲ γὰρ ἐπινοεῖται τὸ δεύτερον χωρὶς τοῦ ἀρτίου οὐδὲ τὸ τρίτον χωρὶς τοῦ περιττοῦ, καὶ διὰ τοῦτο οὐσιώδη), ἢ ὡς ἐπουσιώδη, ὡς νόσος καὶ ὑγίεια· ταῦτα γὰρ γίνονται καὶ ἀπογίνονται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. τῶν δὲ ἐμμέσων ἢ ἀμφότερα δύναται ἀπεῖναι τοῦ ὑποκειμένου, ὡς λευκὸν καὶ μέλαν τοῦ φαιοῦ, ἢ τὸ ἕτερον μόνον τῶν ἐναντίων ἄπεστι τὸ δὲ ἕτερον πάντως ὑπάρχει διὰ τὸ προκατειλῆφθαι τὸ εἶδος ὑπ’ ἐκείνου,2 οἷον τὸ λευκὸν ὑπάρχει κύκνῳ καὶ χιόνι, ἄπεστι δὲ τὸ μέλαν, τὸ δὲ μέλαν ὑπάρχει τῷ κόρακι καὶ ἐβένῳ, ἄπεστι δὲ τὸ λευκόν. ὁ δὲ Ἀριστοτέλης τὰ ἔμμεσα διαιρεῖ ἄλλως, λέγων ὅτι τῶν ἐμμέσων τὸ μέσον ἢ ἀμφοτέρων τῶν ἄκρων μετέχει ὡς τὸ χλιαρόν, ὅτε καὶ κατωνόμασται, ἢ οὐδετέρου τῶν ἄκρων μετέχει, ὅτε οὐδὲ κατωνόμασται, ἀλλὰ τῇ ἀποφάσει τῶν ἄκρων ὀνομάζεται, ὡς τὸ παιδίον τὸ μήπω κατὰ προαίρεσιν ἐνεργῆσαν οὔτε δίκαιον οὔτε ἄδικον φαμεν. ἔδει δὲ τὸν Ἀριστοτέλην πρότερον διελεῖν3 τὰ ἔμμεσα εἰς μονόμεσα καὶ πολύμεσα· μονόμεσα μὲν γὰρ τὸ ψυχρόν ἐστι καὶ θερμόν (μέσον δὲ αὐτῶν τὸ χλιαρόν), πολύμεσα δὲ ὡς τὸ λευκὸν καὶ μέλαν· πολλὰ γὰρ τὰ μέσα τούτων χρώματα, ξανθόν, φαιόν, ὠχρὸν καὶ ἄλλα πολλά. ταύτης οὖν λεχθείσης ὑφ’ ἡμῶν τῆς ὑποδιαιρέσεως ἰστέον ὅτι καὶ ἄλλως τὰ ἔμμεσα 〈ὑποδιαιρεῖται〉· ἢ ὥρισται 〈καὶ τὰ ἄκρα〉 καὶ τὸ μέσον, ὡς ἐπὶ θερμοῦ καὶ ψυχροῦ καὶ τοῦ χλιαροῦ (ταῦτα γὰρ ὥρισται καὶ περαιτέρω τούτων ἄλλα οὐκ ἔστιν), ἢ τὰ μὲν ἄκρα ὥρισται τὰ δὲ μέσα ἀόριστα, ὡς ἐπὶ λευκοῦ καὶ μέλανος (τὰ γὰρ μέσα τούτων ἄπειρα), ἢ τὸ μὲν μέσον ὥρισται τὰ δὲ ἄκρα ἀόριστα, ὡς ἐπὶ ὀρθῆς γωνίας· αὕτη γὰρ ὥρισται, καὶ οὐκ ἔστιν εἰπεῖν ὀρθὴν ὀρθῆς μείζονα ἢ ἐλάττονα, τὰ δὲ ἄκρα αὐτῆς ἀόριστα, ἡ ὀξεῖα καὶ ἡ ἀμβλεῖα γωνία· ὀξεῖα γὰρ ὀξείας ἐστὶ μᾶλλον ὀξεῖα καὶ ἧττον,4 καὶ ἀμβλεῖα ὁμοίως. καὶ αὕτη ἡ διαίρεσις τῶν ἐναντίων.

“凡是作为关系概念而对立者,”摆在我们面前的任务是将对立者的诸物种彼此区分开来,眼下则是将关系概念与相反者区分开来,因为关系概念正是其自身所是地被说是属于他物的(诸例证是显而易见的),而相反者则不然;因为黑不被称为白的黑,而是被称为[白的]相反者,白亦同样。因此,关系概念被说成模仿圆,由于它们始于同一者而终于同一者,而相反者则被说成模仿直线,始于一处而终于另一处。紧接着这些,他把相反者与状态及匮乏也区分开来。但为了区分它们,他需要两个前提:相反者的划分与匮乏的定义。然而当下的考察只提供了其中之一,即相反者的划分。相反者要么是无中介的,要么是有中介的。而若是无中介的,要么是本质性的,如偶数与奇数(因为若无偶数则无法设想二,若无奇数亦无法设想三,因此是本质性的),要么是非本质性的,如疾病与健康;因为这些的产生与消失并不伴随主体的毁灭。至于有中介的相反者,要么两者都能从主体中缺席,如白与黑之于灰;要么相反者中仅有一方缺席,而另一方必定内在于主体,因为该物种已被那一方预先占据,正如白内在于天鹅与雪,而黑缺席,黑内在于乌鸦与乌木,而白缺席。然而亚里斯多德以另一种方式划分有中介者,说在有中介者中,中介项要么分有两端,如微温之物,此时它也被赋予了特定名称;要么两端皆不分有,此时它甚至没有特定名称,而是通过否定两端来命名,正如我们称尚未出于抉择而行动的幼童既非公正亦非不公正。但亚里斯多德本应先将有中介者划分为单一中介者与多重中介者;因为冷与热是单一中介的(它们的中介项是微温之物),而白与黑则是多重中介的;因为它们之间的中介颜色有很多:黄色、灰色、淡黄色以及许多其他颜色。那么,在我们陈述了这一细分之后,应当知晓有中介者也可以按另一种方式细分:要么两端与中介项皆被限定,如热、冷与微温(因为这些已被限定,在此之外不存在其他);要么两端被限定而诸中介项无限定,如白与黑(因为它们的中介项是无限的);要么中介项被限定而两端无限定,如直角;因为直角是被限定的,不能说一个直角大于或小于另一个直角,而它的两端,即锐角与钝角,则是无限定的;因为一个锐角可以比另一个锐角更锐或更不锐,钝角亦同样。这就是相反者的划分。

语法注4 条
  1. 5.1αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται

    关于关系概念(τὰ πρός τι)的公式化定义。短语 αὐτὰ ἅπερ ἐστίν(“它们自身所是者”)作主语或副词性表述,ἑτέρων 是表示所属或关联的属格补足语,与 εἶναι 连用(“属于他物”)。

  2. 5.1διὰ τὸ προκατειλῆφθαι τὸ εἶδος ὑπ’ ἐκείνου

    由介词 διά 引导带冠词的完成时被动态不定式 τὸ προκατειλῆφθαι 构成的表示原因的结构。宾格 τὸ εἶδος 作该不定式的逻辑主语,ὑπ’ ἐκείνου 为表示施动者的介词短语。

  3. 5.1ἔδει δὲ τὸν Ἀριστοτέλην πρότερον διελεῖν

    由无人称过去时动词 ἔδει 构成的表示义务/应然的结构(“本应……”),后接表示逻辑主语的宾格 τὸν Ἀριστοτέλην 以及不定式 διελεῖν。

  4. 5.1ὀξεῖα γὰρ ὀξείας ἐστὶ μᾶλλον ὀξεῖα καὶ ἧττον

    比较结构。属格 ὀξείας 是表示比较对象的属格,受比较级谓词 μᾶλλον ὀξεῖα(“更锐”)和 ἧττον [ὀξεῖα](“较不锐”)支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:243.6-244.5